- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 6. Niese, Benedikt, editor. Berlin: Weidmann, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg004.humanitext-grc2:1.280-1.291
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
希律抵达罗马后,在安东尼与恺撒的极力支持下获元老院册封为犹太国王;与此同时,巴勒斯坦马萨达的被围守军因甘霖获救,回师的希律则集结大军展开进军。
Κινδυνεύσας δὲ περὶ Παμφυλίαν καὶ τοῦ φόρτου τὸ πλεῖον ἐκβαλὼν μόλις εἰς Ῥόδον διασώζεται σφόδρα τῷ πρὸς Κάσσιον πολέμῳ τετρυχωμένην, δεχθεὶς ὑπὸ Πτολεμαίου καὶ Σαπφινίου τῶν φίλων. καίπερ δὲ ὢν ἐν ἀπορίᾳ χρημάτων ναυπηγεῖται τριήρη μεγίστην, ἐν ᾗ μετὰ τῶν φίλων εἰς Βρεντέσιον καταπλεύσας κἀκεῖθεν εἰς Ῥώμην ἐπειχθεὶς πρώτῳ διὰ τὴν πατρῴαν φιλίαν ἐνετύγχανεν Ἀντωνίῳ καὶ τάς τε αὐτοῦ καὶ τοῦ γένους συμφορὰς ἐκδιηγεῖτο, ὅτι τε τοὺς οἰκειοτάτους ἐν φρουρίῳ καταλιπὼν πολιορκουμένους διὰ χειμῶνος πλεύσειεν ἐπʼ αὐτὸν ἱκέτης.
希律在帕姆菲利亚附近历经海难之险,抛弃了大半船货,方才勉强逃生至因抗击卡西乌斯的战争而饱受摧残的罗得岛,受到托勒密与萨芬纽斯等友人的接纳。尽管囊中羞涩,他仍建造了一艘极为庞大的三列桨座战船;他与友人同乘此船航行至布伦特西翁,旋即自彼处急赴罗马,因父辈的世交之情首先晋见安东尼,倾诉了自身与家族所遭逢的灾厄,详叙自己如何将至亲留置于被围困的要塞之中,而在严冬之际以请愿者的身份泛海求见。
Ἀντωνίου δὲ ἥπτετο πρὸς τὴν μεταβολὴν οἶκτος, καὶ κατὰ μνήμην μὲν τῆς Ἀντιπάτρου ξενίας, τὸ δὲ ὅλον καὶ διὰ τὴν τοῦ παρόντος ἀρετὴν ἔγνω καὶ τότε βασιλέα καθιστᾶν Ἰουδαίων ὃν πρότερον αὐτὸς ἐποίησεν τετράρχην. ἐνῆγεν δὲ οὐκ ἔλαττον τῆς εἰς Ἡρώδην φιλοτιμίας ἡ πρὸς Ἀντίγονον διαφορά·1 τοῦτον γὰρ δὴ στασιώδη τε καὶ Ῥωμαίων ἐχθρὸν ὑπελάμβανεν.
安东尼对这一剧变油然而生怜悯之情,既念及安提帕特罗斯当年的款待之恩,更主要是折服于眼前此人的德能,遂决意在此时便立这位昔日由自己任命为四部领主之人为犹太人的国王。而与安提柯之间的嫌隙,对安东尼决意促成此事之促动,亦不亚于对希律的厚爱;因他认定安提柯乃是作乱之人且为罗马人的宿敌。
Καίσαρα μὲν οὖν εἶχεν ἑτοιμότερον αὐτοῦ τὰς Ἀντιπάτρου στρατείας ἀνανεούμενον, ἃς κατʼ Αἴγυπτον αὐτοῦ τῷ πατρὶ συνδιήνεγκεν, τήν τε ξενίαν καὶ τὴν ἐν ἅπασιν εὔνοιαν, ὁρῶντά γε μὴν καὶ τὸ Ἡρώδου δραστήριον·
恺撒(屋大维)则比安东尼更为赞同,因他追念起当年安提帕特罗斯在埃及与其养父并肩作战的战绩,以及其款待之谊与各方面的忠诚,同时亦亲见希律精明强干之气魄。
συνήγαγεν δὲ τὴν βουλήν, ἐν ᾗ Μεσσάλας καὶ μετʼ αὐτὸν Ἀτρατῖνος παραστησάμενοι τὸν Ἡρώδην τάς τε πατρῴας εὐεργεσίας καὶ τὴν αὐτοῦ πρὸς Ῥωμαίους εὔνοιαν διεξῄεσαν, ἀποδεικνύντες ἅμα καὶ πολέμιον τὸν Ἀντίγονον οὐ μόνον ἐξ ὧν διηνέχθη τάχιον, ἀλλʼ ὅτι καὶ τότε διὰ Πάρθων λάβοι τὴν ἀρχὴν Ῥωμαίους ὑπεριδών. τῆς δὲ συγκλήτου πρὸς ταῦτα κεκινημένης ὡς παρελθὼν Ἀντώνιος καὶ πρὸς τὸν κατὰ Πάρθων πόλεμον βασιλεύειν Ἡρώδην συμφέρειν ἔλεγεν, ἐπιψηφίζονται πάντες.
于是他召集元老院,在会议上,梅萨拉及随后的阿特拉提努斯引希律出列,详述其父祖之恩泽与希律本人对罗马人的忠诚,同时力陈安提柯实为敌人,不仅由于他早先挑起的纷争,更因他此时藐视罗马人而借助帕提亚人之力攫取政权。元老院闻言群情激昂,待安东尼亦出面陈词,说明立希律为王对对抗帕提亚人之战事亦大有裨益之后,全体议员遂一致表决通过。
λυθείσης δὲ τῆς βουλῆς Ἀντώνιος μὲν καὶ Καῖσαρ μέσον ἔχοντες Ἡρώδην ἐξῄεσαν, προῆγον δὲ σὺν ταῖς ἄλλαις ἀρχαῖς οἱ ὕπατοι θύσοντές τε καὶ τὸ δόγμα ἀναθήσοντες εἰς τὸ Καπετώλιον. τὴν δὲ πρώτην Ἡρώδῃ τῆς βασιλείας ἡμέραν Ἀντώνιος εἱστία.
元老院散会后,安东尼与恺撒左右护持着居中的希律步出大厅,执政官们与其余官员在前引领,前往卡庇托林山献祭并存放法令。安东尼更为希律登基的第一日设宴庆贺。
Παρὰ δὲ τὸν χρόνον τοῦτον Ἀντίγονος ἐπολιόρκει τοὺς ἐν Μασάδᾳ, τοῖς μὲν ἄλλοις ἐπιτηδείοις διαρκουμένους, σπανίζοντας δὲ ὕδατος· διὸ καὶ Ἰώσηπος ἀδελφὸς Ἡρώδου σὺν διακοσίοις τῶν οἰκείων δρασμὸν ἐβουλεύετο εἰς Ἄραβας ἀκηκοὼς τῶν εἰς Ἡρώδην ἁμαρτημάτων Μάλχῳ μεταμέλειν.
正当此时,安提柯正包围着马萨达城内之人,城中虽不乏其他物资,却极其匮乏饮水;因此希律之弟约瑟甫在听闻马尔科斯对得罪希律之事深感懊悔后,便图谋率二百名族人出逃投奔阿拉伯人。
κἂν ἔφθη καταλιπὼν τὸ φρούριον, εἰ μὴ περὶ τὴν νύκτα τῆς ἐξόδου συνέβη πλεῖστον ὗσαι·2 τῶν γὰρ ἐκδοχείων ὕδατος ἀναπλησθέντων οὐκέτʼ ἔχρῃζεν φυγῆς, ἀλλʼ ἐπεξῄεσαν ἤδη τοῖς περὶ τὸν Ἀντίγονον καὶ τὰ μὲν φανερῶς συμπλεκόμενοι, τὰ δὲ λοχῶντες συχνοὺς διέφθειρον. οὐ μὴν ἐν ἅπασιν εὐστόχουν, ἔστιν δʼ ὅπου καὶ αὐτοὶ πταίοντες ἀνέστρεφον.
若非在出逃当夜恰逢天降瓢泼大雨,他本已抢先弃城而去;然而由于水池蓄满了水,他遂不再需要出逃,他们反而开始向安提柯的部众发起反攻,时而公开交战,时而设伏奇袭,歼灭了大量敌军。不过他们并非百战百胜,有时亦遭受挫折而被迫退回。
Κἀν τούτῳ Βεντίδιος ὁ Ῥωμαίων στρατηγὸς πεμφθεὶς ἐκ Συρίας Πάρθους ἀνείργειν μετʼ ἐκείνους εἰς Ἰουδαίαν παρέβαλεν λόγῳ μὲν ὡς βοηθήσων τοῖς περὶ Ἰώσηπον, ἔργῳ δʼ Ἀντίγονον ἀργυριούμενος.
在此期间,受命将帕提亚人驱离叙利亚的罗马将领文提狄乌斯,在〔对付〕他们之后转兵进入犹太地区,名义上声称要援助约瑟甫等人,实则是意图敲诈安提柯以敛财。
ἔγγιστα γοῦν Ἱεροσολύμων αὐλισάμενος ὡς ἐνεπλήσθη χρημάτων, αὐτὸς μὲν ἀνεχώρει μετὰ τῆς πλείστης δυνάμεως, Σίλωνα δὲ σὺν μέρει καταλέλοιπεν, ὡς μὴ κατάφωρον τὸ λῆμμα ποιήσειεν πάντας ἀπαναστήσας. Ἀντίγονος δὲ πάλιν ἐλπίζων Πάρθους ἐπαμυνεῖν καὶ Σίλωνα τέως ἐθεράπευεν, ὡς μηδὲν ἐνοχλοίη πρὸ τῆς ἐλπίδος.
事实上,他在进驻耶路撒冷近郊并敛足钱财后,自己便率大军主力撤离,仅留下西罗率一支偏师驻守,以免全军撤走而使受贿之事昭然若揭。而安提柯期盼帕提亚人能再度施援,便暂且极力笼络西罗,使其在援军有望到来之前不致横生枝节。
Ἤδη δὲ Ἡρώδης καταπεπλευκὼς ἀπὸ τῆς Ἰταλίας εἰς Πτολεμαΐδα καὶ συναγηοχὼς δύναμιν οὐκ ὀλίγην ξένων τε καὶ ὁμοφύλων ἤλαυνεν διὰ τῆς Γαλιλαίας ἐπʼ Ἀντίγονον συλλαμβανόντων Βεντιδίου καὶ Σίλωνος, οὓς Δέλλιος ὑπʼ Ἀντωνίου πεμφθεὶς Ἡρώδην συγκαταγαγεῖν ἔπεισεν.
此时,希律已自意大利航抵托勒迈斯,召集了一支由异族人及同胞组成的庞大军队,在文提狄乌斯与西罗的协力之下,挥师穿过加利利进击安提柯;此二人乃是受安东尼所派的戴利乌斯劝说而同意协助迎回希律的。
ἐτύγχανεν δὲ Βεντίδιος μὲν ἐν ταῖς πόλεσιν τὰς διὰ Πάρθους ταραχὰς καθιστάμενος, Σίλων δὲ ἐν Ἰουδαίᾳ χρήμασιν ὑπʼ Ἀντιγόνου διεφθαρμένος. οὐ μὴν Ἡρώδης ἰσχύος ἠπόρει, προϊόντι δʼ αὐτῷ καθʼ ἡμέραν ηὐξεῖτο τὰ τῆς δυνάμεως, καὶ πλὴν ὀλίγων πᾶσα ἡ Γαλιλαία προσέθετο.
当时文提狄乌斯正忙于在各城平息帕提亚人引发的骚乱,而西罗在犹太地区已被安提柯的金钱所收买。然而希律却不乏兵力,随着他挥师前行,军容日见壮大,除少数地方外,整个加利利皆归附于他。
- 1.282ἐνῆγεν δὲ οὐκ ἔλαττον τῆς εἰς Ἡρώδην φιλοτιμίας ἡ πρὸς Ἀντίγονον διαφορά
修辞性倒装(hyperbaton)。该小句的主语是置于句末附近的“ἡ πρὸς Ἀντίγονον διαφορά”(与安提柯之间的嫌隙),谓语动词“ἐνῆγεν”(促使、推动)及比较结构“οὐκ ἔλαττον τῆς εἰς Ἡρώδην φιλοτιμίας”(不亚于对希律的厚爱)被置于句首与前部,属格“φιλοτιμίας”作比较从属格。
- 1.287κἂν ἔφθη καταλιπὼν τὸ φρούριον, εἰ μὴ περὶ τὴν νύκτα τῆς ἐξόδου συνέβη πλεῖστον ὗσαι
过去非真实条件句(反事实假设):主句采用“ἄν + 不定过去时直陈式(ἔφθη)”,附带补充分词“καταλιπών”,从句为“εἰ μὴ... συνέβη”。短语“φθάνω + 分词”为常见惯用搭配,意为“抢先……/先于……完成”,全句意为“若非天降大雨,他本已抢先弃城而去”。
