← 弗拉维奥·约瑟夫斯

犹太战记

§1.269-1.279

法萨埃尔之死与希律前往罗马

在帕提亚人支持下,安提柯毁伤许尔堪之耳,法萨埃尔则撞石壮烈殉节。希律奔赴阿拉伯筹措赎金遭拒,遂取道埃及前往罗马求援。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.269

Πάρθοι δὲ μετὰ τὰς ἁρπαγὰς ἐπὶ τοσοῦτον ὕβρεως ἐχώρησαν ὡς ἐμπλῆσαι μὲν ἀκηρύκτου πολέμου τὴν χώραν ἅπασαν, ἀνάστατον δὲ ποιῆσαι τὴν Μαρισαίων πόλιν, μὴ μόνον δὲ καταστῆσαι βασιλέα Ἀντίγονον, ἀλλὰ καὶ παραδοῦναι αὐτῷ Φασάηλόν τε καὶ Ὑρκανὸν δεσμώτας αἰκίσασθαι.

帕提亚人在劫掠之后横行无忌,使全境陷于不宣而战的杀戮之中,将玛丽莎人的城市夷为平地,并且不仅立安提柯为王,还将法萨埃尔与许尔堪作为囚徒交由他施以酷刑。

§1.270

ὁ δὲ Ὑρκανοῦ μὲν προσπεσὼν αὐτὸς τὰ ὦτα λωβᾶται τοῖς ὀδοῦσιν, ὡς μηδὲ αὖθις ἐν μεταβολῇ ποτε δύναιτο τὴν ἀρχιερωσύνην ἀπολαβεῖν· δεῖ γὰρ ὁλοκλήρους ἀρχιερᾶσθαι· τῆς Φασαήλου δὲ ἀρετῆς ὑστερίζει φθάσαντος1 πέτρᾳ προσρῆξαι τὴν κεφαλήν, ὡς καὶ σιδήρου καὶ χειρῶν εἴργετο. κἀκεῖνος μὲν Ἡρώδου γνήσιον ἑαυτὸν ἀποδείξας ἀδελφὸν καὶ Ὑρκανὸν ἀγεννέστατον, ἀνδρειότατα θνήσκει ποιησάμενος τὴν καταστροφὴν τοῖς κατὰ τὸν βίον ἔργοις πρέπουσαν·

安提柯亲自扑向许尔堪,用牙齿咬下他的双耳,以使其日后即便政局有变,亦绝无可能重登大祭司之位;因律法规定身有残缺者不得供大祭司职。然而,在法萨埃尔的气节面前他却落了下风,因法萨埃尔在兵刃被缴、双手受束的情况下,抢先以头撞石。他以此证明了自己无愧为希律的亲兄弟,亦反衬出许尔堪的懦弱卑劣;他的死极其英勇,其落幕之悲壮与生前之行事全然相称。

§1.272

κατέχει δὲ καὶ ἄλλος λόγος, ὡς ἀνενέγκαι μὲν ἐκ τῆς τότε πληγῆς, πεμφθεὶς δὲ ἰατρὸς ὑπʼ Ἀντιγόνου θεραπεῦσαι δῆθεν αὐτὸν ἐμπλήσειεν τὸ τραῦμα δηλητηρίων φαρμάκων καὶ διαφθείρειεν αὐτόν. ὁπότερον δʼ ἂν ἀληθὲς ᾖ, τὴν ἀρχὴν ἔχει λαμπράν. φασὶν γοῦν αὐτὸν καὶ πρὶν ἐκπνεῦσαι πυθόμενον παρὰ γυναίου τινὸς ὡς Ἡρώδης διαπεφεύγοι, νῦν, εἰπεῖν, εὔθυμος ἄπειμι τὸν μετελευσόμενον τοὺς ἐχθροὺς καταλιπὼν ζῶντα.

不过亦有另一传说流传,称他自当时的重击中苏醒过来,而安提柯假借医治之名遣去的医生,却将致命毒药灌注其伤口中将其毒毙。无论何说属实,其最初之举皆极光明磊落。据说在他气绝之前,从一妇人口中听闻希律已逃脱,便道:“如今我死而无憾,因我留下了向仇敌报仇雪恨的活人。”

§1.273

Ὁ μὲν οὖν οὕτως τελευτᾷ. Πάρθοι δὲ καίτοι διημαρτηκότες ὧν μάλιστα ἐπεθύμουν γυναικῶν καθιστᾶσιν μὲν ἐν Ἱεροσολύμοις Ἀντιγόνῳ τὰ πράγματα, δεσμώτην δʼ Ὑρκανὸν ἀνάγουσιν εἰς τὴν Παρθυηνήν.

他就这样离世了。帕提亚人虽未能捕获他们最渴求的妇女,却在耶路撒冷为安提柯稳定了政局,并将身为囚犯的许尔堪押往帕提亚本部。

§1.274

Ἡρώδης δὲ συντονώτερον ἤλαυνεν εἰς τὴν Ἀραβίαν ὡς ἔτι τἀδελφοῦ ζῶντος ἐπειγόμενος χρήματα παρὰ τοῦ βασιλέως λαβεῖν, οἷς μόνοις πείσειν ὑπὲρ Φασαήλου τὴν τῶν βαρβάρων ἤλπιζεν πλεονεξίαν. ἐλογίζετο γάρ, εἰ τῆς πατρῴας φιλίας ἀμνημονέστερος ὁ Ἄραψ γένοιτο καὶ τοῦ δοῦναι δωρεὰν μικρολογώτερος, δανείσασθαι παρʼ αὐτοῦ τὰ λύτρα ῥύσιον θεὶς τὸν τοῦ λυτρουμένου παῖδα· καὶ γὰρ ἐπήγετο τὸν ἀδελφιδοῦν ὄντα ἐτῶν ἑπτά· τάλαντα δʼ ἦν ἕτοιμος τριακόσια δοῦναι προστησάμενος Τυρίους παρακαλοῦντας. τὸ χρεὼν δʼ ἄρα τὴν αὐτοῦ σπουδὴν ἐφθάκει καὶ Φασαήλου τεθνηκότος εἰς κενὸν Ἡρώδης φιλάδελφος ἦν· οὐ μὴν οὐδὲ παρὰ Ἄραψιν εὑρίσκει φιλίαν οὖσαν.

希律以为兄长尚在人世,更加急切地奔赴阿拉伯,急欲从其王那里获得钱财,因他指望唯有钱财能为了法萨埃尔而平息异族人的贪欲。他盘算着,倘若那阿拉伯王忘却祖辈交情、吝啬而不肯无偿资助,他便以待赎者的儿子作为人质,向其借贷赎金;因他确实带来了年仅七岁的侄儿;且他已准备好拿出三百塔兰托,并推举推罗人出面说情。然而命运却赶在了他的热切努力之前,法萨埃尔既已身死,希律的手足情深遂归于徒劳;不仅如此,他在阿拉伯人那里亦未寻得任何情谊。

§1.276

ὁ γοῦν βασιλεὺς αὐτῶν Μάλχος προπέμψας ἐκ τῆς χώρας κατὰ τάχος προσέτασσεν ἀναστρέφειν, προφάσει μὲν χρώμενος Πάρθοις, ἐπικηρυκεύσασθαι γὰρ αὐτοὺς ἐκβαλεῖν Ἡρώδην τῆς Ἀραβίας, τῷ δὲ ὄντι κατασχεῖν προαιρούμενος τὰ παρʼ Ἀντιπάτρου χρέα καὶ μηδὲν εἰς τὰς ἐκείνου δωρεὰς ἀντιπαρασχεῖν χρῄζουσιν τοῖς τέκνοις δυσωπεῖσθαι.2 συμβούλοις δʼ ἐχρῆτο τῆς ἀναιδείας τοῖς ὁμοίως ἀποστερεῖν τὰς Ἀντιπάτρου παρακαταθήκας θέλουσιν· ἦσαν δὲ τῶν περὶ αὐτὸν οἱ δυνατώτατοι.

其王马尔科斯预先遣使命令他火速折返出境,借帕提亚人为托辞,声称帕提亚人已派使节要求将希律驱逐出阿拉伯,实则是打算侵吞欠安提帕特罗斯的债务,并决意丝毫不因羞愧而就那人的赠礼向困顿中的子嗣作出回报。他在这一无耻行径上所任用的谋士,正是那些同样企图侵吞安提帕特罗斯寄放财物的人;他们皆是其身旁权势最显赫之辈。

§1.277

Ἡρώδης μὲν δὴ πολεμίους τοὺς Ἄραβας εὑρὼν διʼ ἃ φιλτάτους ἤλπισεν καὶ τοῖς ἀγγέλοις ἀποκρινάμενος ὡς ὑπηγόρευε τὸ πάθος ὑπέστρεψεν ἐπʼ Αἰγύπτου. καὶ τὴν μὲν πρώτην ἑσπέραν κατά τι τῶν ἐπιχωρίων ἱερὸν αὐλίζεται τοὺς ὑπολειφθέντας ἀναλαβών, τῇ δʼ ἑξῆς εἰς Ῥινοκούρουρα προελθόντι τὰ περὶ τὴν τἀδελφοῦ τελευτὴν ἀπαγγέλλεται.

希律发现阿拉伯人竟因他本指望其最亲善的缘由而反目为仇,遂依激愤之情回复使者,取道折返埃及。他在第一晚收容了掉队之人,驻宿于当地的一座神庙中;次日抵达里诺科鲁拉时,兄长身死的消息传至。

§1.278

προσλαβὼν δὲ πένθους ὅσον ἀπεθήκατο φροντίδων3 ᾔει προσωτέρω. καὶ δὴ βραδέως ὁ Ἄραψ μετανοήσας ἔπεμψεν διὰ τάχους τοὺς ἀνακαλέσοντας τὸν ὑβρισμένον. ἔφθανεν δὲ καὶ τούτους Ἡρώδης εἰς Πηλούσιον ἀφικόμενος, ἔνθα τῆς παρόδου μὴ τυγχάνων ὑπὸ τῶν ἐφορμούντων τοῖς ἡγεμόσιν ἐντυγχάνει· κἀκεῖνοι τήν τε φήμην καὶ τὸ ἀξίωμα τἀνδρὸς αἰδεσθέντες προπέμπουσιν αὐτὸν εἰς Ἀλεξάνδρειαν.

他卸下了多少忧虑,便又添了多少哀痛,继续前行。此时阿拉伯王虽悔悟已迟,仍急速遣人追回受辱者。然而希律却赶在他们之前抵达培琉喜阿姆;因在当地遭泊船守军阻拦无法通行,他遂求见当地长官;长官们敬重其名望与威仪,将他护送至亚历山大里亚。

§1.279

ὁ δὲ παρελθὼν εἰς τὴν πόλιν ἐδέχθη μὲν λαμπρῶς ὑπὸ Κλεοπάτρας στρατηγὸν ἐλπιζούσης ἕξειν εἰς ἃ παρεσκευάζετο· διακρουσάμενος δὲ τὰς παρακλήσεις τῆς βασιλίδος καὶ μήτε τὴν ἀκμὴν τοῦ χειμῶνος ὑποδείσας μήτε τοὺς κατὰ τὴν Ἰταλίαν θορύβους ἐπὶ Ῥώμης ἔπλει.

他入城后受到克利奥帕特拉的盛情款待,女王指望聘他为统帅以应付正在筹备的战事;但他谢绝了女王的挽留,既不畏隆冬之酷寒,亦不惧意大利的动乱,扬帆直驶罗马。

语法注3 条
  1. 1.271τῆς Φασαήλου δὲ ἀρετῆς ὑστερίζει φθάσαντος

    动词 ὑστερίζει(“不及、落后于”)后接表示比较与劣后对象的属格 τῆς ἀρετῆς。分词 φθάσαντος 在语法上与属格名词 Φασαήλου 一致,意为“(安提柯)比不上抢先动手的法萨埃尔的气节”。

  2. 1.276μηδὲν εἰς τὰς ἐκείνου δωρεὰς ἀντιπαρασχεῖν χρῄζουσιν τοῖς τέκνοις δυσωπεῖσθαι

    不定式 δυσωπεῖσθαι(“因羞愧而……”)受副词性宾格 μηδέν(“丝毫不”)否定,由上文的 προαιρούμενος(“决定”)支配,并接补足不定式 ἀντιπαρασχεῖν(“作为回报提供”)。与格短语 χρῄζουσιν τοῖς τέκνοις(“向处于困顿中的子嗣”)作 ἀντιπαρασχεῖν 的间接宾语。

  3. 1.278προσλαβὼν δὲ πένθους ὅσον ἀπεθήκατο φροντίδων

    πένθους 与 φροντίδων 均为表示分量的部分属格。与关系代词 ὅσον(“与……同样多的”)相对应的先行词宾格(如 τοσοῦτον)在分词 προσλαβών 的宾语位置被省略,构成对称平衡结构:“卸下了多少焦虑,便增添了多少悲痛”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0526.tlg004.humanitext-grc2:1.269-1.279