- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 6. Niese, Benedikt, editor. Berlin: Weidmann, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg004.humanitext-grc2:1.258-1.268
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
法萨埃尔与许尔堪识破帕提亚人的阴谋却遭拘禁,希律识破圈套并趁夜率族人撤往马萨达。途中击退犹太追兵后,希律整肃随行人员、稳固要塞防务,随后赶往佩特拉,而帕提亚人则在耶路撒冷展开劫掠。
ὅτι τε προλοχίζοιντο μὲν αὐτοῖς αἱ νύκτες ὑπὸ τῶν βαρβάρων ἀεί, πάλαι δʼ ἂν καὶ συνελήφθησαν, εἰ μὴ περιέμενον ἐν Ἱεροσολύμοις Ἡρώδην πρότερον λαβεῖν,1 ὡς μὴ προπυθόμενος τὰ κατʼ αὐτοὺς φυλάξαιτο. ταῦτʼ οὐκέτι λόγος ἦν μόνον, ἀλλὰ καὶ φυλακὰς ἤδη πόρρωθεν ἑαυτῶν ἔβλεπον.
他们还得知,异族人每夜都在设伏等候他们,若非敌人打算先在耶路撒冷拿获希律,以免希律预先得悉他们的处境而有所防范,他们早已被捕了。这已不再是传言,因为他们已能望见远处布置的岗哨。
Οὐ μὴν Φασάηλος καίτοι πολλὰ παραινοῦντος Ὀφελλίου φεύγειν, πέπυστο γὰρ οὗτος παρὰ Σαραμάλλα τοῦ πλουσιωτάτου τότε Σύρων τὴν σύνταξιν τῆς ἐπιβουλῆς ὅλην, καταλιπεῖν Ὑρκανὸν ὑπέμεινεν,2 ἀλλὰ τῷ σατράπῃ προσελθὼν ἄντικρυς ὠνείδιζεν τὴν ἐπιβουλὴν καὶ μάλισθʼ ὅτι γένοιτο τοιοῦτος χρημάτων ἕνεκεν· πλείω γε μὴν αὐτὸς ὑπὲρ σωτηρίας δώσειν ὧν Ἀντίγονος ὑπὲρ βασιλείας ὑπέσχετο.
尽管如此,虽有俄斐利乌斯极力劝其逃跑——因其人已从当时叙利亚首富萨拉马拉斯处获悉了全盘阴谋——法萨埃尔仍不忍弃许尔堪于不顾。相反,他径直前往总督面前,当面痛斥其阴谋,尤斥其为钱财竟卑劣至此;他声明,自己为保全性命所愿出的赎金,必多于安提柯为夺王位所许诺的数额。
πρὸς ταῦτα πανούργως ὁ Πάρθος ἀπολογίαις τε καὶ ὅρκοις ἀποσκευασάμενος τὴν ὑποψίαν ᾤχετο πρὸς Πάκορον. εὐθέως δὲ τῶν καταλειφθέντων Πάρθων οἷς προσετέτακτο Φασάηλόν τε καὶ Ὑρκανὸν συνελάμβανον τά τε ἄλλα πρὸς τὴν ἐπιορκίαν καὶ τὸ ἄπιστον αὐτοῖς καταρωμένους.
对此,那帕提亚人狡诈地用辩解和誓言打消了他的疑心,随即去见帕科鲁斯。紧接着,受命留下的帕提亚人便将法萨埃尔和许尔堪逮捕,两人对他们的背誓与背信弃义百般诅咒。
Ἐν δὲ τούτῳ καὶ τὸν Ἡρώδην ὁ πεμφθεὶς οἰνοχόος ἐπεβούλευε συλλαβεῖν ἔξω τοῦ τείχους ἀπατήσας προελθεῖν, ὥσπερ ἐντολὰς εἶχεν. ὁ δὲ ἀπʼ ἀρχῆς ὑποπτεύων τοὺς βαρβάρους καὶ τότε πεπυσμένος εἰς τοὺς πολεμίους ἐμπεπτωκέναι τὰ μηνύοντα τὴν ἐπιβουλὴν αὐτῷ γράμματα, προελθεῖν οὐκ ἠβούλετο καίτοι μάλα ἀξιοπίστως τοῦ Πακόρου φάσκοντος δεῖν αὐτὸν ὑπαντῆσαι τοῖς τὰς ἐπιστολὰς κομίζουσιν· οὔτε γὰρ ἑαλωκέναι τοῖς πολεμίοις αὐτὰς καὶ περιέχειν οὐκ ἐπιβουλήν, ἀλλʼ ὁπόσα διεπράξατο Φασάηλος.
与此同时,奉派而来的掌杯吏正依计诱骗希律走出城墙,以便将其擒获。但希律自始至终对异族人怀有戒心,且此时已获悉揭露阴谋的信件落入了敌手,故而拒绝出城;尽管帕科鲁斯极其逼真地声称,他应当去迎接送信之人,因为信件并未落入敌手,其中所载亦非阴谋,而是法萨埃尔所取得的成果。
ἔτυχεν δὲ παρʼ ἄλλων προακηκοὼς τὸν ἀδελφὸν συνειλημμένον, καὶ προσῄει Ὑρκανοῦ θυγάτηρ Μαριάμμη, συνετωτάτη γυναικῶν, καταντιβολοῦσα μὴ προϊέναι μηδʼ ἐμπιστεύειν ἑαυτὸν ἤδη φανερῶς ἐπιχειροῦσι τοῖς βαρβάροις.
不仅如此,希律恰好已从他人口中预先听闻其兄被捕之事,且许尔堪的外孙女玛丽亚姆妮——女子中最明哲聪慧者——亦前来哀求他切勿出城,不可将自身托付给如今已公然动手的异族人。
Ἔτι δὲ τῶν περὶ Πάκορον σκεπτομένων, πῶς ἂν κρύφα τὴν ἐπιβουλὴν ἀπαρτίσειαν, οὐ γὰρ ἐκ φανεροῦ οἷόν τε ἦν ἀνδρὸς οὕτω δυνατοῦ περιγενέσθαι, προλαβὼν Ἡρώδης μετὰ τῶν οἰκειοτάτων προσώπων νύκτωρ ἐπὶ Ἰδουμαίας ἐχώρει λάθρα τῶν πολεμίων.
正当帕科鲁斯一伙仍在盘算如何暗中得手之际——因公然对付如此强悍之人绝无可能——希律先发制人,趁夜率至亲家眷暗中向以土买进发,未为敌军所觉察。
αἰσθόμενοι δʼ οἱ Πάρθοι κατεδίωκον. κἀκεῖνος τὴν μὲν μητέρα καὶ τοὺς ἀδελφοὺς καὶ τὴν καθωμολογημένην παῖδα μετὰ τῆς μητρὸς καὶ τοῦ νεωτάτου τῶν ἀδελφῶν προστάξας ὁδεύειν αὐτὸς ἀσφαλῶς μετὰ τῶν θεραπόντων ἀνέκοπτε τοὺς βαρβάρους· καὶ πολλοὺς κατὰ πᾶσαν προσβολὴν ἀποκτείνας εἰς Μασάδαν τὸ φρούριον ἠπείγετο.
帕提亚人察觉后随即展开追击。希律命其母、诸兄弟及未婚之女携同其母与幼弟先行撤退,自己则率仆从安全地断后阻击异族人;他每次迎击皆斩杀甚众,一路急奔马萨达要塞。
Βαρυτέρους δὲ κατὰ τὴν φυγὴν Πάρθων Ἰουδαίους ἐπείρασεν, ἐνοχλήσαντας μὲν διηνεκῶς, ἀπὸ δὲ ἑξήκοντα τῆς πόλεως σταδίων καὶ παραταξαμένους ἐπιεικῶς πολὺν χρόνον. ἔνθα κρατήσας Ἡρώδης καὶ πολλοὺς αὐτῶν ἀποκτείνας αὖθις εἰς μνήμην τοῦ κατορθώματος ἔκτισεν τὸ χωρίον καὶ βασιλείοις πολυτελεστάτοις ἐκόσμησεν καὶ ἀκρόπολιν ὀχυρωτάτην ἀνεδείματο Ἡρώδειόν τε ἐκάλεσεν ἀπὸ ἑαυτοῦ.
然而在逃亡途中,他所经受来自犹太人的苦难更甚于帕提亚人;他们一路不断袭扰,并在距城六十斯塔德之处列阵,与之苦战良久。希律在此大获全胜并斩敌甚众,日后为纪念此战绩,在此地筑城,饰以极奢华的宫殿,建起极其坚固的卫城,并以自己的名字将其命名为希律堡。
τηνικαῦτά γε μὴν φεύγοντι καθʼ ἡμέραν αὐτῷ προσεγίνοντο πολλοί, καὶ κατὰ Ῥῆσαν γενομένῳ τῆς Ἰδουμαίας Ἰώσηπος ἀδελφὸς ὑπαντήσας συνεβούλευεν τοὺς πολλοὺς τῶν ἑπομένων ἀποφορτίσασθαι· μὴ γὰρ ἂν τοσοῦτον ὄχλον δέξασθαι τὴν Μασάδαν.3
彼时在他逃亡期间,投奔他的人与日俱增;当行至以土买的勒萨时,其弟约瑟前来会合,建议他遣散跟随者中的大部分人,因马萨达断无法容纳如此庞大的人群。
ἦσαν δὲ ὑπὲρ τοὺς ἐννακισχιλίους. πεισθεὶς Ἡρώδης τοὺς μὲν βαρυτέρους τῆς χρείας διαφῆκεν ἀνὰ τὴν Ἰδουμαίαν δοὺς ἐφόδια, μετὰ δὲ τῶν ἀναγκαιοτάτων τοὺς ἀλκιμωτάτους κατασχὼν εἰς τὸ φρούριον διασώζεται. καταλιπὼν δὲ ἐνταῦθα ταῖς γυναιξὶν ὀκτακοσίους φύλακας καὶ διαρκῆ τὰ ἐπιτήδεια πρὸς πολιορκίαν αὐτὸς εἰς τὴν Ἀραβικὴν Πέτραν ἠπείγετο.
因其人数已逾九千。希律听从劝告,向那些累赘多于实用的人发放行粮,遣散至以土买各地,仅留最勇悍之士与至亲家眷,退守要塞得以保全。他在此留下八百名卫兵守护妇孺,并储备了足以应付围困的给养,自己则火速赶往阿拉伯的佩特拉。
Πάρθοι δʼ ἐν Ἱεροσολύμοις ἐφʼ ἁρπαγὴν τραπόμενοι τῶν φυγόντων εἰς τὰς οἰκίας εἰσέπιπτον καὶ τὸ βασίλειον ἀπεχόμενοι μόνων τῶν Ὑρκανοῦ χρημάτων· ἦν δʼ οὐ πλείω τριακοσίων ταλάντων. ἐπετύγχανον δὲ καὶ τῶν ἄλλων οὐχ ὅσοις ἤλπισαν· ὁ γὰρ Ἡρώδης ἐκ πολλοῦ τὴν ἀπιστίαν τῶν βαρβάρων ὑφορώμενος εἰς τὴν Ἰδουμαίαν τὰ λαμπρότατα τῶν κειμηλίων προανεσκεύαστο, καὶ τῶν αὐτῷ προσεχόντων ὁμοίως ἕκαστος.
而在耶路撒冷,帕提亚人转而大肆劫掠,闯入逃亡者的府邸及王宫,唯独未动许尔堪的财产;那亦不过三百塔兰托而已。至于其余财富,他们所获亦远逊所望;因希律早已察觉异族人不可信赖,预先将最珍贵的财宝转移至以土买,追随他的众人亦各自如法炮制。
- 1.258πάλαι δʼ ἂν καὶ συνελήφθησαν, εἰ μὴ περιέμενον ἐν Ἱεροσολύμοις Ἡρώδην πρότερον λαβεῖν
在由前文 ὅτι 引导的间接引语从句内部,表过去与事实相反的虚拟条件句(结论从句:ἄν + 过去不定时直陈式 συνελήφθησαν;条件从句:εἰ + 未完成过去直陈式 περιέμενον)保留了直陈式形式。虽然前面的动词 προλοχίζοιντο 因处于从属过去时序而转为斜格祈愿式,但反事实条件句在间接引语中通常固定保持直陈式过去时而不改用祈愿式。
- 1.259καταλιπεῖν Ὑρκανὸν ὑπέμεινεν
动词 ὑπομένω 接不定式表示“狠心做某事”、“忍心/敢于做某事”。与前面的 οὐ μήν 结合,表达坚决的心理抗拒:“他不忍遗弃许尔堪”或“决意不抛下许尔堪”。
- 1.266μὴ γὰρ ἂν τοσοῦτον ὄχλον δέξασθαι τὴν Μασάδαν
尽管由表原因的助词 γάρ 引导,但此处承接前面 συνεβούλευεν(建议)所蕴含的转述含义,以间接引语的形式采用了宾格加不定式结构(主语 τὴν Μασάδαν,动词 δέξασθαι)。加用 ἄν 相当于直接引语中的潜势祈愿式或反事实直陈式,表示推论性的判断:“因为马萨达绝不可能容纳如此多的人”。
