- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 6. Niese, Benedikt, editor. Berlin: Weidmann, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg004.humanitext-grc2:1.246-1.257
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
安东尼武力镇压犹太使团后,帕提亚军队占领叙利亚,安提柯以重金和妇女为诺换取其支持。帕提亚王子帕科鲁斯伪称调停进驻耶路撒冷,诱骗法萨埃尔与许尔堪深入敌营陷阱。
Πρὸ δὲ τούτου πολλὰ παρῄνει προελθὼν ἐπὶ τὸν αἰγιαλὸν Ἡρώδης σὺν Ὑρκανῷ μήθʼ ἑαυτοῖς ἀπωλείας αἰτίους μήτε τῇ πατρίδι πολέμου γίνεσθαι φιλονεικοῦντας ἀκρίτως.1 τῶν δὲ ἔτι μᾶλλον ἀγανακτούντων Ἀντώνιος ἐκπέμψας ὁπλίτας πολλοὺς μὲν ἀπέκτεινεν, πολλοὺς δὲ ἔτρωσεν· ὧν οἵ τε πεσόντες ταφῆς καὶ οἱ τραυματίαι θεραπείας ἠξιώθησαν ὑπὸ Ὑρκανοῦ.
然而在此之前,希律与许尔堪走到海边,极力劝阻他们,切勿因无理争执而自取灭亡,或给祖国招来战祸。但见他们愈加愤慨,安东尼遂派出重装步兵,斩杀多人,又伤多人;死者得以安葬,伤者得以救治,皆蒙许尔堪照料。
οὐ μὴν οἱ διαφυγόντες ἠρέμουν, ἀλλὰ τὰ κατὰ τὴν πόλιν συνταράσσοντες παρώξυναν Ἀντώνιον ὥστε καὶ τοὺς δεσμώτας ἀποκτεῖναι.
然而幸存者并不甘休,反在城中制造骚乱,激怒了安东尼,以致他将囚犯一并处死。
Μετὰ δὲ ἔτη δύο Βαζαφράνου τοῦ Πάρθων σατράπου σὺν Πακόρῳ τῷ βασιλέως υἱῷ Συρίαν κατασχόντος Λυσανίας ἀναδεδεγμένος ἤδη τὴν ἀρχὴν τοῦ πατρὸς τελευτήσαντος, Πτολεμαῖος δʼ ἦν οὗτος ὁ Μενναίου,2 πείθει τὸν σατράπην ὑποσχέσει χιλίων ταλάντων καὶ πεντακοσίων γυναικῶν καταγαγεῖν ἐπὶ τὰ βασίλεια τὸν Ἀντίγονον, καταλῦσαι δὲ τὸν Ὑρκανόν.
两年后,帕提亚总督巴尔扎法恩与王子帕科鲁斯占领叙利亚,其时已在父死后继位的吕萨尼亚斯——其父即门奈乌斯之子托勒密——许诺以一千塔兰托及五百名妇女为酬,劝说总督扶植安提柯复位,并废黜许尔堪。
τούτοις ὑπαχθεὶς Πάκορος αὐτὸς μὲν ᾔει κατὰ τὴν παράλιον, Βαζαφράνην δὲ διὰ τῆς μεσογείου προσέταξεν ἐμβαλεῖν. τῶν δʼ ἐπιθαλαττίων Τύριοι Πάκορον οὐκ ἐδέξαντο καίτοι Πτολεμαιῶν καὶ Σιδωνίων δεδεγμένων. ὁ δʼ οἰνοχόῳ τινὶ τῶν βασιλικῶν ὁμωνύμῳ μοῖραν τῆς ἵππου παραδοὺς προεμβαλεῖν ἐκέλευσεν εἰς τὴν Ἰουδαίαν κατασκεψόμενόν τε τὰ τῶν πολεμίων καὶ πρὸς ἃ δέοι βοηθήσοντα Ἀντιγόνῳ.
帕科鲁斯为利所诱,亲率部沿海推进,同时命巴尔扎法恩由内陆进犯。沿海各邑中,推罗人拒绝接纳帕科鲁斯,尽管托勒迈斯与西顿人均已纳之。于是他将部分骑兵交给王室侍从中的一位同名掌杯吏,命其先行侵入犹太,既侦察敌情,又按需援助安提柯。
Τῶν δὲ λῃζομένων τὸν Κάρμηλον πολλοὶ Ἰουδαῖοι συνδραμόντες πρὸς Ἀντίγονον προθύμους ἑαυτοὺς ἐπὶ τὴν εἰσβολὴν παρεῖχον. ὁ δὲ αὐτοὺς ἐπὶ τὸν καλούμενον Δρυμὸν προέπεμψεν τὸ χωρίον καταλαβεῖν· ἐν ᾧ γενομένης συμβολῆς ὠσάμενοι τοὺς πολεμίους καὶ διώξαντες ἐπὶ Ἱεροσολύμων ἔθεον γενόμενοί τε πλείους μέχρι τῶν βασιλείων προῆλθον.
在迦密山一带劫掠的众多犹太人纷纷投奔安提柯,踊跃投身于此次侵略。安提柯命他们前去占领名为“德律谟斯(森林地)”的地方。双方在此交锋,他们击退敌人,一路追击并奔向耶路撒冷,队伍不断壮大,甚至逼近了王宫。
Ὑρκανοῦ δὲ καὶ Φασαήλου δεξαμένων αὐτοὺς καρτερῷ στίφει μάχη κατὰ τὴν ἀγορὰν συρρήγνυται, καθʼ ἣν τρεψάμενοι τοὺς πολεμίους οἱ περὶ Ἡρώδην κατακλείουσιν εἰς τὸ ἱερὸν καὶ φρουροὺς αὐτῶν ἄνδρας ἑξήκοντα ταῖς πλησίον οἰκίαις ἐγκατέστησαν.
许尔堪与法萨埃尔率严密阵型迎击,战斗在市集爆发;此战中希律一派击溃敌众,将其封锁在圣殿内,并在邻近房屋驻扎六十名卫兵进行监视。
τούτους μὲν ὁ στασιάζων πρὸς τοὺς ἀδελφοὺς λαὸς ἐπελθὼν ἐμπίπρησιν, Ἡρώδης δὲ τοῦ δήμου πολλοὺς κατʼ ὀργὴν τῶν ἀπολωλότων ἀναιρεῖ συμβαλών, καὶ καθʼ ἡμέραν ἐπεκθεόντων ἀλλήλοις κατὰ λόχους φόνος ἦν ἀδιάλειπτος.
与两兄弟为敌的叛乱民众扑将上来,将这些卫兵活活烧死;希律为死难者愤恨不已,出兵迎战并诛杀了大批民众。此后双方队伍日日互相突袭,杀戮无休止。
Ἐνστάσης δʼ ἑορτῆς, ἣ πεντηκοστὴ καλεῖται, τά τε περὶ τὸ ἱερὸν πάντα καὶ ἡ πόλις ὅλη πλήθους τῶν ἀπὸ τῆς χώρας ἀναπίμπλαται τὸ πλέον ὁπλιτῶν. καὶ Φασάηλος μὲν τὸ τεῖχος, Ἡρώδης δʼ οὐ μετὰ πολλῶν ἐφρούρει τὰ βασίλεια· καὶ τοῖς πολεμίοις ἐπεκδραμὼν ἀσυντάκτοις κατὰ τὸ προάστειον πλείστους μὲν ἀναιρεῖ, τρέπεται δὲ πάντας καὶ τοὺς μὲν εἰς τὴν πόλιν, τοὺς δὲ εἰς τὸ ἱερόν, τοὺς δὲ εἰς τὸ ἔξω χαράκωμα ἐγκλείει.
逢五旬节来临,圣殿周边及全城皆挤满了自乡野赶来的群众,其中多为重装士兵。法萨埃尔守卫城墙,希律则率少数人防守王宫;希律出城突击郊外阵脚混乱的敌人,斩杀甚众,将敌尽数击溃,分别围困于城内、圣殿及外城寨中。
κἀν τούτῳ διαλλακτὴν μὲν Ἀντίγονος παρακαλεῖ Πάκορον εἰσαφεῖναι, Φασάηλος δὲ πεισθεὶς τῇ τε πόλει καὶ ξενίᾳ τὸν Πάρθον εἰσδέχεται μετὰ πεντακοσίων ἱππέων, προφάσει μὲν ἥκοντα τοῦ παῦσαι τὴν στάσιν.3 τὸ δὲ ἀληθὲς Ἀντιγόνῳ βοηθόν. τὸν γοῦν Φασάηλον ἐνεδρεύων ἀνέπεισεν πρὸς Βαζαφράνην πρεσβεύσασθαι περὶ καταλύσεως, καίτοι γε πολλὰ ἀποτρέποντος Ἡρώδου καὶ παραινοῦντος ἀναιρεῖν τὸν ἐπίβουλον, ἀλλὰ μὴ ταῖς ἐπιβουλαῖς ἑαυτὸν ἐκδιδόναι, φύσει γὰρ ἀπίστους εἶναι τοὺς βαρβάρους, ἔξεισιν Ὑρκανὸν παραλαβών, καὶ Πάκορος, ὡς ἧττον ὑποπτεύοιτο, καταλιπὼν παρʼ Ἡρώδῃ τινὰς τῶν καλουμένων Ἐλευθέρων ἱππέων τοῖς λοιποῖς προέπεμψεν Φασάηλον.4
值此之际,安提柯恳请接纳帕科鲁斯充当调停人,法萨埃尔被说服,将这位帕提亚人连同五百名骑兵接纳入城并以宾礼相待;其人虽托名旨在平息党争,实则是安提柯的帮凶。果不其然,他设下圈套,说服法萨埃尔向巴尔扎法恩出使商讨和解;纵然希律极力阻拦,劝其诛杀阴谋者而非投身陷阱——因蛮族生性奸诈狡猾——但他仍带同许尔堪启程。帕科鲁斯为免起疑,将部分被称为“自由人”的骑兵留给希律,率余部护送法萨埃尔。
Ὡς δʼ ἐγένοντο κατὰ τὴν Γαλιλαίαν, τοὺς μὲν ἐπιχωρίους ἀφεστῶτας κἀν τοῖς ὅπλοις ὄντας καταλαμβάνουσιν, τῷ σατράπῃ δὲ ἐνετύγχανον πανούργῳ σφόδρα καὶ ταῖς φιλοφρονήσεσιν τὴν ἐπιβουλὴν καλύπτοντι· δῶρα γοῦν δοὺς αὐτοῖς ἔπειτα ἀναχωροῦντας ἐλόχα.
当他们行至加利利,发现当地居民已揭竿而起、全副武装;他们会见了那位极其狡诈的总督,此人以殷勤掩盖阴谋,在馈赠礼物之后,竟在他们撤回时设伏。
τοῖς δʼ αἴσθησις γίνεται τῆς ἐπιβουλῆς καταχθεῖσιν εἴς τι τῶν παραθαλασσίων χωρίων, ὃ καλεῖται Ἐκδίππων· ἐκεῖ γὰρ τήν τε ὑπόσχεσιν τῶν χιλίων ἤκουσαν ταλάντων καὶ ὡς Ἀντίγονος τὰς πλείστας τῶν παρʼ αὐτοῖς γυναικῶν ἐν ταῖς πεντακοσίαις καθοσιώσειεν Πάρθοις,
当他们被引至名为埃克狄蓬的海滨一处要地时,方才察觉此阴谋;因他们在彼处听闻了一千塔兰托之约,以及安提柯已将他们身边的绝大部分女眷〔列〕在那五百名妇女之中许诺献给帕提亚人。
- 1.246μήθʼ ἑαυτοῖς ἀπωλείας αἰτίους μήτε τῇ πατρίδι πολέμου γίνεσθαι φιλονεικοῦντας ἀκρίτως
由 παρῄνει(劝告)引出的否定不定式结构(μήτε... μήτε γίνεσθαι)。其逻辑主语(使团)与宾格分词 φιλονεικοῦντας(轻率争执)及表语形容词 αἰτίους 保持性数格一致。
- 1.248Πτολεμαῖος δʼ ἦν οὗτος ὁ Μενναίου
插入句,用以说明前文属格独立结构 τοῦ πατρὸς τελευτήσαντος(其父死后)中“父亲”的身份,意即“此人即门奈乌斯之子托勒密”。
- 1.254προφάσει μὲν ἥκοντα τοῦ παῦσαι τὴν στάσιν
带冠词属格不定式 τοῦ παῦσαι 作名词 προφάσει(托词、名义)的修饰语,表示目的或内容(“以平息内讧为名”)。分词 ἥκοντα 为宾格,修饰 εἰσδέχεται 的宾语 τὸν Πάρθον。
- 1.255καταλιπὼν παρʼ Ἡρώδῃ τινὰς τῶν καλουμένων Ἐλευθέρων ἱππέων τοῖς λοιποῖς προέπεμψεν Φασάηλον
主语为前文转换而来的帕科鲁斯(Πάκορος)。与格 τοῖς λοιποῖς(连同其余人)表示伴随或手段,意指他留下一部分骑兵给希律,率领余部护送(实为押送)法萨埃尔。
