- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 6. Niese, Benedikt, editor. Berlin: Weidmann, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg004.humanitext-grc2:1.235-1.245
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
马利库斯被诛后,希律平定了赫利克斯与安提柯的叛乱,并通过与玛丽安妮联姻巩固地位;随后他获安东尼支持,与兄长一同被立为犹太分封王,反对此事的犹太使团遭到严酷镇压。
ἀποκριναμένου δέ τινος τῶν χιλιάρχων τὸ Κασσίου πρόσταγμα,1 Κάσσιος ἄρα, ἔφη, κἀμὲ καὶ τὴν πατρίδα μου σώζει τὸν ἀμφοτέρων ἐπίβουλον ἀνελών. εἴτε δὲ φρονῶν Ὑρκανὸς οὕτως εἴθʼ ὑπὸ δέους ὁμόσε τῇ πράξει χωρῶν εἶπεν, ἄδηλον ἦν. ἀλλὰ γὰρ Μάλιχον μὲν οὕτως Ἡρώδης μετῆλθεν.
当一位千夫长回答这是卡西乌斯的命令时,许尔堪便说:“如此看来,卡西乌斯诛杀了我们两者的图谋不轨者,从而拯救了我与我的祖国。”许尔堪究竟是真心如此认为,还是出于恐惧而顺从了这一既成事实,不得而知。无论如何,希律便是这样惩治了马利库斯。
Κασσίου δὲ ἀναχωρήσαντος ἐκ Συρίας πάλιν στάσις ἐν Ἱεροσολύμοις γίνεται Ἕλικος μετὰ στρατιᾶς ἐπαναστάντος Φασαήλῳ καὶ κατὰ τὴν ὑπὲρ Μαλίχου τιμωρίαν ἀμύνεσθαι θέλοντος Ἡρώδην εἰς τὸν ἀδελφόν.2 Ἡρώδης δὲ ἔτυχεν μὲν ὢν παρὰ Φαβίῳ τῷ στρατηγῷ κατὰ Δαμασκόν, ὡρμημένος δὲ βοηθεῖν ὑπὸ νόσου κατείχετο.
卡西乌斯撤离叙利亚后,耶路撒冷再度爆发内讧;赫利克斯率军反抗法萨埃尔,意图为马利库斯报仇,通过〔希律的〕兄长向希律实施报复。当时希律恰在近大马士革的将领法比乌斯处,虽急于援救,却因患病而受阻。
κἀν τούτῳ Φασάηλος καθʼ ἑαυτὸν Ἕλικος περιγενόμενος Ὑρκανὸν ὠνείδιζεν εἰς ἀχαριστίαν ὧν τε Ἕλικι συμπράξειεν,3 καὶ ὅτι περιορῴη τὸν ἀδελφὸν τὸν Μαλίχου τὰ φρούρια καταλαμβάνοντα· πολλὰ γὰρ δὴ κατείληπτο, καὶ τὸ πάντων ὀχυρώτατον Μασάδαν.
在此期间,法萨埃尔凭自身力量战胜了赫利克斯,并斥责许尔堪忘恩负义:既责备他协助赫利克斯,又责备他纵容马利库斯的兄弟占领各要塞;事实上,〔其兄弟〕已夺取了许多要塞,包括诸要塞中最坚固的马萨达。
Οὐ μὴν αὐτῷ τι πρὸς τὴν Ἡρώδου βίαν ἤρκεσεν, ὃς ἀναρρωσθεὶς τά τε ἄλλα παραλαμβάνει κἀκεῖνον ἐκ τῆς Μασάδας ἱκέτην ἀφῆκεν. ἐξήλασεν δὲ καὶ ἐκ τῆς Γαλιλαίας Μαρίωνα τὸν Τυρίων τύραννον ἤδη τρία κατεσχηκότα τῶν ἐρυμάτων, τοὺς δὲ ληφθέντας Τυρίους ἔσωσεν μὲν πάντας, ἦσαν δʼ οὓς καὶ δωρησάμενος ἀπέπεμψεν4 εὔνοιαν ἑαυτῷ παρὰ τῆς πόλεως καὶ τῷ τυράννῳ μῖσος παρασκευαζόμενος.
然而,这对他抵抗希律的力量毫无助益;希律康复后收复了其余据点,并将那人作为求饶者从马萨达放走。他还把业已占据三处堡垒的推罗僭主马里翁驱逐出加利利;但对于被俘的推罗人,他悉数宽宥,甚至赠予礼品遣回其中一部分人,从而为自己赢得了该城的好感,同时让推罗人对僭主心生怨恨。
ὁ δὲ Μαρίων ἠξίωτο μὲν τῆς τυραννίδος ὑπὸ Κασσίου τυραννίσιν πᾶσαν διαλαβόντος τὴν Συρίαν, κατὰ δὲ τὸ πρὸς Ἡρώδην ἔχθος συγκατήγαγεν Ἀντίγονον τὸν Ἀριστοβούλου, καὶ τὸ πλέον διὰ Φάβιον, ὃν Ἀντίγονος χρήμασιν προσποιησάμενος βοηθὸν εἶχεν τῆς καθόδου· χορηγὸς δʼ ἦν ἁπάντων ὁ κηδεστὴς Πτολεμαῖος Ἀντιγόνῳ.
这位马里翁原是由卡西乌斯扶植为僭主的,卡西乌斯曾将整个叙利亚划分为多处僭主统治;然而由于对希律的仇恨,马里翁协助阿里斯托布鲁斯之子安提柯复辟,这更大程度上也是借助了法比乌斯之力,安提柯用金钱拉拢了法比乌斯,使其充当自己复归的帮手;安提柯的姻亲托勒密则包揽了一切开销。
Πρὸς οὓς Ἡρώδης ἀντιπαραταξάμενος ἐπὶ τῶν ἐμβολῶν τῆς Ἰουδαίας κρατεῖ τῇ μάχῃ καὶ τὸν Ἀντίγονον ἐξελάσας ὑπέστρεψεν εἰς Ἱεροσόλυμα πᾶσιν ἀγαπητὸς ὢν ἐπὶ τῷ κατορθώματι· καὶ γὰρ οἱ μὴ προσέχοντες πάλαι τότε ᾠκείωντο διὰ τὴν πρὸς Ὑρκανὸν ἐπιγαμίαν αὐτῷ.
希律在进入犹太的隘口列阵迎敌,在战斗中大获全胜,驱逐安提柯后返回耶路撒冷,因这一战功而深得所有人爱戴;就连从前不顺从他的人,此时也因他与许尔堪联姻而与他亲近起来。
πρότερον μὲν γὰρ ἦκτο γυναῖκα τῶν ἐπιχωρίων οὐκ ἄσημον, Δωρὶς ἐκαλεῖτο, ἐξ ἧς ἐγέννησεν Ἀντίπατρον, τότε δὲ γήμας τὴν Ἀλεξάνδρου τοῦ Ἀριστοβούλου θυγατέρα, θυγατριδῆν δὲ Ὑρκανοῦ Μαριάμην οἰκεῖος τῷ βασιλεῖ γίνεται.
原来他此前曾娶本族一位地位不凡的女子为妻,名叫多丽丝,并与她生下安提帕特;而此时他迎娶了阿里斯托布鲁斯之子亚历山大的女儿、许尔堪的外孙女玛丽安妮,从而成了国王的近亲。
Ἐπεὶ δὲ Κάσσιον περὶ Φιλίππους ἀνελόντες ἀνεχώρησαν εἰς μὲν Ἰταλίαν Καῖσαρ ἐπὶ δὲ τῆς Ἀσίας Ἀντώνιος, πρεσβευομένων τῶν ἄλλων πόλεων πρὸς Ἀντώνιον εἰς Βιθυνίαν ἧκον καὶ Ἰουδαίων οἱ δυνατοὶ κατηγοροῦντες Φασαήλου καὶ Ἡρώδου, βίᾳ μὲν αὐτοὺς κρατεῖν τῶν πραγμάτων, ὄνομα δὲ μόνον περιεῖναι Ὑρκανῷ τίμιον. πρὸς ἃ παρὼν Ἡρώδης καὶ τεθεραπευκὼς οὐκ ὀλίγοις Ἀντώνιον χρήμασιν οὕτως διέθηκεν, ὡς μηδὲ λόγου τῶν ἐχθρῶν ἀνασχέσθαι.
在腓立比附近诛除卡西乌斯后,恺撒前往意大利,安东尼则前往亚细亚;当各城的使团前往比提尼亚觐见安东尼时,犹太人的权贵也来到那里,控告法萨埃尔与希律暴力掌控政局,许尔堪仅空留尊荣的名号。对此,在场的希律以巨资巴结安东尼,使他变得甚至不愿听取仇敌们的一言半语。
καὶ τότε μὲν οὕτως διελύθησαν, αὖθις δὲ οἱ ἐν τέλει Ἰουδαίων ἑκατὸν ἄνδρες ἧκον εἰς τὴν πρὸς Ἀντιόχειαν Δάφνην ἐπʼ Ἀντώνιον ἤδη τῷ Κλεοπάτρας ἔρωτι δεδουλωμένον· οἳ προστησάμενοι τοὺς ἀξιώματι καὶ λόγῳ σφῶν δυνατωτάτους κατηγόρουν τῶν ἀδελφῶν. ὑπήντα δὲ Μεσσάλας ἀπολογούμενος συμπαρεστῶτος Ὑρκανοῦ διὰ τὸ κῆδος.
当时他们便这样散去;但随后犹太人中百名身居显位者又前往安提阿近郊的达芙妮觐见安东尼,此时安东尼已沦为克利奥帕特拉情欲的俘虏。他们推举自己当中在声望与辞令上最强有力的人出面指控这两兄弟。而梅萨拉出面为之辩护,许尔堪因姻亲关系也侍立在侧。
καὶ Ἀντώνιος ἀκούσας ἑκατέρων Ὑρκανοῦ διεπυνθάνετο τοὺς ἐπιτηδειοτέρους ὄντας ἄρχειν· τοῦ δὲ τοὺς περὶ τὸν Ἡρώδην προκρίνοντος, ἡσθείς, ἦν γὰρ δὴ καὶ ξένος αὐτοῖς πατρῷος δεχθεὶς ὑπʼ Ἀντιπάτρου φιλοφρόνως ὅτε εἰς τὴν Ἰουδαίαν σὺν Γαβινίῳ παρέβαλλεν, τετράρχας ἀποδείκνυσιν τοὺς ἀδελφοὺς πᾶσαν διοικεῖν τὴν Ἰουδαίαν ἐπιτρέπων.
安东尼听取了双方陈词后,向许尔堪询问何人更适于掌权;当许尔堪推选希律等人时,安东尼甚悦——因为当安东尼当年同加比尼乌斯进军犹太时,曾受到安提帕特的盛情款待,因而与他们早有世交之谊——遂任命这两兄弟为分封王,将整个犹太的统治权托付给他们。
Προσαγανακτούντων δὲ τῶν πρέσβεων πεντεκαίδεκα μὲν συλλαβὼν εἵργνυσιν, οὓς καὶ ἀνελεῖν ὥρμησεν, τοὺς δὲ λοιποὺς μεθʼ ὕβρεως ἀπήλασεν. πρὸς ὃ μείζων ἐν τοῖς Ἱεροσολύμοις γίνεται ταραχή· χιλίους γοῦν πάλιν ἔπεμψαν πρέσβεις εἰς Τύρον, ἔνθα διέτριβεν Ἀντώνιος ἐπὶ Ἱεροσολύμων ὡρμημένος. ἐπὶ τούτους κεκραγότας ἐκπέμπει τὸν ἄρχοντα τῶν Τυρίων κολάζειν προστάξας οὓς ἂν λάβῃ, συγκατασκευάζειν δὲ τὴν ἀρχὴν τοῖς ὑπʼ αὐτοῦ κατασταθεῖσιν τετράρχαις.
当使者们对此进一步表达愤慨时,安东尼逮捕并囚禁了其中十五人,甚至一度意图处死他们,而将其余人加以侮辱后驱逐。由此在耶路撒冷引起了更大的骚乱;他们遂再次派遣千名使节前往推罗,当时安东尼正驻留彼处并准备进军耶路撒冷。面对这群大声抗议的人,安东尼派出了推罗的行政官,命令他严惩所捕获的任何人,并协助确立由他所设立的分封王的政权。
- 1.235ἀποκριναμένου δέ τινος τῶν χιλιάρχων τὸ Κασσίου πρόσταγμα
动词 ἀποκρίνομαι 在属格独立结构中直接带有表示答复内容的宾格补足语(τὸ Κασσίου πρόσταγμα),意为“当千夫长之一回答说‘这是卡西乌斯的命令’时”。
- 1.236ἀμύνεσθαι θέλοντος Ἡρώδην εἰς τὸν ἀδελφόν
中动动词 ἀμύνομαι 支配宾格 Ἡρώδην,表示“向希律复仇”;介词短语 εἰς τὸν ἀδελφόν 则指明报复所施加的具体对象或途径(“在其兄长身上 / 通过其兄长”)。
- 1.237ὧν τε Ἕλικι συμπράξειεν
关系代词 ὧν 因省略了先行词 τούτων 而由宾格 ἅ 吸引为属格。希求法 συμπράξειεν 属于间接引语中的斜法希求法(oblique optative),表示在历史主动词 ὠνείδιζεν 视阈下的过往行为或指责内容。
- 1.238ἦσαν δʼ οὓς καὶ δωρησάμενος ἀπέπεμψεν
成语 ἦσαν οὕς 是习语 ἔστιν οἵ(“有些人”)的过去未完成时对格形式。语法上 ἦσαν 构成存在表达,而 οὕς 则作为谓语动词 ἀπέπεμψεν 的直接宾语。
