← 弗拉维奥·约瑟夫斯

犹太战记

§1.223-1.234

安提帕特遇毒身亡与希律伏击刺杀马利库斯

马利库斯设计毒杀安提帕特后,希律隐忍伺机复仇,并在获得卡西乌斯的支持后于推罗海滨设伏将马利库斯刺杀。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.223

Οὐ μὴν Μάλιχος ἀναχωρήσαντος Κασσίου τῆς χάριτος ἀπεμνημόνευσεν Ἀντιπάτρῳ, κατὰ δὲ τοῦ πολλάκις σωτῆρος ἐπιβουλὴν ἐνεσκευάζετο σπεύδων ἀνελεῖν τὸν ἐμπόδιον αὐτοῦ τοῖς ἀδικήμασιν Ἀντίπατρος δὲ τήν τε ἰσχὺν καὶ τὸ πανοῦργον τἀνδρὸς ὑποδείσας διαβαίνει τὸν Ἰορδάνην στρατὸν ἀθροίσων εἰς τὴν τῆς ἐπιβουλῆς ἄμυναν.

然而,卡西乌斯离去之后,马利库斯不仅没有铭记安提帕特的恩德,反倒图谋暗算这位多次救己性命的恩人,急欲除掉这一阻碍其为非作歹之人。安提帕特畏惧此人的势力与狡诈,遂渡过约旦河集结军队,以抵御这一阴谋。

§1.224

φωραθεὶς δὲ Μάλιχος ἀναιδείᾳ τῶν Ἀντιπάτρου παίδων περιγίνεται· τόν τε γὰρ Ἱεροσολύμων φρουρὸν Φασάηλον καὶ Ἡρώδην πεπιστευμένον τὰ ὅπλα πολλαῖς ἀπολογίαις καὶ ὅρκοις ἐκγοητεύσας διαλλακτὰς αὐτῷ πρὸς τὸν πατέρα πείθει γίνεσθαι. πάλιν γοῦν ὑπʼ Ἀντιπάτρου σώζεται πείσαντος Μοῦρκον τὸν τότε στρατηγοῦντα Συρίας, ὃς ὥρμητο κτεῖναι Μάλιχον ἐφʼ οἷς ἐνεωτέρισεν.

马利库斯的阴谋败露后,竟凭其厚颜无耻战胜了安提帕特的诸子:他用百般辩解与誓言迷惑了耶路撒冷守备官法萨埃尔以及执掌兵权的希律,说服他们出面向其父说项讲和。于是马利库斯再度蒙安提帕特相救,盖安提帕特劝阻了时任叙利亚总督穆尔库斯,后者本已决心因马利库斯谋反之举而将其处死。

§1.225

Συστάντος δὲ τοῦ πρὸς Κάσσιον καὶ Βροῦτον πολέμου Καίσαρί τε τῷ νέῳ καὶ Ἀντωνίῳ Κάσσιος καὶ Μοῦρκος στρατιὰν ἀθροίσαντες ἐκ τῆς Συρίας, ἐπειδὴ μέγα μέρος εἰς τὰς χρείας Ἡρώδης ἔδοξε, τότε μὲν αὐτὸν Συρίας ἁπάσης ἐπιμελητὴν καθιστᾶσιν δύναμιν πεζήν τε καὶ ἱππικὴν δόντες, μετὰ δὲ τὴν τοῦ πολέμου κατάλυσιν ἀποδείξειν Κάσσιος ὑπέσχετο καὶ Ἰουδαίας βασιλέα.

当年轻的恺撒和安东尼与卡西乌斯和布鲁图斯之间的内战爆发时,卡西乌斯和穆尔库斯从叙利亚招募军队;由于希律在军需事务中显得举足轻重,他们当时便任命他为全叙利亚的总监,赋予他步兵与骑兵部队,卡西乌斯并许诺在战事平定后立他为犹太国王。

§1.226

συνέβη δʼ Ἀντιπάτρῳ τήν τε ἰσχὺν τοῦ παιδὸς καὶ τὴν ἐλπίδα αἰτίαν ἀπωλείας γενέσθαι· ταῦτα γὰρ δείσας ὁ Μάλιχος διαφθείρει τινὰ τῶν βασιλικῶν οἰνοχόων χρήμασιν δοῦναι φάρμακον Ἀντιπάτρῳ. καὶ ὁ μὲν ἀγώνισμα τῆς Μαλίχου παρανομίας γενόμενος1 μετὰ τὸ συμπόσιον θνήσκει τά τε ἄλλα δραστήριος ἀνὴρ ἐν ἀφηγήσει πραγμάτων καὶ τὴν ἀρχὴν ἀνακτησάμενός τε Ὑρκανῷ καὶ διαφυλάξας·

然而,儿子的权势与指望反倒成了安提帕特丧命的缘由:马利库斯因对此深感恐惧,遂用重金收买了一名王室斟酒侍者,命其向安提帕特下毒。这位在其他各方面主持政务皆精明强干、既为海尔卡努斯夺回政权又保全了政权的安提帕特,在宴饮之后便沦为马利库斯凶残罪行的牺牲品而丧命。

§1.227

Μάλιχος δὲ καθʼ ὑπόνοιαν τῆς φαρμακείας ὀργιζόμενον τὸ πλῆθος ἀρνούμενος ἔπειθεν καὶ δυνατώτερον ἑαυτὸν κατεσκεύαζεν ὁπλίτας συγκροτῶν· οὐ γὰρ ἠρεμήσειν Ἡρώδην ὑπελάμβανεν, ὃς δὴ καὶ παρῆν αὐτίκα στρατὸν ἄγων ἐπὶ τιμωρίᾳ τοῦ πατρός.

马利库斯面对因怀疑毒杀而激愤的民众,极力否认以图蒙混,并集结重装步兵以壮大自身声势;因他料定希律绝不会善罢甘休,而希律果然即刻率军前来进行复仇。

§1.228

Φασαήλου δὲ τἀδελφοῦ συμβουλεύσαντος αὐτῷ μὴ φανερῶς τὸν ἄνδρα μετιέναι, διαστασιάσειν γὰρ τὸ πλῆθος, τότε μὲν ἀπολογούμενόν τε προσίεται τὸν Μάλιχον καὶ τῆς ὑπονοίας ἀπολύειν ὡμολόγει, λαμπρὰν δὲ πομπὴν ἐπὶ τῷ πατρὶ κηδείας ἐτέλεσεν.

由于其兄法萨埃尔劝阻希律不可公然惩处此人,以免民众分裂陷入党争,希律当时便接纳了前来申辩的马利库斯,同意免除他的嫌疑,并为其父举行了极为隆重的葬礼巡游。

§1.229

Τραπεὶς δʼ ἐπὶ Σαμάρειαν στάσει τεταραγμένην κατεστήσατο τὴν πόλιν· ἔπειτα καθʼ ἑορτὴν ὑπέστρεφεν εἰς Ἱεροσόλυμα τοὺς ὁπλίτας ἄγων. καὶ πέμπων Ὑρκανός, ἐνῆγεν γὰρ δεδοικὼς τὴν ἔφοδον Μάλιχος, ἐκώλυεν τοὺς ἀλλοφύλους εἰσαγαγεῖν ἐφʼ ἁγνεύοντας τοὺς ἐπιχωρίους.2 ὁ δὲ τῆς προφάσεως καταφρονήσας καὶ τοῦ προστάσσοντος εἰσέρχεται διὰ νυκτός.

随后希律转向因叛乱而动荡的撒玛利亚,平定了该城;其后逢节庆之时,他率重装步兵返回耶路撒冷。海尔卡努斯因畏惧其突袭的马利库斯之唆使,派人禁止他在本地民众守洁行净化礼之际带入异邦军队。希律既鄙视这一借口,亦轻蔑下令之人,遂于夜间率部入城。

§1.230

καὶ πάλιν Μάλιχος προσιὼν ἔκλαιεν Ἀντίπατρον· ἀνθυπεκρίνετο δὲ μόλις Ἡρώδης τὸν θυμὸν ἐπέχων καὶ Κασσίῳ διʼ ἐπιστολῶν τὴν τοῦ πατρὸς ἀναίρεσιν ἀπωδύρετο μισοῦντι καὶ ἄλλως Μάλιχον. ὁ δʼ αὐτῷ μετιέναι τὸν φονέα τοῦ πατρὸς ἀντεπιστείλας καὶ τοῖς ὑφʼ ἑαυτὸν χιλιάρχοις λάθρα προσέταξεν Ἡρώδῃ βοηθεῖν εἰς πρᾶξιν δικαίαν.

马利库斯再次上前为安提帕特哀哭;希律勉强压制住怒火,表面上虚与委蛇,私下则通过书信向本就厌恶马利库斯的卡西乌斯痛陈其父被弑之情。卡西乌斯回信命他务必严惩杀父凶手,并密令麾下的千夫长协助希律执行正义的复仇。

§1.231

Καὶ ἐπειδὴ Λαοδίκειαν ἑλόντος αὐτοῦ συνῇσαν οἱ πανταχόθεν δυνατοὶ δωρεάς τε καὶ στεφάνους φέροντες, Ἡρώδης μὲν τοῦτον τῇ τιμωρίᾳ τὸν καιρὸν ἀφώρισεν, Μάλιχος δὲ ὑποπτεύσας, ὡς ἐν Τύρῳ γίνεται, τόν τε υἱὸν ὁμηρεύοντα παρὰ τοῖς Τυρίοις ὑπεξαγαγεῖν ἔγνω λάθρα καὶ αὐτὸς εἰς τὴν Ἰουδαίαν ἀποδρᾶναι παρεσκευάζετο·

当卡西乌斯攻陷拉奥迪基亚,各方权贵携礼物与桂冠前来集会之时,希律便选定此时作为复仇之机。然而马利库斯察觉有异,在抵达推罗时,决意暗中带走留在推罗人那里作人质的儿子,并准备亲自潜逃回犹太。

§1.232

παρώξυνεν δʼ αὐτὸν ἡ τῆς σωτηρίας ἀπόγνωσις ἐνθυμεῖσθαι καὶ μείζονα· τό τε γὰρ ἔθνος ἐπαναστήσειν Ῥωμαίοις ἤλπισεν Κασσίου τῷ πρὸς Ἀντώνιον πολέμῳ περισπωμένου καὶ βασιλεύσειν αὐτὸς Ὑρκανὸν καταλύσας εὐμαρῶς.

对生还的绝望反倒驱使他谋划更大的野心:他指望乘卡西乌斯全力应对与安东尼的战事之机,煽动犹太民众反抗罗马,并轻易废黜海尔卡努斯而自立为王。

§1.233

Ἐπεγέλα δʼ ἄρα τὸ χρεὼν αὐτοῦ ταῖς ἐλπίσιν.3 ὁ γοῦν Ἡρώδης προϊδόμενος αὐτοῦ τὴν ὁρμὴν τόν τε Ὑρκανὸν κἀκεῖνον ἐπὶ δεῖπνον ἐκάλει, παρεστῶτας ἔπειτα τῶν οἰκετῶν τινας πρὸς αὑτὸν εἰσέπεμψεν ὡς ἐπὶ τὴν τοῦ δείπνου παρασκευήν, τῷ δὲ ὄντι προειπεῖν τοῖς χιλιάρχοις ἐξελθεῖν ἐπὶ τὴν ἐνέδραν.

然而宿命却嘲弄了他的妄念。希律洞悉其意图,遂邀请海尔卡努斯与马利库斯赴宴,随后差遣身边侍从入内,表面上是筹备宴席,实则是预先通知千夫长们出动设伏。

§1.234

κἀκεῖνοι τῶν Κασσίου προσταγμάτων ἀναμνησθέντες ἐπὶ τὸν πρὸ τῆς πόλεως αἰγιαλὸν ἐξῄεσαν ξιφήρεις, ἔνθα περιστάντες τὸν Μάλιχον πολλοῖς τραύμασιν ἀναιροῦσιν. Ὑρκανὸς δὲ παραχρῆμα μὲν λυθεὶς ὑπʼ ἐκπλήξεως ἔπεσεν, μόλις δὲ ἀνενεγκὼν Ἡρώδην διηρώτα, τίς ὁ κτείνας εἴη Μάλιχον.

那些千夫长铭记卡西乌斯的命令,佩剑奔赴城外的海滩,将马利库斯团团围住,乱刃刺死。海尔卡努斯惊骇万分,当场瘫软倒地,及至勉强苏醒过来,便向希律追问究竟是谁杀死了马利库斯。

语法注3 条
  1. 1.226ἀγώνισμα τῆς Μαλίχου παρανομίας γενόμενος

    名词 ἀγώνισμα 原指“竞赛”或“战功、壮举”,在此作被动性的比喻用法,意为马利库斯不法暴行的“牺牲品”或“受害者”,生动描绘了安提帕特沦于对方阴谋鸩杀的悲剧结局。

  2. 1.229ἐφʼ ἁγνεύοντας τοὺς ἐπιχωρίους

    介词 ἐπί 支配带有现在分词 ἁγνεύοντας 的宾格短语,既表时间与情境(“正值本地居民行洁净礼之际”),又带有闯入或侵犯处于圣洁状态中居民的对抗性意味(“向着/强加于……之上”)。

  3. 1.233Ἐπεγέλα δʼ ἄρα τὸ χρεὼν αὐτοῦ ταῖς ἐλπίσιν

    中性名词化分词 τὸ χρεών(“命运”、“定数”)用作动词 ἐπεγέλα 的主语,该动词支配与格宾语 ταῖς ἐλπίσιν,构成拟人化修辞。小品词 ἄρα 意在点明实情,凸显出马利库斯虚妄的野心与即将降临的毁灭之间的戏剧性讽刺。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0526.tlg004.humanitext-grc2:1.223-1.234