- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 6. Niese, Benedikt, editor. Berlin: Weidmann, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg004.humanitext-grc2:1.212-1.222
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
希律获任军职后欲进军耶路撒冷复仇,因受家人劝阻而作罢;其后罗马内战爆发,卡西乌斯严加搜刮,安提帕特父子因迅速缴款而免遭祸患。
Καὶ ὃς ὑπολαμβάνων ἄκοντος τοῦ βασιλέως διαφυγεῖν εἰς Δαμασκὸν ἀνεχώρησεν πρὸς Σέξτον παρασκευαζόμενος οὐδὲ αὖθις ὑπακοῦσαι καλοῦντι. καὶ πάλιν οἱ πονηροὶ παρώξυνον τὸν Ὑρκανὸν κατʼ ὀργήν τε οἴχεσθαι τὸν Ἡρώδην λέγοντες καὶ παρεσκευασμένον κατʼ αὐτοῦ· πιστεύων δʼ ὁ βασιλεὺς οὐκ εἶχεν ὅ τι χρὴ δρᾶν. ὡς ἑώρα μείζονα τὸν διάφορον. ἐπεὶ δὲ ὑπὸ Σέξτου Καίσαρος στρατηγὸς ἀνεδείχθη κοίλης Συρίας καὶ Σαμαρείας οὐ μόνον τε κατʼ εὔνοιαν τὴν ἐκ τοῦ ἔθνους ἀλλὰ καὶ δυνάμει φοβερὸς ἦν. εἰς ἔσχατον δέους κατέπεσεν Ὑρκανός, ὅσον οὔπω προσδοκῶν ἐπʼ αὐτὸν ὁρμήσειν μετὰ στρατιᾶς.
希律自料违背王意得以脱逃,遂退往大马士革投奔塞克斯图斯,准备即便再次受召也绝不听命。奸佞之徒再次挑拨海尔卡努斯,声称希律满怀忿怒离去,且已严阵以待准备与他为敌;国王听信其言,眼见对手势力强于自己,不知该如何是好。 及至塞克斯图斯·恺撒任命希律为柯里叙利亚与撒玛利亚的长官,希律不仅凭借民心拥戴,更凭借军力令人畏惧,海尔卡努斯遂陷入极度的恐慌之中,料想希律随时都会率军直逼自己而来。
Καὶ οὐ διήμαρτεν τῆς οἰήσεως· ὁ γὰρ Ἡρώδης κατʼ ὀργὴν τῆς περὶ τὴν δίκην ἀπειλῆς στρατιὰν ἀθροίσας ἐπὶ Ἱεροσολύμων ἦγεν καταλύσων τὸν Ὑρκανόν. κἂν ἔφθη τοῦτο ποιήσας, εἰ μὴ1 προεξελθόντες ὅ τε πατὴρ καὶ ὁ ἀδελφὸς ἔκλασαν αὐτοῦ τὴν ὁρμὴν παρακαλοῦντες καὶ αὐτὸν ἀπειλῇ καὶ ἀνατάσει μόνῃ μετρῆσαι τὴν ἄμυναν, φείσασθαι δὲ τοῦ βασιλέως, ὑφʼ οὗ μέχρι τοσαύτης δυνάμεως προῆλθεν· δεῖν τε, εἰ κληθεὶς ἐπὶ δίκην παρώξυνται, καὶ περὶ τῆς ἀφέσεως εὐχαριστεῖν καὶ μὴ πρὸς μὲν τὸ σκυθρωπὸν ἀπαντᾶν, περὶ δὲ τῆς σωτηρίας ἀχάριστον εἶναι.
而他的推断果然不差:希律因受审一事的威吓而怒不可遏,聚集大军进逼耶路撒冷,企图废黜海尔卡努斯。若非其父与其兄预先迎上前去挫其锐气,苦苦规劝他也将报复限制在恫吓与示威之内,并宽恕国王——希律正是由国王提拔才达致如此显赫的权位——希律早已付诸实施了;他们并告诫道,他若因受召受审而激愤,亦理当因获释而感恩,不可面对不悦之事便兴兵反戈,而对获救之恩却忘恩负义。
εἰ δὲ δὴ λογιστέον εἴη καὶ πολέμου ῥοπὰς βραβεύεσθαι θεῷ, πλέον εἶναι τῆς στρατείας τὸ ἄδικον. διὸ δὴ καὶ περὶ τῆς νίκης οὐ χρὴ κατὰ πᾶν εὔελπιν εἶναι, μέλλοντά γε συμβαλεῖν βασιλεῖ καὶ συντρόφῳ καὶ πολλάκις μὲν εὐεργέτῃ, χαλεπῷ δὲ οὐδέποτε, πλὴν ὅσον πονηροῖς συμβούλοις χρώμενος ἐπισείσειεν αὐτῷ σκιὰν ἀδικήματος. πείθεται τούτοις Ἡρώδης ὑπολαβὼν εἰς τὰς ἐλπίδας αὔταρκες εἶναι καὶ τὸ τὴν ἰσχὺν ἐπιδείξασθαι τῷ ἔθνει.
再者,倘若必须考虑到战争的胜负乃由神明裁决,那么这次征讨的非正义性便更为重大。因此,他面对一位既是国王、自幼一同成长之伴侣、屡施恩惠且除在奸佞唆使下对其施以不公之虚惊外从未待其严苛之人,决不可对胜利满怀信心。希律听从了这些劝告,认为就其长远抱负而言,仅向全族展示武力便已足矣。
Κἀν τούτῳ γίνεται περὶ Ἀπάμειαν ταραχὴ Ῥωμαίων καὶ πόλεμος ἐμφύλιος, Καικιλίου μὲν Βάσσου διὰ τὴν εἰς Πομπήιον εὔνοιαν δολοφονήσαντος Σέξτον Καίσαρα καὶ τὴν ἐκείνου δύναμιν παραλαβόντος, τῶν δʼ ἄλλων Καίσαρος στρατηγῶν ἐπὶ τιμωρίᾳ τοῦ φόνου μετὰ δυνάμεως συνελθόντων.
正当此时,阿帕米亚一带爆发了罗马人的骚乱与内战:凯基利乌斯·巴苏斯出于对庞培的忠诚,刺杀了塞克斯图斯·恺撒并夺取其军队,而恺撒麾下的其他将领则率军集结,以惩处这起谋杀。
οἷς καὶ διὰ τὸν ἀνῃρημένον καὶ διὰ τὸν περιόντα Καίσαρα φίλους ὄντας ἀμφοτέρους2 ὁ Ἀντίπατρος διὰ τῶν παίδων ἔπεμψεν συμμαχίαν. μηκυνομένου δὲ τοῦ πολέμου Μοῦρκος μὲν ἀπὸ τῆς Ἰταλίας Σέξτου παραγίνεται διάδοχος, συνίσταται δὲ Ῥωμαίοις κατὰ τοῦτον τὸν καιρὸν ὁ μέγας πόλεμος Κασσίου καὶ Βρούτου κτεινάντων δόλῳ Καίσαρα κατασχόντα τὴν ἀρχὴν ἐπʼ ἔτη τρία καὶ μῆνας ἑπτά. μεγίστου δʼ ἐπὶ τῷ φόνῳ γενομένου κινήματος καὶ διαστασιασθέντων τῶν δυνατῶν ἕκαστος ἐλπίσιν οἰκείαις ἐχώρει πρὸς ὃ συμφέρειν ὑπελάμβανεν, καὶ δὴ καὶ Κάσσιος εἰς Συρίαν καταληψόμενος τὰς περὶ Ἀπάμειαν δυνάμεις.
安提帕特因遭弑者与在世的恺撒二人皆为其友,遂经由诸子向他们派遣援军。战事迁延之际,穆尔库斯自意大利赶来接替塞克斯图斯;在此期间,罗马人之间爆发了大内战:卡西乌斯与布鲁图斯设计刺杀了执掌大权三年零七个月的恺撒。这起刺杀引发了空前的动荡,权贵们分崩离析,各自怀着一己的希冀,投向自以为有利之处;卡西乌斯亦亲赴叙利亚,意欲接管阿帕米亚一带的军队。
ἔνθα Βάσσῳ τε Μοῦρκον καὶ τὰ διεστῶτα τάγματα διαλλάξας ἐλευθεροῖ μὲν Ἀπάμειαν τῆς πολιορκίας, ἡγούμενος δʼ αὐτὸς τῆς στρατιᾶς ἐπῄει φορολογῶν τὰς πόλεις καὶ παρὰ δύναμιν τὰς εἰσπράξεις ποιούμενος.
他在那里使穆尔库斯与巴苏斯及相互对峙的军团达成和解,解除了对阿帕米亚的围困;随后他亲率大军巡行,向各城课征重税,强索超出各城承受能力的款项。
Κελευσθὲν δὲ καὶ Ἰουδαίοις εἰσενεγκεῖν3 ἑπτακόσια τάλαντα δείσας Ἀντίπατρος τὴν ἀπειλὴν τοῦ Κασσίου τοῖς τε υἱοῖς διεῖλεν εἰσπράττειν τὰ χρήματα καί τισιν ἄλλοις τῶν ἐπιτηδείων κατὰ τάχος, ἐν οἷς καὶ Μαλίχῳ τινὶ τῶν διαφόρων· οὕτως ἤπειγεν ἡ ἀνάγκη.
当犹太人亦被勒令缴纳七百塔兰同时,安提帕特畏惧卡西乌斯的威吓,急忙将筹款任务分派给诸子及其他亲信,其中亦包括其政敌之一马利库斯;盖情势紧迫,不得不尔。
πρῶτος δʼ ἀπεμειλίξατο Κάσσιον Ἡρώδης τὴν ἑαυτοῦ μοῖραν ἐκ τῆς Γαλιλαίας κομίσας ἑκατὸν τάλαντα καὶ διὰ τοῦτο ἐν τοῖς μάλιστα φίλος ἦν. τοὺς δὲ λοιποὺς εἰς βραδυτῆτα κακίσας αὐταῖς ἐθυμοῦτο ταῖς πόλεσιν.
希律率先自加利利送来自己分摊的一百塔兰同以安抚卡西乌斯,由此成为其极亲密的友人。卡西乌斯则谴责其余之人拖沓延误,并对城镇本身大发雷霆。
Γόφνα γοῦν καὶ Ἀμμαοῦν καὶ δύο ἑτέρας τῶν ταπεινοτέρων ἐξανδραποδισάμενος ἐχώρει μὲν ὡς καὶ Μάλιχον ἀναιρήσων, ὅτι μὴ σπεύσας εἰσέπραξεν, ἐπέσχεν δὲ τὴν τούτου καὶ τὴν τῶν ἄλλων πόλεων ἀπώλειαν Ἀντίπατρος ταχέως ἑκατὸν ταλάντοις θεραπεύσας Κάσσιον.
他将戈夫纳、以马忤斯及另外两座较小的城镇之民掳为奴隶,并正欲前去处死马利库斯,因其未曾从速征调税款;然而安提帕特迅速以一百塔兰同讨得卡西乌斯的欢心,从而阻止了马利库斯的覆灭及其他城镇的浩劫。
- 1.214κἂν ἔφθη τοῦτο ποιήσας, εἰ μὴ
κἂν 为 καὶ ἄν 之合写。动词 φθάνω(不定过去时 ἔφθην)搭配补足分词 ποιήσας,意为“抢先做某事”;此处与表示非现实的 ἄν 连用,与条件从句 εἰ μὴ ... ἔκλασαν(直陈式过去时)构成过去反事实条件句的主句,意为“若非他们挫其锐气,他早已抢先付诸实施”。
- 1.217διὰ τὸν ἀνῃρημένον καὶ διὰ τὸν περιόντα Καίσαρα φίλους ὄντας ἀμφοτέρους
介词 διά 所接的两个宾格名词短语(被弑的塞克斯图斯·恺撒与在世的大恺撒)被宾格复数分词短语 φίλους ὄντας ἀμφοτέρους 作述语性同位修饰,针对全句主语安提帕特补充说明理由,意为“因两者(对他而言)皆为朋友”。
- 1.220Κελευσθὲν δὲ καὶ Ἰουδαίοις εἰσενεγκεῖν
κελευσθέν 为无人称使用的被动态不定过去时中性单数分词,构成无人称独立主格/宾格(impersonal absolute)结构。后接不定词短语 καὶ Ἰουδαίοις εἰσενεγκεῖν,用以交代时间与情势背景:“当犹太人亦被勒令缴纳时”。
