- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 6. Niese, Benedikt, editor. Berlin: Weidmann, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg004.humanitext-grc2:1.12-1.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
约瑟夫斯论证了自己为犹太人空前浩劫哀痛的正当性,并严厉批评同时代的希腊史家忽视当代重大事变、仅热衷于翻写古代题材的做法。随后他确立了全书的编写体例:略去前人已备述的远古历史,从先知绝迹处的哈斯蒙尼时代简要概述,重点详述自己亲历的犹太战争之全貌。
τὰ γοῦν πάντων ἀπʼ αἰῶνος ἀτυχήματα πρὸς τὰ Ἰουδαίων ἡττῆσθαι δοκῶ κατὰ σύγκρισιν·1 καὶ τούτων αἴτιος οὐδεὶς ἀλλόφυλος, ὥστε ἀμήχανον ἦν ὀδυρμῶν ἐπικρατεῖν. εἰ δέ τις οἴκτου σκληρότερος εἴη δικαστής, τὰ μὲν πράγματα τῇ ἱστορίᾳ προσκρινέτω, τὰς δʼ ὀλοφύρσεις τῷ γράφοντι.
无论如何,我认为自古以来全人类所遭遇的厄运,若加以比较,都比不上犹太人所承受的苦难;而造成这些苦难的并非任何外邦人,因此抑制哀痛是绝不可能的。然而,若有人在评判时冷酷得毫无怜悯之心,那么就请他将事实归于历史,而将哀悼归于作者本人。
Καίτοι γε ἐπιτιμήσαιμʼ ἂν αὐτὸς δικαίως τοῖς Ἑλλήνων λογίοις, οἳ τηλικούτων κατʼ αὐτοὺς πραγμάτων γεγενημένων, ἃ κατὰ σύγκρισιν ἐλαχίστους ἀποδείκνυσι τοὺς πάλαι πολέμους, τούτων μὲν κάθηνται κριταὶ τοῖς φιλοτιμουμένοις ἐπηρεάζοντες, ὧν εἰ καὶ τῷ λόγῳ πλεονεκτοῦσι, λείπονται τῇ προαιρέσει·2 αὐτοὶ δὲ τὰ Ἀσσυρίων καὶ Μήδων συγγράφουσιν ὥσπερ ἧττον καλῶς ὑπὸ τῶν ἀρχαίων συγγραφέων ἀπηγγελμένα.
然而,我理当严正谴责那些希腊学者:在他们自己的时代发生了如此重大的变故,足使古代的战争在对比之下显得微不足道,他们却以审判者自居,对那些奋发撰述之人百般毁谤;即便他们在文辞修辞上胜过后者,在志向操守上却甘居人后。他们自己反而去撰写亚述人和米底人的历史,仿佛这些内容此前未曾被古代史家充分记述过一样。
καίτοι τοσούτῳ τῆς ἐκείνων ἡττῶνται δυνάμεως ἐν τῷ γράφειν, ὅσῳ καὶ τῆς γνώμης· τὰ γὰρ κατʼ αὐτοὺς ἐσπούδαζον ἕκαστοι γράφειν, ὅπου καὶ τὸ παρατυχεῖν τοῖς πράγμασιν ἐποίει τὴν ἀπαγγελίαν ἐναργῆ καὶ τὸ ψεύδεσθαι παρʼ εἰδόσιν αἰσχρὸν ἦν.
然而,他们在撰述的力量上落后于古人,正如他们在识见上逊色于古人一般。因为古人每一个人都竭力记述自己时代的事件,身临其境使得记叙生动鲜明,而在知情者面前作伪则是可耻的行径。
τό γε μὴν μνήμῃ τὰ προϊστορηθέντα διδόναι καὶ τὰ τῶν ἰδίων χρόνων τοῖς μετʼ αὐτὸν συνιστάνειν ἐπαίνου καὶ μαρτυρίας ἄξιον· φιλόπονος δὲ οὐχ ὁ μεταποιῶν οἰκονομίαν καὶ τάξιν ἀλλοτρίαν, ἀλλʼ ὁ μετὰ τοῦ καινὰ λέγειν καὶ τὸ σῶμα τῆς ἱστορίας κατασκευάζων ἴδιον.
固然,将未曾载入史册之事交付记忆,并将自己时代的事迹留存给后世,乃是值得赞许和作证之举;但所谓勤勉之人,绝非那些仅是改动他人构思与编排者,而是那些在叙述新事的同时,亦亲自构建起历史之全貌体系的人。
κἀγὼ μὲν ἀναλώμασι καὶ πόνοις μεγίστοις ἀλλόφυλος ὢν Ἕλλησί τε καὶ Ῥωμαίοις τὴν μνήμην τῶν κατορθωμάτων ἀνατίθημι· τοῖς δὲ γνησίοις πρὸς μὲν τὰ λήμματα καὶ τὰς δίκας κέχηνεν εὐθέως τὸ στόμα καὶ γλῶσσα λέλυται, πρὸς δὲ τὴν ἱστορίαν, ἔνθα χρὴ τἀληθῆ λέγειν καὶ μετὰ πολλοῦ πόνου τὰ πράγματα συλλέγειν, πεφίμωνται παρέντες τοῖς ἀσθενεστέροις καὶ μηδὲ γινώσκουσι τὰς πράξεις τῶν ἡγεμόνων γράφειν. τιμάσθω δὴ παρʼ ἡμῖν τὸ τῆς ἱστορίας ἀληθές, ἐπεὶ παρʼ Ἕλλησιν ἠμέληται.
而我,虽为异族人,却付出极大的资财与辛劳,将这些功业的记录献给希腊人与罗马人;反观那些土生土长的希腊人,面对名利与诉讼便立即大张其口、巧舌如簧,但面对必须讲求真话、须费极多心血搜集史料的历史,他们却缄口不言,将之弃置于孱弱无能者以及根本不懂如何撰述统帅功勋之人的手中。既然历史的真实在希腊人那里已被弃绝,那么在我们这里就理当受到尊奉。
Ἀρχαιολογεῖν μὲν δὴ τὰ Ἰουδαίων, τίνες τε ὄντες καὶ ὅπως ἀπανέστησαν Αἰγυπτίων, χώραν τε ὅσην ἐπῆλθον ἀλώμενοι καὶ πόσα ἑξῆς κατέλαβον καὶ ὅπως μετανέστησαν, νῦν τε ἄκαιρον ᾠήθην εἶναι καὶ ἄλλως περιττόν, ἐπειδήπερ καὶ Ἰουδαίων πολλοὶ πρὸ ἐμοῦ τὰ τῶν προγόνων συνετάξαντο μετʼ ἀκριβείας καί τινες Ἑλλήνων ἐκεῖνα τῇ πατρίῳ φωνῇ μεταβαλόντες οὐ πολὺ τῆς ἀληθείας διήμαρτον.
至于追述犹太人的远古史——即他们究竟为何种族、如何脱离埃及人、在流浪中走过多少地域、随后相继占领多少土地以及如何迁徙——我认为在当下不仅不合时宜,而且亦属多余;因为在我之前,已有许多犹太人极其严密地编撰了祖先的事迹,且亦有若干希腊人将之译入母语,与史实相去不远。
ὅπου δʼ οἵ τε τούτων συγγραφεῖς ἐπαύσαντο καὶ οἱ ἡμέτεροι προφῆται, τὴν ἀρχὴν ἐκεῖθεν ποιήσομαι τῆς συντάξεως· τούτων δὲ τὰ μὲν τοῦ κατʼ ἐμαυτὸν πολέμου διεξοδικώτερον καὶ μεθʼ ὅσης ἂν ἐξεργασίας δύνωμαι δίειμι, τὰ δὲ προγενέστερα τῆς ἐμῆς ἡλικίας ἐπιδραμῶ συντόμως, ὡς Ἀντίοχος ὁ κληθεὶς Ἐπιφανὴς ἑλὼν κατὰ κράτος Ἱεροσόλυμα καὶ κατασχὼν ἔτεσι τρισὶ καὶ μησὶν ἓξ ὑπὸ τῶν Ἀσαμωναίου παίδων ἐκβάλλεται τῆς χώρας, ἔπειθʼ ὡς οἱ τούτων ἔγγονοι περὶ τῆς βασιλείας διαστασιάσαντες εἵλκυσαν εἰς τὰ πράγματα Ῥωμαίους καὶ Πομπήιον. καὶ ὡς Ἡρώδης ὁ Ἀντιπάτρου κατέλυσε τὴν δυναστείαν αὐτῶν ἐπαγαγὼν Σόσσιον, ὅπως τε ὁ λαὸς μετὰ τὴν Ἡρώδου τελευτὴν κατεστασίασεν Αὐγούστου μὲν Ῥωμαίων ἡγεμονεύοντος, Κυιντιλίου δὲ Οὐάρου κατὰ τὴν χώραν ὄντος, καὶ ὡς ἔτει δωδεκάτῳ τῆς Νέρωνος ἀρχῆς ὁ πόλεμος ἀνερράγη τά τε συμβάντα κατὰ Κέστιον καὶ ὅσα κατὰ τὰς πρώτας ὁρμὰς ἐπῆλθον οἱ Ἰουδαῖοι τοῖς ὅπλοις, ὅπως τε τὰς περιοίκους ἐτειχίσαντο,3 καὶ ὡς Νέρων ἐπὶ τοῖς Κεστίου πταίσμασι δείσας περὶ τῶν ὅλων Οὐεσπασιανὸν ἐφίστησι τῷ πολέμῳ, καὶ ὡς οὗτος μετὰ τοῦ πρεσβυτέρου τῶν παίδων εἰς τὴν Ἰουδαίων χώραν ἐνέβαλεν ὅσῃ τε χρώμενος Ῥωμαίων στρατιᾷ καὶ ὅσοι σύμμαχοι ἐκόπησαν εἰς ὅλην τὴν Γαλιλαίαν, καὶ ὡς τῶν πόλεων αὐτῆς ἃς μὲν ὁλοσχερῶς καὶ κατὰ κράτος ἃς δὲ διʼ ὁμολογίας ἔλαβεν·
然而,在这些史家与我们先知停笔之处,我便从那里开启我的著述。而在这些事迹中,关于我亲身经历的战争,我将尽可能详尽且极尽工巧地加以叙述;至于我所处世代之前的事件,我则将简要带过: 即被称为厄庇法涅斯的安条克如何以武力攻克耶路撒冷,在据守三年零六个月后被哈斯蒙尼的子孙驱逐出国境;随后这些人的后代如何为争夺王位陷入内讧,并将罗马人与庞培卷入其中;以及安提帕特之子希律如何引进索修斯而终结了他们的政权;以及在希律死后,正值奥古斯都统治罗马人、昆克蒂利乌斯·瓦鲁斯驻节当地之际,民众如何揭竿而起;战争又如何在尼禄在位的第十二年爆发,刻斯提乌斯遭遇了何等变故,犹太人在最初的进击中如何动用武力发动攻击;以及他们如何修筑周边城镇的城墙防御,尼禄因刻斯提乌斯的溃败而忧惧大局,如何委任韦斯伯芗督导战事;以及后者如何与其长子率军侵入犹太人地区,使用了何其规模的罗马军队,多少同盟军在整个加利利被击溃;以及在加利利的诸城中,他如何或彻底强攻陷落,或经由降约受降。
- 1.12τὰ γοῦν πάντων ἀπʼ αἰῶνος ἀτυχήματα πρὸς τὰ Ἰουδαίων ἡττῆσθαι δοκῶ κατὰ σύγκρισιν
δοκῶ 在此作人称构式(personal construction),与不定式 ἡττῆσθαι 连用,功能相当于无人称表达 δοκεῖ μοι(“我认为 / 在我看来……”)。不定式 ἡττῆσθαι(“不及 / 逊色于”)的逻辑主语为句首的 τὰ... ἀτυχήματα,与介词短语 πρὸς τὰ Ἰουδαίων 相呼应,全句意为“自古全人类的不幸若与犹太人的苦难相比,皆不能及”。
- 1.13τούτων μὲν κάθηνται κριταὶ τοῖς φιλοτιμουμένοις ἐπηρεάζοντες, ὧν εἰ καὶ τῷ λόγῳ πλεονεκτοῦσι, λείπονται τῇ προαιρέσει
关系代词 ὧν 的先行词是前文的与格分词 τοῖς φιλοτιμουμένοις(“满怀抱负/热诚撰述之人”)。属格 ὧν 受表示比较的动词 πλεονεκτοῦσι(“胜过 / 占优”)支配,构成对照:“即便他们在文辞(τῷ λόγῳ)上胜过这些人,在志向操守(τῇ προαιρέσει)上却居于劣势”。
- 1.21ὅπως τε τὰς περιοίκους ἐτειχίσαντο
τὰς περιοίκους 为带阴性定冠词的宾格形容词,此处省略了阴性名词 πόλεις(城邦/城镇)或 κώμας(村落)。中间态动词 ἐτειχίσαντο 表示“为自身防御而修筑城防”,全句意为“他们如何为周边的城镇修筑防御工事”。
