- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 6. Niese, Benedikt, editor. Berlin: Weidmann, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg004.humanitext-grc2:1.200-1.211
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
安提帕特重修城墙并委任儿子法萨厄尔与希律分治要地;希律因剿匪声名大振却遭宫廷奸佞构陷而被传受审,最终在塞克斯图斯·恺撒的干预与海尔卡努斯的偏袒下获赦。
τὰς μὲν δὴ τιμὰς ταύτας Καῖσαρ ἐπέστελλεν ἐν τῷ Καπετωλίῳ χαραχθῆναι τῆς τε αὐτοῦ δικαιοσύνης σημεῖον καὶ τῆς τἀνδρὸς ἐσομένας1 ἀρετῆς.
恺撒下令将这些殊荣铭刻在卡比托利欧山上,以此作为其自身公正及该人英勇的明证。
Ἀντίπατρος δὲ Καίσαρα προπέμψας ἐκ τῆς Συρίας εἰς Ἰουδαίαν ὑπέστρεψεν. καὶ πρῶτον μὲν τὸ τεῖχος ἀνεδείματο τῆς πατρίδος ὑπὸ Πομπηίου κατεστραμμένον καὶ τοὺς ἀνὰ τὴν χώραν θορύβους ἐπιὼν κατέστελλεν, ἀπειλητὴς ἅμα καὶ σύμβουλος ὢν ἑκάστοις, ὅτι τὰ μὲν Ὑρκανοῦ φρονοῦντες ἐν ὄλβῳ καὶ καθʼ ἡσυχίαν βιώσονται τῶν τε ἰδίων κτημάτων καὶ κοινῆς εἰρήνης ἀπολαύοντες· εἰ δὲ πείθοιντο ταῖς ψυχραῖς ἐλπίσιν τῶν νεωτερίζειν ἐπὶ κέρδεσιν οἰκείοις ἐθελόντων, ὡς αὐτόν τε πειράσουσιν ἀντὶ κηδεμόνος δεσπότην καὶ Ὑρκανὸν ἀντὶ βασιλέως τύραννον, Ῥωμαίους γε μὴν καὶ Καίσαρα πολεμίους ἀνθʼ ἡγεμόνων καὶ φίλων· οὐ γὰρ ἀνέξεσθαι μετακινούμενον ἐκ τῆς ἀρχῆς ὃν αὐτοὶ κατέστησαν.
安提帕特从叙利亚为恺撒送行后,便返回了犹太。他首先重建了遭庞培毁坏的父祖之城的城墙,并在巡视中平息了全国各地的骚乱,对众人既是警告者又是谏言者,声称若顺从海尔卡努斯,他们便能在繁荣与安宁中生活,尽享私产与公序和平;但若听从那些妄图谋求私利而作乱者的空洞企图,他们将发现安提帕特将由保护者沦为主人,海尔卡努斯将由国王沦为暴君,而罗马人及恺撒亦将由领袖与友人沦为仇敌;盖他们决不容许自己所扶立之人被逐出权位。
ἅμα δὲ ταῦτα λέγων καὶ διʼ αὑτοῦ καθίστατο τὴν χώραν ὁρῶν τὸν Ὑρκανὸν νωθῆ τε καὶ βασιλείας ἀτονώτερον. Φασάηλον μὲν δὴ τῶν παίδων τὸν πρεσβύτατον Ἱεροσολύμων καὶ τῶν πέριξ στρατηγὸν καθίστησιν, τὸν δὲ μετʼ αὐτὸν Ἡρώδην ἐπὶ τοῖς ἴσοις ἔστειλεν εἰς Γαλιλαίαν κομιδῇ νέον.
他在宣告这些的同时,眼见海尔卡努斯迟钝且对治理王权软弱无力,便亲自整饬国政。他任命长子法萨厄尔为耶路撒冷及其周边地区的行政长官,并将次子希律派遣至加利利,赋予同等职权,尽管希律当时极年轻。
Ὁ δὲ ὢν φύσει δραστήριος ὕλην εὐθέως εὑρίσκει τῷ φρονήματι. καταλαβὼν οὖν Ἐζεκίαν τὸν ἀρχιλῃστὴν τὰ προσεχῆ τῇ Συρίᾳ κατατρέχοντα μετὰ μεγίστου στίφους αὐτόν τε συλλαβὼν ἀποκτείνει καὶ πολλοὺς τῶν λῃστῶν.
希律天性果敢敏锐,随即为其雄心找到了用武之地。他捕获了率领极多党羽洗劫叙利亚毗连地区的大匪首埃泽基亚斯,将他及其麾下多数盗匪悉数诛杀。
ὃ δὴ μάλιστα τοῖς Σύροις ἡγεῖτο κεχαρισμένον· ὑμνεῖτο γοῦν ἀνά τε τὰς κώμας καὶ ἐν ταῖς πόλεσιν Ἡρώδης ὡς εἰρήνην αὐτοῖς καὶ τὰς κτήσεις ἀνασεσωκώς. γίνεται δʼ ἐκ τούτου καὶ Σέξτῳ Καίσαρι γνώριμος ὄντι συγγενεῖ τοῦ μεγάλου Καίσαρος καὶ διοικοῦντι τὴν Συρίαν.
此事深受叙利亚人赞许;在各村庄与城邦中,希律皆被颂扬为为他们重新夺回和平与财产之人。由此,他亦得以结识大恺撒的亲属、掌管叙利亚的塞克斯图斯·恺撒。
πρὸς δὲ τὸν ἀδελφὸν εὐδοκιμοῦντα καὶ Φασάηλος ἐφιλοτιμεῖτο τὴν ἀγαθὴν ἔριν τοὺς ἐν τοῖς Ἱεροσολύμοις εὐνουστέρους καθιστάμενος καὶ διʼ αὑτοῦ μὲν ἔχων τὴν πόλιν μηδὲν δὲ ἀπειροκάλως εἰς τὴν ἐξουσίαν ἐξυβρίζων.
法萨厄尔面对弟弟享有的美誉,亦展开了良性的竞争,他竭力博取耶路撒冷民众的爱戴,亲自主政该城,却绝未滥用权柄而有失体统地恣意妄为。
ἐντεῦθεν Ἀντιπάτρῳ θεραπεία τε ἦν ἐκ τοῦ ἔθνους βασιλικὴ καὶ τιμαὶ παρὰ πάντων ὡς δεσπότῃ τῶν ὅλων· οὐ μὴν αὐτὸς τῆς πρὸς Ὑρκανὸν εὐνοίας ἢ πίστεώς τι μετεκίνησεν.
自此,安提帕特自全族受到王者一般的奉戴,被万人尊若统领全局的领主;然而他自身对海尔卡努斯的善意与忠诚却未有丝毫动摇。
Ἀμήχανον δʼ ἐν εὐπραγίαις φθόνον διαφυγεῖν· Ὑρκανὸς γοῦν ἤδη μὲν καὶ καθʼ ἑαυτὸν ἡσυχῆ πρὸς τὸ κλέος τῶν νεανίσκων ἐδάκνετο, μάλιστα δὲ ἐλύπει τὰ Ἡρώδου κατορθώματα καὶ κήρυκες ἐπάλληλοι τῆς καθʼ ἕκαστον εὐδοξίας προστρέχοντες πολλοὶ [δὲ] τῶν ἐν τοῖς βασιλείοις βασκάνων ἠρέθιζον, οἷς ἢ τὸ τῶν παίδων ἢ τὸ Ἀντιπάτρου σωφρονικὸν προσίστατο,2 λέγοντες ὡς Ἀντιπάτρῳ καὶ τοῖς υἱοῖς αὐτοῦ παραχωρήσας τῶν πραγμάτων καθέζοιτο τοὔνομα μόνον βασιλέως ἔχων ἔρημον ἐξουσίας. καὶ μέχρι τοῦ πλανηθήσεται καθʼ ἑαυτοῦ βασιλεῖς ἐπιτρέφων; οὐδὲ γὰρ εἰρωνεύεσθαι τὴν ἐπιτροπὴν αὐτοὺς ἔτι, φανεροὺς δὲ εἶναι δεσπότας παρωσαμένους ἐκεῖνον, εἴ γε μήτε ἐντολὰς δόντος μήτε ἐπιστείλαντος αὐτοῦ τοσούτους παρὰ τὸν τῶν Ἰουδαίων νόμον ἀνῄρηκεν Ἡρώδης· ὅν, εἰ μὴ βασιλεύς ἐστιν ἀλλʼ ἔτι ἰδιώτης, δεῖν ἐπὶ δίκην ἥκειν ἀποδώσοντα λόγον αὐτῷ τε καὶ τοῖς πατρίοις νόμοις, οἳ κτείνειν ἀκρίτους οὐκ ἐφιᾶσιν.
然而,身处顺境绝难免遭嫉妒。海尔卡努斯固然早已因年轻人的威名在心中暗生嫉恨,而希律的赫赫战功尤令其苦恼,加之宣告各自功绩的信使络绎不绝,王宫中许多嫉恨之徒亦大肆煽风点火——这批人对诸子或安提帕特的持重自守深感不悦——他们声称,海尔卡努斯既然已将国政大权让与安提帕特及其诸子,如今不过虚有王名,权柄荡然无存。他究竟还要被蒙蔽至何时,竟在身边养痈遗患、培育与自己分庭抗礼的王者?盖这批人甚至不再伪装摄政,而是已将他撇在一旁,公然成为独裁主宰;若非如此,希律又何以在既无其手令亦无其谕示的情况下,违背犹太律法擅杀这许多人?若希律并非国王而仍是一介平民,便理应到庭受审,向海尔卡努斯本人以及不许未经审判便处决人命的祖宗律法作出交代。
Τούτοις κατὰ μικρὸν Ὑρκανὸς ἐξεκαίετο καὶ τὴν ὀργὴν τελευταῖον ἐκρήξας ἐκάλει κριθησόμενον τὸν Ἡρώδην. ὁ δὲ καὶ τοῦ πατρὸς παραινοῦντος καὶ τῶν πραγμάτων διδόντων παρρησίαν ἀνῄει φρουραῖς διαλαβὼν πρότερον τὴν Γαλιλαίαν. ᾔει δὲ μετὰ καρτεροῦ στίφους, ὡς μήτε καταλύειν δόξειεν Ὑρκανὸν λαμπρὰν ἄγων δύναμιν μήτε γυμνὸς ἐμπέσοι τῷ φθόνῳ.
海尔卡努斯听罢这些话,怒火渐炽,终至爆发,遂传唤希律前来受审。希律遵从父训,加之局势亦赋予其底气,在预先用驻军防守加利利后便前往耶路撒冷。他率领一支精锐队伍同行,既不致因统率过分显赫的大军而被疑企图推翻海尔卡努斯,又不致赤手空拳落入嫉恨者的罗网。
Σέξτος δὲ Καῖσαρ δείσας περὶ τῷ νεανίᾳ, μή τι παρὰ τοῖς ἐχθροῖς ἀποληφθεὶς πάθῃ, πέμπει πρὸς Ὑρκανὸν τοὺς παραγγελοῦντας διαρρήδην ἀπολύειν Ἡρώδην τῆς φονικῆς δίκης. ὁ δὲ καὶ ἄλλως ὡρμημένος, ἠγάπα γὰρ Ἡρώδην, ἀποψηφίζεται.3
塞克斯图斯·恺撒唯恐这位年轻人陷入敌围而遭不测,便派遣使者前往海尔卡努斯处,明令免除希律的死罪控告。海尔卡努斯原本亦有此意,盖他向来喜爱希律,遂裁定其无罪。
- 1.200ἐσομένας
阴性宾格复数将来分词,修饰句首的不定式 χαραχθῆναι 的宾格主语 τὰς μὲν δὴ τιμὰς ταύτας。中性单数名词 σημεῖον 用作谓语性宾格(述语宾格),表达“使这些殊荣成为……明证”的目的或结果含义。
- 1.208οἷς ἢ τὸ τῶν παίδων ἢ τὸ Ἀντιπάτρου σωφρονικὸν προσίστατο
动词 προσίστατο 支配与格 οἷς,具有“令人生厌、触犯、令……感到不适”的习惯用法。主语是中性名词化短语 τὸ ... σωφρονικὸν(审慎、克制),整句表达“诸子或安提帕特的克己与审慎令那些廷臣感到眼中钉一般的不悦”。
- 1.211ἀποψηφίζεται
仅用中动语态的异相动词 ἀποψηφίζομαι 的现在时(历史现在时),意为“投票宣告无罪、裁定无罪”。
