← 弗拉维奥·约瑟夫斯

犹太战记

§1.188-1.199

安提帕特的埃及战功与就任犹太长官

安提帕特在埃及远征中协助米特里达梯屡建奇功,赢得了恺撒的极大信任与罗马公民权。阿里斯托布卢斯之子安提柯在恺撒面前对其实施控告,安提帕特以展示遍体伤痕予以驳斥,最终被任命为全犹太的长官。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.188

παρώρμησεν δὲ καὶ τοὺς ἐν Συρίᾳ δυνατοὺς ἐπὶ τὴν βοήθειαν τόν τε ἔποικον τοῦ Λιβάνου Πτολεμαῖον καὶ Ἰάμβλιχον, διʼ οὓς αἱ ταύτῃ πόλεις ἑτοίμως συνεφήψαντο τοῦ πολέμου.

安提帕特还策动了叙利亚的权贵出兵相助,包括黎巴嫩的定居者托勒密以及伊阿姆布利科斯;因他们的缘故,该地区的诸城邦皆欣然参战。

§1.189

καὶ θαρρῶν ἤδη Μιθριδάτης τῇ προσγενομένῃ διʼ Ἀντίπατρον ἰσχύι πρὸς τὸ Πηλούσιον ἐξελαύνει κωλυόμενός τε διελθεῖν ἐπολιόρκει τὴν πόλιν. γίνεται δὲ κἀν τῇ προσβολῇ διασημότατος Ἀντίπατρος· τὸ γὰρ κατʼ αὐτὸν μέρος τοῦ τείχους διαρρήξας πρῶτος εἰσεπήδησεν εἰς τὴν πόλιν μετὰ τῶν σὺν αὐτῷ.

此时米特里达梯凭借通过安提帕特所得的增援而信心倍增,进军贝鲁西亚;在通行受阻后,便包围了该城。安提帕特在强攻中表现得最为杰出;盖他突破了正对着自己的那段城墙,率领麾下将士率先跃入城中。

§1.190

Καὶ τὸ Πηλούσιον μὲν ἑάλω, πρόσω δʼ αὐτὸν ἰόντα εἶργον αὖθις οἱ τὴν Ὀνίου προσαγορευομένην χώραν κατέχοντες· ἦσαν δὲ Ἰουδαῖοι Αἰγύπτιοι. τούτους Ἀντίπατρος οὐ μόνον μὴ κωλύειν ἔπεισεν, ἀλλὰ καὶ τὰ ἐπιτήδεια τῇ δυνάμει παρασχεῖν· ὅθεν οὐδὲ οἱ κατὰ Μέμφιν ἔτι εἰς χεῖρας ἦλθον, ἑκούσιοι δὲ προσέθεντο Μιθριδάτῃ.

贝鲁西亚虽被攻克,但在他继续挺进时,据守所谓奥尼亚斯领地的人再次阻拦了他的去路;他们乃是埃及的犹太人。安提帕特不仅说服他们切勿阻挠,更让他们为大军提供了必需给养;由此,孟菲斯一带的人亦未再交锋,反而自愿归附了米特里达梯。

§1.191

κἀκεῖνος ἤδη τὸ Δέλτα περιελθὼν συνέβαλλεν τοῖς λοιποῖς Αἰγυπτίοις εἰς μάχην κατὰ χῶρον, ὃς Ἰουδαίων στρατόπεδον καλεῖται. κινδυνεύοντα δʼ αὐτὸν ἐν τῇ παρατάξει σὺν ὅλῳ τῷ δεξιῷ κέρατι ῥύεται περιελθὼν Ἀντίπατρος παρὰ τὸν αἰγιαλὸν τοῦ ποταμοῦ· τῶν γὰρ καθʼ ἑαυτὸν ἐκράτει τὸ λαιὸν ἔχων κέρας· ἔπειτα προσπεσὼν τοῖς διώκουσι Μιθριδάτην ἀπέκτεινεν πολλοὺς καὶ μέχρι τοσούτου τοὺς καταλειπομένους ἐδίωξεν ὡς καὶ τὸ στρατόπεδον αὐτῶν ἑλεῖν. ὀγδοήκοντα δὲ μόνους τῶν ἰδίων ἀπέβαλεν, καὶ Μιθριδάτης ἐν τῇ τροπῇ περὶ ὀκτακοσίους. σωθεὶς δʼ αὐτὸς παρʼ ἐλπίδα μάρτυς ἀβάσκανος γίνεται πρὸς Καίσαρα τῶν Ἀντιπάτρου κατορθωμάτων.

米特里达梯此时已绕过三角洲,在被称为“犹太人军营”的地方与其余埃及军队交锋。当他在阵线中与整个右翼同陷危局之际,安提帕特沿着河岸迂回包抄,将他解救了出来;盖他当时统领左翼,制服了当面的敌军。随后他突袭追击米特里达梯之敌,斩杀甚众,并穷追溃卒直至攻占其营寨。他自己仅损失了八十名部属,而米特里达梯在溃败中却折损了约八百人。绝处逢生的米特里达梯本人毫不吝惜地向恺撒见证了安提帕特的赫赫战功。

§1.193

Ὁ δὲ τότε μὲν τὸν ἄνδρα τοῖς ἐπαίνοις καὶ ταῖς ἐλπίσιν εἰς τοὺς ὑπὲρ αὐτοῦ κινδύνους ἐπέρρωσεν, ἐν οἷς πᾶσιν παραβολώτατος ἀγωνιστὴς γενόμενος καὶ πολλὰ τρωθεὶς ἐφʼ ὅλου σχεδὸν τοῦ σώματος εἶχεν τὰ σημεῖα τῆς ἀρετῆς.

恺撒当时便以赞誉和厚望激励安提帕特为自己承受种种危险;在所有这些战斗中,安提帕特都成了一名极其勇毅的斗士,身负多处创伤,几乎在周身各处都留下了英勇的印记。

§1.194

αὖθις δὲ καταστησάμενος τὰ κατὰ τὴν Αἴγυπτον ὡς ἐπανῆκεν εἰς Συρίαν, πολιτείᾳ τε αὐτὸν τῇ Ῥωμαίων ἐδωρήσατο καὶ ἀτελείᾳ τῆς τε ἄλλης τιμῆς καὶ φιλοφρονήσεως ἕνεκεν ζηλωτὸν ἐποίησεν καὶ τὴν ἀρχιερωσύνην δὲ διʼ αὐτὸν ἐπεκύρωσεν Ὑρκανῷ.

其后,恺撒在平定埃及局势回到叙利亚时,赐予他罗马公民权并免除其贡税,因其他殊荣与礼遇而令他为人称羡,并因他的缘故为海尔卡努斯确认了大祭司之职。

§1.195

Κατʼ αὐτὸ δὲ καὶ Ἀντίγονος ὁ Ἀριστοβούλου πρὸς τὸν Καίσαρα παρὼν γίνεται παραδόξως Ἀντιπάτρῳ μείζονος προκοπῆς αἴτιος· δέον γὰρ ἀποδύρεσθαι1 περὶ τοῦ πατρὸς πεφαρμάχθαι δοκοῦντος ἐκ τῶν πρὸς Πομπήιον διαφορῶν καὶ περὶ τἀδελφοῦ τὴν Σκιπίωνος ὠμότητα μέμφεσθαι καὶ μηδὲν εἰς τὸν ἔλεον παραμῖξαι φθονερὸν πάθος, ὁ δὲ ἐπὶ τούτοις Ὑρκανοῦ καὶ Ἀντιπάτρου κατηγόρει παρελθών, ὡς παρανομώτατα μὲν αὐτὸν μετὰ τῶν ἀδελφῶν πάσης ἀπελαύνοιεν2 τῆς πατρίου γῆς, πολλὰ δʼ εἰς τὸ ἔθνος αὐτοὶ διὰ κόρον ἐξυβρίζοιεν, καὶ ὅτι τὴν εἰς Αἴγυπτον συμμαχίαν οὐκ ἐπʼ εὐνοίᾳ αὐτῷ πέμψειαν, ἀλλὰ κατὰ δέος τῶν πάλαι διαφορῶν καὶ τὴν πρὸς τὸν Πομπήιον φιλίαν ἀποσκευαζόμενοι.

正值此时,阿里斯托布卢斯之子安提柯亦来到恺撒面前,出人意料地促成了安提帕特更大的腾达。盖他本应为因与庞培交恶而被疑遭鸩杀的父亲哀悼,为兄长之事谴责西庇阿之残酷,而不该在祈求怜悯之际掺杂任何嫉恨之情,然而他却出面在此之上指控海尔卡努斯与安提帕特,声称他们极不公道地将他及其兄弟逐出全部父祖故土,自身又因骄横而对本族施行诸多暴虐,且他们派遣援军前往埃及并非出于对恺撒的善意,而是出于对往昔宿怨的恐惧,以及企图抹去昔日与庞培的友谊。

§1.197

Πρὸς ταῦτα ὁ Ἀντίπατρος ἀπορρίψας τὴν ἐσθῆτα τὸ πλῆθος ἐπεδείκνυεν τῶν τραυμάτων, καὶ περὶ μὲν τῆς εἰς Καίσαρα εὐνοίας οὐκ ἔφη λόγου δεῖν αὐτῷ· κεκραγέναι γὰρ τὸ σῶμα σιωπῶντος·3 Ἀντιγόνου δὲ θαυμάζειν τὴν τόλμαν, εἰ πολεμίου Ῥωμαίων υἱὸς ὢν καὶ Ῥωμαίων δραπέτου καὶ τὸ νεωτεροποιὸς εἶναι καὶ στασιώδης αὐτὸς πατρῷον ἔχων, παρὰ τῷ Ῥωμαίων ἡγεμόνι κατηγορεῖν ἐπικεχείρηκεν ἑτέρων καὶ πειρᾶται τυχεῖν ἀγαθοῦ τινος, δέον ἀγαπᾶν ὅτι ζῇ· καὶ γὰρ νῦν ἐφίεσθαι πραγμάτων οὐ τοσοῦτον διʼ ἀπορίαν, ἀλλʼ ἵνα Ἰουδαίους διαστασιάσῃ παρελθὼν καὶ χρήσηται κατὰ τῶν δόντων ταῖς ἀφορμαῖς.

对此,安提帕特脱下外衣,展示出遍体的累累伤痕,并称关于自己对恺撒的忠诚,他根本无需多言;因为即便自己保持缄默,其身躯亦已在高声呐喊;他倒对安提柯的胆大妄为感到惊诧,此人身为罗马人之宿敌及叛逃者的儿子,自己亦从其父继承了作乱与谋叛的秉性,竟敢在罗马统帅面前控告他人并妄图谋取某种利益,而他本该仅仅为自己尚能偷生而庆幸;盖他如今谋求权柄,亦非真因困顿无依,而是为了在插手之后煽动犹太人内讧,并利用这些凭借去对付施恩于他的人。

§1.199

Τούτων Καῖσαρ ἀκούσας Ὑρκανὸν μὲν ἀξιώτερον τῆς ἀρχιερωσύνης ἀπεφήνατο, Ἀντιπάτρῳ δὲ δυναστείας αἵρεσιν ἔδωκεν. ὁ δʼ ἐπὶ τῷ τιμήσαντι τὸ μέτρον τῆς τιμῆς θέμενος4 πάσης ἐπίτροπος Ἰουδαίας ἀποδείκνυται καὶ προσεπιτυγχάνει τὰ τείχη τῆς πατρίδος ἀνακτίσαι κατεστραμμένα.

恺撒听罢这些陈词,判定海尔卡努斯更堪当大祭司之位,并赋予安提帕特自择统领权位之自由。但安提帕特将受封赏赐之度全凭赐封者定夺,遂被任命为全犹太的长官,并额外获准重建其父祖之城已遭毁坏的城墙。

语法注4 条
  1. 1.195δέον γὰρ ἀποδύρεσθαι

    δέον 为无人称动词 δεῖ 的绝对宾格(accusative absolute),表让步或转折(“本应哀悼……”),在逻辑上与后文的主句 ὁ δὲ ... κατηγόρει(“然而他却出面控告……”)形成鲜明对照。

  2. 1.196ὡς παρανομώτατα μὲν αὐτὸν μετὰ τῶν ἀδελφῶν πάσης ἀπελαύνοιεν

    希求式 ἀπελαύνοιεν(以及随后的 ἐξυβρίζοιεν 和 πέμψειαν)是由过去时主动词 κατηγόρει 引出的间接引语希求式(oblique optative),用以标示这些内容为指控者安提柯的说辞,而非作者本人的断言。

  3. 1.197κεκραγέναι γὰρ τὸ σῶμα σιωπῶντος

    间接引语中的完成时不定式 κεκραγέναι 的逻辑主语为 τὸ σῶμα,属格分词 σιωπῶντος 则与被省略的代词 αὐτοῦ(指安提帕特自身)构成属格绝对分词结构(“即便他本人沉默不语,其身躯亦在大声呐喊”),形成了修辞上的对比。

  4. 1.199ἐπὶ τῷ τιμήσαντι τὸ μέτρον τῆς τιμῆς θέμενος

    ἐπί 搭配与格 τῷ τιμήσαντι(“赐予荣宠者”,即恺撒)表示“交由……定夺/置于……裁量之下”,中相分词 θέμενος 表主动决定(“将赏赐的限度交由施恩者定夺”),体现了安提帕特谦逊托付的态度。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0526.tlg004.humanitext-grc2:1.188-1.199