- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 6. Niese, Benedikt, editor. Berlin: Weidmann, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg004.humanitext-grc2:1.176-1.187
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
加比尼乌斯击溃亚历山大再次发动的叛乱后将叙利亚移交给克拉苏;其后的内战中阿里斯托布卢斯父子遭庞培党人诛杀,而安提帕特则通过归附恺撒进一步巩固了权势。
τῆς δʼ ἄλλης Συρίας πρὸς τὸν Γαβινίου χωρισμὸν κινηθείσης1 καὶ Ἰουδαίους πάλιν ἀπέστησεν Ἀλέξανδρος ὁ Ἀριστοβούλου, μεγίστην δὲ συγκροτήσας δύναμιν ὥρμητο πάντας τοὺς κατὰ τὴν χώραν Ῥωμαίους ἀνελεῖν.
叙利亚其余各地因加比尼乌斯离去而发生骚动,阿里斯托布卢斯之子亚历山大乘机再次煽动犹太人叛乱,并集结起一支极为庞大的军队,决意将该地区的罗马人尽数诛灭。
πρὸς ὃ Γαβίνιος δείσας, ἤδη δὲ παρῆν ἀπʼ Αἰγύπτου τοῖς τῇδε θορύβοις ἠπειγμένος, ἐπὶ τινὰς μὲν τῶν ἀφεστώτων Ἀντίπατρον προπέμψας μετέπεισεν, συνέμενον δὲ Ἀλεξάνδρῳ τρεῖς μυριάδες, κἀκεῖνος ὥρμητο πολεμεῖν. οὕτως ἔξεισιν πρὸς μάχην. ὑπήντων δὲ οἱ Ἰουδαῖοι, καὶ συμβαλόντων περὶ τὸ Ἰταβύριον ὄρος μύριοι μὲν ἀναιροῦνται, τὸ δὲ λοιπὸν πλῆθος ἐσκεδάσθη φυγῇ.
加比尼乌斯对此深感忧虑,因当地骚乱的紧迫催促,他已自埃及赶回,遂先行派遣安提帕特前往说服一部分叛乱者归顺;然而仍有三万人留在亚历山大麾下,且他执意交战。于是加比尼乌斯出军迎战。犹太人前来迎敌,双方在伊塔比里昂山附近交锋,犹太人被斩杀一万,余众则四散溃逃。
καὶ Γαβίνιος ἐλθὼν εἰς Ἱεροσόλυμα πρὸς τὸ Ἀντιπάτρου βούλημα κατεστήσατο τὴν πολιτείαν. ἔνθεν ὁρμήσας Ναβαταίων τε μάχῃ κρατεῖ καὶ Μιθριδάτην καὶ Ὀρσάνην φυγόντας ἐκ Πάρθων κρύφα μὲν ἀπέπεμψεν, παρὰ δὲ τοῖς στρατιώταις ἔλεγεν ἀποδρᾶναι.
加比尼乌斯随后进抵耶路撒冷,依照安提帕特的意愿整顿了政体。自该地出发后,他通过战斗击溃了纳巴泰人,并秘密放走了自帕提亚逃来的米特里达梯和奥尔萨内斯,却对士兵们托称他们是自行逃脱的。
Κἀν τούτῳ Κράσσος αὐτῷ διάδοχος ἐλθὼν παραλαμβάνει Συρίαν. οὗτος εἰς τὴν ἐπὶ Πάρθους στρατείαν τόν τε ἄλλον τοῦ ἐν Ἱεροσολύμοις ναοῦ χρυσὸν πάντα περιεῖλεν καὶ τὰ δισχίλια τάλαντα ἦρεν, ὧν ἀπέσχετο Πομπήιος. διαβὰς δὲ τὸν Εὐφράτην αὐτός τε ἀπώλετο καὶ ὁ στρατὸς αὐτοῦ, περὶ ὧν οὐ νῦν καιρὸς λέγειν.
正当此时,克拉苏作为他的接任者抵达并接管了叙利亚。为了远征帕提亚,克拉苏搜刮净尽了耶路撒冷圣殿中的其余全部黄金,并取走了庞培未曾染指的两千塔兰同。然而他渡过幼发拉底河后,自己与其军队一同覆灭,关于此事眼下并非详述之时。
Πάρθους δὲ μετὰ τὸν Κράσσον ἐπιδιαβαίνειν εἰς Συρίαν ὡρμημένους ἀνέκοπτεν Κάσσιος εἰς τὴν ἐπαρχίαν διαφυγών. περιποιησάμενος δὲ αὐτὴν ἐπὶ Ἰουδαίους ἠπείγετο, καὶ Ταριχέας μὲν ἑλὼν εἰς τρεῖς μυριάδας Ἰουδαίων ἀνδραποδίζεται, κτείνει δὲ καὶ Πειθόλαον τοὺς Ἀριστοβούλου στασιαστὰς ἐπισυνιστάντα· τοῦ φόνου δὲ ἦν σύμβουλος Ἀντίπατρος.
在克拉苏败亡后,帕提亚人企图渡河入侵叙利亚,逃入行省的卡西乌斯阻遏了他们的攻势。在确保了行省安全之后,他急速进军犹太,攻克塔里切埃并将多达三万名犹太人贬为奴隶,还诛杀了重新纠集阿里斯托布卢斯叛党的培托劳斯;而安提帕特正是这一处决的促成者与谋划者。
τούτῳ γήμαντι γυναῖκα τῶν ἐπισήμων ἐξ Ἀραβίας Κύπρον τοὔνομα τέσσαρες μὲν υἱεῖς γίνονται, Φασάηλος καὶ ὁ βασιλεὺς αὖθις Ἡρώδης, πρὸς οἷς Ἰώσηπος καὶ Φερώρας καὶ Σαλώμη θυγάτηρ. ἐξῳκειωμένος δὲ τοὺς πανταχοῦ δυνατοὺς φιλίαις τε καὶ ξενίαις μάλιστα προσηγάγετο τὸν Ἀράβων βασιλέα διὰ τὴν ἐπιγαμβρίαν, κἀπειδὴ τὸν πρὸς τὸν Ἀριστόβουλον ἀνείλετο πόλεμον, ἐκείνῳ παρακαταθήκην ἔπεμψεν τὰ τέκνα.
安提帕特娶了一位来自阿拉伯的名门女子,名唤塞浦路斯,生有四子:法萨埃尔、后来成为国王的希律,此外还有约瑟普斯、费罗拉斯以及女儿莎乐美。他通过友谊与宾客之谊结交了各地的权贵,尤其因姻亲关系而拉拢了阿拉伯人的国王;当他决意发动反对阿里斯托布卢斯的战争时,便将子女寄托在阿拉伯王那里加以照护。
Κάσσιος δὲ κατὰ συνθήκας ἡσυχάζειν Ἀλέξανδρον ἀναγκάσας ἐπὶ τὸν Εὐφράτην ὑπέστρεψεν Πάρθους διαβαίνειν ἀνείρξων, περὶ ὧν ἐν ἑτέροις ἐροῦμεν.
卡西乌斯依照条约迫使亚历山大保持驯服后,便折返幼发拉底河以阻止帕提亚人渡河,关于这些我们在别处再作叙述。
Καῖσαρ δὲ Πομπηίου καὶ τῆς συγκλήτου φυγόντων ὑπὲρ τὸν Ἰόνιον Ῥώμης καὶ τῶν ὅλων κρατήσας ἀνίησι μὲν τῶν δεσμῶν τὸν Ἀριστόβουλον, παραδοὺς δʼ αὐτῷ δύο τάγματα κατὰ τάχος ἔπεμψεν εἰς Συρίαν, ταύτην τε ῥᾳδίως ἐλπίσας καὶ τὰ περὶ τὴν Ἰουδαίαν διʼ αὐτοῦ προσάξεσθαι.
此时,庞培与元老院逃往伊奥尼亚海对岸,恺撒掌控了罗马及大局,遂解除了阿里斯托布卢斯的镣铐,交予他两个军团,急速派往叙利亚,期望通过他轻而易举地将叙利亚及犹太各处局势收揽于己方。
φθάνει δʼ ὁ φθόνος καὶ τὴν Ἀριστοβούλου προθυμίαν καὶ τὰς Καίσαρος ἐλπίδας· φαρμάκῳ γοῦν ἀναιρεθεὶς ὑπὸ τῶν τὰ Πομπηίου φρονούντων μέχρι πολλοῦ μὲν οὐδὲ ταφῆς ἐν τῇ πατρῴᾳ χώρᾳ μετεῖχεν, ἔκειτο δὲ μέλιτι συντηρούμενος ὁ νεκρὸς αὐτοῦ, ἕως ὑπʼ Ἀντωνίου Ἰουδαίοις ἐπέμφθη τοῖς βασιλικοῖς μνημείοις ἐνταφησόμενος.
然而忌恨抢先粉碎了阿里斯托布卢斯的雄心与恺撒的期冀;他被庞培党人以毒药杀害,在很长一段时间内甚至未能在父祖故土得享安葬,其尸身浸于蜂蜜之中得以保存,直至后来由安东尼送还给犹太人,方才安葬于王家陵墓之中。
Ἀναιρεῖται δὲ καὶ ὁ υἱὸς αὐτοῦ Ἀλέξανδρος πελέκει ὑπὸ Σκιπίωνος ἐν Ἀντιοχείᾳ Πομπηίου τοῦτʼ ἐπιστείλαντος καὶ γενομένης κατηγορίας πρὸ τοῦ βήματος ὧν Ῥωμαίους ἔβλαψεν.2 τοὺς δʼ ἀδελφοὺς αὐτοῦ Πτολεμαῖος ὁ Μενναίου παραλαβών,3 ὃς ἐκράτει τῆς ὑπὸ τῷ Λιβάνῳ Χαλκίδος, Φιλιππίωνα τὸν υἱὸν ἐπʼ αὐτοὺς εἰς Ἀσκάλωνα πέμπει.
其子亚历山大亦在庞培手令下,因其所造成的对罗马人的侵害在审判台前遭到指控,随后在安条克被西庇阿以斧处决。为了接管其兄弟姊妹,统治黎巴嫩山下卡尔基斯的门奈乌斯之子托勒密,派遣其子菲利皮翁前往阿斯卡隆迎取他们。
κἀκεῖνος ἀποσπάσας τῆς Ἀριστοβούλου γυναικὸς Ἀντίγονον καὶ τὰς ἀδελφὰς αὐτοῦ πρὸς τὸν πατέρα ἀνήγαγεν. ἁλοὺς δʼ ἔρωτι γαμεῖ τὴν ἑτέραν καὶ μετὰ ταῦτα ὑπὸ τοῦ πατρὸς διʼ αὐτὴν κτείνεται· γαμεῖ γὰρ Πτολεμαῖος τὴν Ἀλεξάνδραν ἀνελὼν τὸν υἱὸν καὶ διὰ τὸν γάμον κηδεμονικώτερος αὐτὸς ἦν πρὸς τοὺς ἀδελφούς.
菲利皮翁将安提柯及其姊妹从阿里斯托布卢斯的妻子身旁带走,引至其父面前。然而他坠入爱河,娶了其中一位女子为妻,其后却因她而被其生父诛杀;盖托勒密诛杀其子后,自己娶了亚历山德拉,并因这层婚姻之故,亲自对她的兄弟们给予了更为关切的庇护。
Ἀντίπατρος δὲ μετὰ τὴν Πομπηίου τελευτὴν μεταβὰς ἐθεράπευεν Καίσαρα, κἀπειδὴ Μιθριδάτης ὁ Περγαμηνὸς μεθʼ ἧς ἦγεν ἐπʼ Αἴγυπτον δυνάμεως εἰργόμενος τῶν κατὰ τὸ Πηλούσιον ἐμβολῶν ἐν Ἀσκάλωνι κατείχετο, τούς τε Ἄραβας ξένος ὢν ἔπεισεν ἐπικουρῆσαι καὶ αὐτὸς ἧκεν ἄγων Ἰουδαίων εἰς τρισχιλίους ὁπλίτας.
庞培死后,安提帕特转而侍奉恺撒;当佩加蒙的米特里达梯率军开赴埃及时,因贝鲁西亚要冲受阻而滞留于阿斯卡隆,安提帕特便说服与自己有宾客之谊的阿拉伯人出兵相助,自己亦亲自统率约三千名犹太重装步兵前去驰援。
- 1.176τῆς δʼ ἄλλης Συρίας πρὸς τὸν Γαβινίου χωρισμὸν κινηθείσης
介词短语 πρὸς τὸν Γαβινίου χωρισμόν 修饰属格独立结构中的分词 κινηθείσης,表示时间或引发事态的契机(“趁加比尼乌斯离开之际”或“因加比尼乌斯的离去而”)。πρός 接宾格在此表示诱发后继动荡的外部事由。
- 1.185ὧν Ῥωμαίους ἔβλαψεν
关系代词 ὧν 经历了格的同化(attractio relativi),原为受动词 ἔβλαψεν 支配的内宾格/范围宾格 ἃ(动词 βλάπτω 带双宾格:βλάπτω τινά τι,“使某人遭受某害”),因受到名词 κατηγορίας(“对……的控告”)的支配而被引至属格 ὧν。
- 1.185τοὺς δʼ ἀδελφοὺς αὐτοῦ Πτολεμαῖος ὁ Μενναίου παραλαβών
句首的 τοὺς δʼ ἀδελφοὺς αὐτοῦ 作为话题前置于主语 Πτολεμαῖος ὁ Μενναίου 之前。在句法上,它既是分词 παραλαβών(带有尝试或前瞻色彩,“意欲接领/接收”)的直接宾语,也预示了主句动词 πέμπει 所辖介词短语 ἐπʼ αὐτούς 的所指对象,构成了语序倒装(hyperbaton)与前置突出。
