← 弗拉维奥·约瑟夫斯

犹太战记

§1.164-1.175

加比尼乌斯重组政体与阿里斯托布卢斯再叛

加比尼乌斯击败亚历山大并拆毁诸要塞,将犹太重组为由五个议会治理的贵族政体。随后他又平定了自罗马逃脱的阿里斯托布卢斯的叛乱并将其解送回罗马,继而转向埃及展开远征。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.164

Γαβίνιος δὲ πρὸς τὸ Ἀλεξάνδρειον ἐλθὼν ἐπειδὴ πολλοὺς εὗρεν ἐστρατοπεδευμένους, ἐπειρᾶτο συγγνώμης ὑποσχέσει περὶ τῶν ἡμαρτημένων πρὸ μάχης αὐτοὺς προσαγαγέσθαι· μηδὲν δὲ μέτριον φρονούντων ἀποκτείνας πολλοὺς τοὺς λοιποὺς ἀπέκλεισεν εἰς τὸ ἔρυμα.

加比尼乌斯进抵亚历山大堡,见有众多敌军安营扎寨,便试图在战前以赦免以往过犯为许诺争取他们归顺;但因他们毫无恭顺退让之念,他遂斩杀甚众,将余众围困于要塞之中。

§1.165

κατὰ ταύτην ἀριστεύει τὴν μάχην ὁ ἡγεμὼν Μᾶρκος Ἀντώνιος, πανταχοῦ μὲν γενναῖος ἀεὶ φανείς, οὐδαμοῦ δʼ οὕτως. Γαβίνιος δὲ τοὺς ἐξαιρήσοντας τὸ φρούριον καταλιπὼν αὐτὸς ἐπῄει τὰς μὲν ἀπορθήτους πόλεις καθιστάμενος, τὰς δὲ κατεστραμμένας ἀνακτίζων.

在这场战斗中,统领马克·安东尼建立了卓绝的功勋;他向来在各处皆显英勇,但从未像在此役中这般出类拔萃。加比尼乌斯留下一部军队攻取要塞,自己则巡历各地,安抚未遭劫掠的城镇,重建已被摧毁的城市。

§1.166

συνεπολίσθησαν γοῦν τούτου κελεύσαντος Σκυθόπολίς τε καὶ Σαμάρεια καὶ Ἀνθηδὼν καὶ Ἀπολλωνία καὶ Ἰάμνεια καὶ Ῥάφεια Μάρισά τε καὶ Ἀδώρεος καὶ Γάβαλα καὶ Ἄζωτος καὶ ἄλλαι πολλαί, τῶν οἰκητόρων ἀσμένως ἐφʼ ἑκάστην συνθεόντων.

于是遵照其命令,斯基托波利斯、撒玛利亚、安特东、阿波罗尼亚、雅姆尼亚、拉菲亚、马里沙、阿多雷奥斯、加巴拉、阿佐托斯及其他许多城市均得以重建并有人定居,居民们欣然归聚于各城。

§1.167

Μετὰ δὲ τὴν τούτων ἐπιμέλειαν ἐπανελθὼν πρὸς τὸ Ἀλεξάνδρειον ἐπέρρωσεν τὴν πολιορκίαν, ὥστε Ἀλέξανδρος ἀπογνοὺς περὶ τῶν ὅλων ἐπικηρυκεύεται πρὸς αὐτόν, συγγνωσθῆναί τε τῶν ἡμαρτημένων1 δεόμενος καὶ τὰ συλληφθέντα φρούρια παραδιδοὺς Ὑρκάνειον καὶ Μαχαιροῦντα· αὖθις δὲ καὶ τὸ Ἀλεξάνδρειον ἐνεχείρισεν.

料理完这些事务后,他重返亚历山大堡并加强了围攻,以致亚历山大对全局陷入绝望,遣使向他乞和,恳求赦免其罪过,并交出所据守的要塞海尔堪堡与马卡鲁斯;其后,他又将亚历山大堡拱手交出。

§1.168

ἃ πάντα Γαβίνιος ἐναγούσης τῆς Ἀλεξάνδρου μητρὸς κατέστρεψεν, ὡς μὴ πάλιν ὁρμητήριον γένοιτο δευτέρου πολέμου· παρῆν δὲ μειλισσομένη τὸν Γαβίνιον κατὰ δέος τῶν ἐπὶ τῆς Ῥώμης αἰχμαλώτων, τοῦ τε ἀνδρὸς καὶ τῶν ἄλλων τέκνων.

遵照亚历山大之母的劝告,加比尼乌斯将这些要塞尽行拆毁,以免它们再次成为第二次战争的发动基地;她因担忧羁留在罗马充当俘虏的丈夫和其他儿女,遂常侍加比尼乌斯左右以求取悦。

§1.169

μετὰ δὲ ταῦτα εἰς Ἱεροσόλυμα Γαβίνιος Ὑρκανὸν καταγαγὼν καὶ τὴν τοῦ ἱεροῦ παραδοὺς κηδεμονίαν αὐτῷ καθίστατο τὴν ἄλλην πολιτείαν ἐπὶ προστασίᾳ τῶν ἀρίστων.

此后,加比尼乌斯护送海尔堪返回耶路撒冷,将圣殿的掌管之权交托给他,并依贵族执政的体制整顿了其余的国家体制。

§1.170

διεῖλεν δὲ πᾶν τὸ ἔθνος εἰς πέντε συνόδους, τὸ μὲν Ἱεροσολύμοις προστάξας, τὸ δὲ Γαδάροις, οἱ δὲ ἵνα συντελῶσιν εἰς Ἀμαθοῦντα,2 τὸ δὲ τέταρτον εἰς Ἱεριχοῦντα κεκλήρωτο, καὶ τῷ πέμπτῳ Σέπφωρις ἀπεδείχθη πόλις τῆς Γαλιλαίας. ἀσμένως δὲ τῆς ἐξ ἑνὸς ἐπικρατείας ἐλευθερωθέντες τὸ λοιπὸν ἀριστοκρατίᾳ διῳκοῦντο.

他将整个民族划分为五个议会,将第一区派定给耶路撒冷,第二区划归加达拉,使第三区归属阿马苏斯,第四区派归耶利哥,而作为第五个议会所在地的则是加利利的塞普福里斯城。他们欣然摆脱了独裁专制,此后便由贵族政体治理。

§1.171

Μετʼ οὐ πολύ γε μὴν αὐτοῖς ἀρχὴ γίνεται θορύβων Ἀριστόβουλος ἀποδρὰς ἐκ Ῥώμης, ὃς αὖθις πολλοὺς Ἰουδαίων ἐπισυνίστη, τοὺς μὲν ἐπιθυμοῦντας μεταβολῆς, τοὺς δὲ ἀγαπῶντας αὐτὸν πάλαι. καὶ τὸ μὲν πρῶτον καταλαβόμενος τὸ Ἀλεξάνδρειον ἀνατειχίζειν ἐπειρᾶτο· ὡς δὲ Γαβίνιος ὑπὸ Σισέννᾳ καὶ Ἀντωνίῳ καὶ Σερουιανῷ στρατιὰν ἔπεμψεν ἐπʼ αὐτόν. γνοὺς ἀνεχώρει ἐπὶ Μαχαιροῦντος.

然而未过多久,逃离罗马的阿里斯托布卢斯成为他们中间骚乱的源头;他又纠集了众多犹太人,其中一部分人渴望政局更迭,另一部分人则向来爱戴他。起初他占领了亚历山大堡并试图重修城墙;但在获知加比尼乌斯已派遣由西森纳、安东尼和塞尔维亚努斯统领的军队前来进剿后,他便向马卡鲁斯撤退。

§1.172

καὶ τὸν μὲν ἄχρηστον ὄχλον ἀπεφορτίσατο, μόνους δὲ ἐπήγετο τοὺς ὡπλισμένους ὄντας εἰς ὀκτακισχιλίους, ἐν οἷς καὶ Πειθόλαος ἦν ὁ ἐξ Ἱεροσολύμων ὑποστράτηγος αὐτομολήσας μετὰ χιλίων. Ῥωμαῖοι δʼ ἐπηκολούθουν, καὶ γενομένης συμβολῆς μέχρι πολλοῦ μὲν οἱ περὶ τὸν Ἀριστόβουλον διεκαρτέρουν γενναίως ἀγωνιζόμενοι, τέλος δὲ βιασθέντες ὑπὸ τῶν Ῥωμαίων πίπτουσι μὲν πεντακισχίλιοι, περὶ δὲ δισχιλίους ἀνέφυγον εἴς τινα λόφον, οἱ δὲ λοιποὶ χίλιοι σὺν Ἀριστοβούλῳ διακόψαντες τὴν φάλαγγα τῶν Ῥωμαίων εἰς Μαχαιροῦντα συνελαύνονται.

他遣散了无用的人群,仅留带了约八千名武装士兵,其中亦包括率领千人叛逃而来的耶路撒冷副将培托劳斯。罗马军队紧随其后,交锋发生后,阿里斯托布卢斯麾下的人马英勇奋战,相持良久;但最终被罗马人击溃,阵亡达五千人,约二千人逃往一座山丘,余下的一千人同阿里斯托布卢斯一起冲破罗马方阵,被逼入马卡鲁斯。

§1.173

ἔνθα δὴ τὴν πρώτην ἑσπέραν ὁ βασιλεὺς τοῖς ἐρειπίοις ἐναυλισάμενος ἐν ἐλπίσι μὲν ἦν ἄλλην συναθροίσειν δύναμιν ἀνοχὴν τοῦ πολέμου διδόντος3 καὶ τὸ φρούριον κακῶς ὠχύρου· προσπεσόντων δὲ Ῥωμαίων ἐπὶ δύο ἡμέρας ἀντισχὼν ὑπὲρ δύναμιν ἁλίσκεται καὶ μετʼ Ἀντιγόνου τοῦ παιδός, ὃς ἀπὸ Ῥώμης αὐτῷ συναπέδρα, δεσμώτης ἐπὶ Γαβίνιον ἀνήχθη καὶ ἀπὸ Γαβινίου πάλιν εἰς Ῥώμην.

在此处,国王在废墟中度过了第一晚,满心期望若战事稍有间歇便可重新集结一支部队,于是草草加固了堡垒;但在罗马军队猛攻之下,他超越自身力量抵抗了两日终告被俘,并与其一同自罗马逃脱的儿子安提柯一道,作为囚徒被解押至加比尼乌斯面前,复由加比尼乌斯押送回罗马。

§1.174

τοῦτον μὲν οὖν ἡ σύγκλητος εἷρξεν, τὰ τέκνα δʼ αὐτοῦ διῆγεν εἰς Ἰουδαίαν Γαβινίου διʼ ἐπιστολῶν δηλώσαντος τῇ Ἀριστοβούλου γυναικὶ τοῦτο ἀντὶ τῆς παραδόσεως τῶν ἐρυμάτων ὡμολογηκέναι.

元老院将他监禁起来,但将其子女遣送回犹太,因为加比尼乌斯曾通过书信表明,自己曾向阿里斯托布卢斯之妻允诺此事作为献出要塞的交换条件。

§1.175

Γαβινίῳ δʼ ἐπὶ Πάρθους ὡρμημένῳ στρατεύειν γίνεται Πτολεμαῖος ἐμπόδιον· ὃς ὑποστρέψας ἀπʼ Εὐφράτου κατῆγεν εἰς Αἴγυπτον ἐπιτηδείοις εἰς ἅπαντα χρώμενος κατὰ τὴν στρατείαν Ὑρκανῷ καὶ Ἀντιπάτρῳ· καὶ γὰρ χρήματα καὶ ὅπλα καὶ σῖτον καὶ ἐπικούρους Ἀντίπατρος προσῆγεν, καὶ τοὺς ταύτῃ Ἰουδαίους φρουροῦντας τὰς κατὰ τὸ Πηλούσιον ἐμβολὰς παρεῖναι Γαβίνιον ἔπεισεν.

加比尼乌斯本已决意进军讨伐帕提亚人,却因托勒密而受阻;他遂自幼发拉底河折返,护送托勒密复辟埃及,在远征期间的各项事务中均将海尔堪和安提帕特作为得力助手。安提帕特不仅提供了金钱、武器、粮饷和援兵,还说服了驻守贝鲁西亚隘口的当地犹太人放加比尼乌斯通行。

语法注3 条
  1. 1.167συγγνωσθῆναί τε τῶν ἡμαρτημένων

    从属于 δεόμενος 的不定式短语。动词 συγγιγνώσκω(宽恕、赦免)通常支配与格(人)或属格/宾格(事由)。此处被动态不定式 συγγνωσθῆναι 作非人称用法(“得到赦免”),其后附以表示事由或范围的属格 τῶν ἡμαρτημένων(“关于所犯罪过”)。

  2. 1.170οἱ δὲ ἵνα συντελῶσιν εἰς Ἀμαθοῦντα

    在列举五个行政议会(或辖区)分配时出现的构文变异(variatio)。前文以分词结构起笔(τὸ μὲν Ἱεροσολύμοις προστάξας, τὸ δὲ Γαδάροις),至第三处却转变为表达从属或指派的 ἵνα 引导的虚拟语气从句(“使他们归属于阿马苏斯”),随后第四、五处又接续为限定动词(κεκλήρωτο, ἀπεδείχθη)。其语义仍等同于将第三个辖区设于阿马苏斯。

  3. 1.173ἀνοχὴν τοῦ πολέμου διδόντος

    独立属格结构,可理解为拟人化的主语(“若战事给予休歇之机”),亦可解作无主语/情况性的属格(“若时局容许战事暂停”)。无论取何种语法分析,该短语均充当带有条件意味的时间状语,表达阿里斯托布卢斯寄希望于战火暂息以重整旗鼓的心态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0526.tlg004.humanitext-grc2:1.164-1.175