- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 6. Niese, Benedikt, editor. Berlin: Weidmann, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg004.humanitext-grc2:1.153-1.163
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
庞培未动圣所财宝而复立海尔堪为大祭司,重整叙利亚行省后启程返罗;逃脱的阿里斯托布卢斯之子亚历山大在犹太发动叛乱,终被新任总督加比尼乌斯率军击败。
οὔτε δὲ τούτων οὔτε ἄλλου τινὸς τῶν ἱερῶν κειμηλίων ἥψατο, ἀλλὰ καὶ μετὰ μίαν τῆς ἁλώσεως ἡμέραν καθᾶραι τὸ ἱερὸν τοῖς νεωκόροις προσέταξεν καὶ τὰς ἐξ ἔθους ἐπιτελεῖν θυσίας. αὖθις δʼ ἀποδείξας Ὑρκανὸν ἀρχιερέα τά τε ἄλλα προθυμότατον ἑαυτὸν ἐν τῇ πολιορκίᾳ παρασχόντα καὶ διότι τὸ κατὰ τὴν χώραν πλῆθος ἀπέστησεν Ἀριστοβούλῳ συμπολεμεῖν ὡρμημένον, ἐκ τούτων, ὅπερ ἦν προσῆκον ἀγαθῷ στρατηγῷ, τὸν λαὸν εὐνοίᾳ πλέον ἢ δέει προσηγάγετο.1
然而,他对这些以及其他任何圣物皆未动分毫;相反,在攻陷次日,他便命令圣殿侍吏洁净圣所,并遵照惯例献祭。鉴于海尔堪不仅在围城期间竭尽全力效劳,而且还阻止了乡间民众奋起与阿里斯托布卢斯并肩作战,庞培遂再次任命他为大祭司;通过这些举措,他以一个优秀将领应有的风范,更多地以恩义而非威惧赢得了民众。
ἐν δὲ τοῖς αἰχμαλώτοις ἐλήφθη καὶ ὁ Ἀριστοβούλου πενθερός, ὁ δʼ αὐτὸς ἦν καὶ θεῖος αὐτῷ. καὶ τοὺς αἰτιωτάτους μὲν τοῦ πολέμου πελέκει κολάζει, Φαῦστον δὲ καὶ τοὺς μετʼ αὐτοῦ γενναίως ἀγωνισαμένους λαμπροῖς ἀριστείοις δωρησάμενος τῇ τε χώρᾳ καὶ τοῖς Ἱεροσολύμοις ἐπιτάσσει φόρον.
在俘虏中,阿里斯托布卢斯的岳父亦被捕获,此人同时也是他的叔父。庞培以斧刑处决了罪责最重的主要战犯,并以显赫的战功勋赏犒赏了福斯图斯及与他一同英勇作战之士,随后向该地和耶路撒冷征课赋税。
Ἀφελόμενος δὲ τοῦ ἔθνους καὶ τὰς ἐν κοίλῃ Συρίᾳ πόλεις, ἃς εἷλον, ὑπέταξεν τῷ κατʼ ἐκεῖνο Ῥωμαίων στρατηγῷ κατατεταγμένῳ καὶ μόνοις αὐτοὺς τοῖς ἰδίοις ὅροις περιέκλεισεν. ἀνακτίζει δὲ καὶ Γάδαρα ὑπὸ Ἰουδαίων κατεστραμμένην Γαδαρεῖ τινὶ τῶν ἰδίων ἀπελευθέρων Δημητρίῳ χαριζόμενος.
他剥夺了该民族所占领的柯里叙利亚诸城,划归派驻该地的罗马将领管辖,并将犹太人限制在他们原有的边界之内。他还重建了被犹太人摧毁的加达拉,作为对他自己的释奴之一、加达拉人德米特里乌斯的恩赐。
ἠλευθέρωσεν δὲ ἀπʼ αὐτῶν καὶ τὰς ἐν τῇ μεσογείᾳ πόλεις, ὅσας μὴ φθάσαντες κατέσκαψαν, Ἵππον Σκυθόπολίν τε καὶ Πέλλαν καὶ Σαμάρειαν καὶ Ἰάμνειαν καὶ Μάρισαν Ἄζωτόν τε καὶ Ἀρέθουσαν, ὁμοίως δὲ καὶ τὰς παραλίους Γάζαν Ἰόππην Δῶρα καὶ τὴν πάλαι μὲν Στράτωνος πύργον καλουμένην, ὕστερον δὲ μετακτισθεῖσάν τε ὑφʼ Ἡρώδου βασιλέως λαμπροτάτοις κατασκευάσμασιν καὶ μετονομασθεῖσαν Καισάρειαν.
他还从他们的统治下解放了内地那些尚未被夷为平地的城镇:希波斯、斯基托波利斯、佩拉、撒玛利亚、雅姆尼亚、马里沙、阿佐托斯和阿雷图萨;同样还有沿海诸城加沙、约帕、多拉,以及旧称斯特拉顿塔、后来由希律王以极华丽的建筑重建并改名为凯撒利亚的城镇。
ἃς πάσας τοῖς γνησίοις ἀποδοὺς πολίταις κατέταξεν εἰς τὴν Συριακὴν ἐπαρχίαν. παραδοὺς δὲ ταύτην τε καὶ τὴν Ἰουδαίαν καὶ τὰ μέχρις Αἰγύπτου καὶ Εὐφράτου Σκαύρῳ διέπειν καὶ δύο τῶν ταγμάτων, αὐτὸς διὰ Κιλικίας εἰς Ῥώμην ἠπείγετο τὸν Ἀριστόβουλον ἄγων μετὰ τῆς γενεᾶς αἰχμάλωτον.
在将所有这些城镇归还给其本国合法公民之后,庞培将它们划入了叙利亚行省。他把该行省、犹太以及远至埃及与幼发拉底河的地域,连同两个军团交付斯考鲁斯治理,庞培本人则携带着沦为战俘的阿里斯托布卢斯及其子嗣,经由基利家匆匆返回罗马。
δύο δʼ ἦσαν αὐτῷ θυγατέρες καὶ δύο υἱεῖς, ὧν ὁ ἕτερος μὲν Ἀλέξανδρος ἐκ τῆς ὁδοῦ διαδιδράσκει, σὺν δὲ ταῖς ἀδελφαῖς ὁ νεώτερος Ἀντίγονος εἰς Ῥώμην ἐκομίζετο.
阿里斯托布卢斯育有二女二子,其中一子亚历山大在押送途中逃脱,幼子安提柯则与其姐妹们一同被押往罗马。
Κἀν τούτῳ Σκαῦρος εἰς τὴν Ἀραβίαν ἐμβαλὼν τῆς μὲν Πέτρας εἴργετο ταῖς δυσχωρίαις, ἐπόρθει δὲ τὰ πέριξ πολλὰ κἀν τούτῳ κακοπαθῶν· ἐλίμωττεν γὰρ ἡ στρατιά. καὶ πρὸς τοῦτο Ὑρκανὸς ἐπεβοήθει διὰ Ἀντιπάτρου τὰ ἐπιτήδεια πέμπων. ὃν καὶ καθίησι Σκαῦρος ὄντα συνήθη πρὸς Ἀρέταν, ὅπως ἐπὶ χρήμασιν διαλύσαιτο τὸν πόλεμον. πείθεται δὲ ὁ Ἄραψ τριακόσια δοῦναι τάλαντα, κἀπὶ τούτοις Σκαῦρος ἐξῆγεν τῆς Ἀραβίας τὴν δύναμιν.
与此同时,斯考鲁斯进犯阿拉伯,因地形险要受阻于佩特拉城外,便蹂躏周边各处,在此过程中亦历经艰辛,盖因军中发生了饥荒。对此,海尔堪通过安提帕特运送粮饷予以接济。斯考鲁斯又派与阿雷塔斯交好的安提帕特前去媾和,企图以金钱平息战事。阿拉伯王答应给付三百塔兰同,斯考鲁斯遂依此条件将军队撤出了阿拉伯。
Ὁ δʼ ἀποδρὰς τῶν Ἀριστοβούλου παίδων Πομπήιον Ἀλέξανδρος χρόνῳ συναγαγὼν χεῖρα συχνὴν βαρὺς ἦν Ὑρκανῷ καὶ τὴν Ἰουδαίαν κατέτρεχεν, ἐδόκει τε ἂν καταλῦσαι ταχέως αὐτόν, ὅς γε ἤδη καὶ τὸ καταρριφθὲν ὑπὸ Πομπηίου τεῖχος ἐν Ἱεροσολύμοις ἀνακτίζειν ἐθάρρει προσελθών, εἰ μὴ Γαβίνιος εἰς Συρίαν πεμφθεὶς Σκαύρῳ διάδοχος τά τε ἄλλα γενναῖον ἀπέδειξεν ἑαυτὸν ἐν πολλοῖς καὶ ἐπʼ Ἀλέξανδρον ὥρμησεν.2
而在阿里斯托布卢斯诸子中,从庞培手中逃脱的亚历山大历时日久召集了一支庞大的人马,对海尔堪构成严重威胁并袭扰犹太全境;若非作为斯考鲁斯继任者被派往叙利亚的加比尼乌斯在诸多事务中显出英勇才干并向亚历山大进军,亚历山大看似很快便能将他推翻——事实上,他甚至已进逼耶路撒冷,胆敢着手重修被庞培轰塌的城墙。
ὁ δὲ δείσας πρὸς τὴν ἔφοδον δύναμίν τε πλείω συνέλεγεν, ὡς γενέσθαι μυρίους μὲν ὁπλίτας χιλίους δὲ καὶ πεντακοσίους ἱππεῖς, καὶ τὰ ἐπιτήδεια τῶν χωρίων ἐτείχιζε Ἀλεξάνδρειόν τε καὶ Ὑρκάνειον καὶ Μαχαιροῦντα πρὸς τοῖς Ἀραβίοις ὄρεσιν.
亚历山大畏惧其进袭,遂集结了更众的军力,计有重装步兵万人、骑兵一千五百人,并在险要之地筑城固守,即亚历山大堡、海尔堪堡以及临近阿拉伯山脉的马卡鲁斯。
Γαβίνιος δὲ μετὰ μέρους τῆς στρατιᾶς Μᾶρκον Ἀντώνιον προπέμψας αὐτὸς εἵπετο τὴν ὅλην ἔχων δύναμιν. οἱ δὲ περὶ τὸν Ἀντίπατρον ἐπίλεκτοι καὶ τὸ ἄλλο τάγμα τῶν Ἰουδαίων, ὧν Μάλιχος ἦρχεν καὶ Πειθόλαος, συμμίξαντες τοῖς περὶ Μᾶρκον Ἀντώνιον ἡγεμόσιν ὑπήντων Ἀλεξάνδρῳ. καὶ μετʼ οὐ πολὺ παρῆν ἅμα τῇ φάλαγγι Γαβίνιος.
加比尼乌斯派遣马克·安东尼率一部分军旅先行,自己则率全军随后跟进。安提帕特麾下的精锐以及由马利库斯和培托劳斯统领的另一支犹太部队,与马克·安东尼麾下的将领汇合,迎击亚历山大。不多时,加比尼乌斯亦率方阵主力赶到。
ἑνουμένην δὲ τὴν τῶν πολεμίων δύναμιν οὐχ ὑπομείνας Ἀλέξανδρος ἀνεχώρει καὶ πλησίον ἤδη Ἱεροσολύμων γενόμενος ἀναγκάζεται συμβαλεῖν καὶ κατὰ τὴν μάχην ἑξακισχιλίους ἀποβαλών, ὧν τρισχίλιοι μὲν ἔπεσον τρισχίλιοι δὲ ἐζωγρήθησαν, φεύγει σὺν τοῖς καταλειφθεῖσιν εἰς Ἀλεξάνδρειον.
亚历山大无法抵挡敌军合兵之势,遂向后退却;但在接近耶路撒冷处被迫交战,在战斗中损失了六千人——其中三千人阵亡,三千人被生擒——他便与残部逃往亚历山大堡。
- 1.153ἐκ τούτων, ὅπερ ἦν προσῆκον ἀγαθῷ στρατηγῷ, τὸν λαὸν εὐνοίᾳ πλέον ἢ δέει προσηγάγετο
中性单数关系代词 ὅπερ 的先行词并非某一具体名词,而是前文所述的一整套举措(下令洁净圣殿、恢复献祭、复立海尔堪为大祭司)。该关系从句在语法上对前述整套行为进行概括与评价。
- 1.160ἐδόκει τε ἂν καταλῦσαι ταχέως αὐτόν, ὅς γε ἤδη καὶ τὸ καταρριφθὲν ὑπὸ Πομπηίου τεῖχος ἐν Ἱεροσολύμοις ἀνακτίζειν ἐθάρρει προσελθών, εἰ μὴ Γαβίνιος ... ἐπʼ Ἀλέξανδρον ὥρμησεν
未完成过去直陈式 ἐδόκει 与 ἄν 连用,构成过去相反事实条件句的归结从句(“看似很快便能将他推翻”),其条件从句为后方的 εἰ μὴ Γαβίνιος ... ὥρμησεν(“若非加比尼乌斯……向亚历山大进军”)。中间插入的由 ὅς γε 引导的定语从句用以佐证亚历山大势头正盛的大胆举动,在结构上将主句的归结与条件成分隔开。
