- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 6. Niese, Benedikt, editor. Berlin: Weidmann, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg004.humanitext-grc2:1.142-1.152
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在庞培围城之际,耶路撒冷城内爆发内讧,海尔堪派引入罗马军占领全城,阿里斯托布卢斯派则退守圣殿。庞培利用安息日填平北侧峡谷,经三月围攻攻陷圣殿,并以外邦人身份踏入至圣所。
Διαποροῦντος1 δʼ ἐπὶ πολὺν χρόνον στάσις τοῖς ἔνδον ἐμπίπτει, τῶν μὲν Ἀριστοβούλου πολεμεῖν ἀξιούντων καὶ ῥύεσθαι τὸν βασιλέα, τῶν δὲ τὰ Ὑρκανοῦ φρονούντων ἀνοίγειν Πομπηίῳ τὰς πύλας· πολλοὺς δὲ τούτους ἐποίει τὸ δέος ἀφορῶντας εἰς τὴν τῶν Ῥωμαίων εὐταξίαν.
在他久久犹豫不决之际,城内之人爆发了内讧:阿里斯托布卢斯一派主张奋战以营救国王,而拥护海尔堪之人则主张为庞培开门;因目睹罗马人井然有序的军纪而产生的恐惧,使后者的数量大增。
ἡττώμενον δὲ τὸ Ἀριστοβούλου μέρος εἰς τὸ ἱερὸν ἀνεχώρησεν καὶ τὴν συνάπτουσαν ἀπʼ αὐτοῦ τῇ πόλει γέφυραν ἀποκόψαντες ἀντισχεῖν εἰς ἔσχατον παρεσκευάζοντο. τῶν δὲ ἑτέρων δεχομένων Ῥωμαίους τῇ πόλει καὶ τὰ βασίλεια παραδιδόντων ἐπὶ μὲν ταῦτα Πομπήιος ἕνα τῶν ὑφʼ ἑαυτῷ στρατηγῶν Πείσωνα εἰσπέμπει μετὰ στρατιᾶς·
阿里斯托布卢斯一党落败后退入圣殿,砍断了圣殿通往市街的桥梁,准备坚守到底。由于另一派将罗马人迎入城中并交出王宫,庞培遂派遣麾下将领之一皮索率军入内接管。
ὃς διαλαβὼν φρουραῖς τὴν πόλιν, ἐπειδὴ τῶν εἰς τὸ ἱερὸν καταφυγόντων οὐδένα λόγοις ἔπειθεν συμβῆναι, τὰ πέριξ εἰς προσβολὰς εὐτρέπιζεν ἔχων τοὺς περὶ τὸν Ὑρκανὸν εἴς τε τὰς ἐπινοίας καὶ τὰς ὑπηρεσίας προθύμους.
皮索派兵把守各处以控制全城,因未能以言辞劝说任何逃入圣殿避难之人达成和解,便着手筹备四周以备进攻,而海尔堪一派在出谋划策和服役效劳方面皆极其竭诚尽力。
Αὐτὸς δὲ κατὰ τὸ προσάρκτιον κλίμα τήν τε τάφρον ἔχου καὶ τὴν φάραγγα πᾶσαν ὕλην συμφορούσης τῆς δυνάμεως. χαλεπὸν δʼ ἦν τὸ ἀναπληροῦν διὰ βάθος ἄπειρον καὶ τῶν Ἰουδαίων πάντα τρόπον εἰργόντων ἄνωθεν, κἂν ἀτέλεστος ἔμεινεν τοῖς Ῥωμαίοις ὁ πόνος, εἰ μὴ2 τὰς ἑβδομάδας ἐπιτηρῶν ὁ Πομπήιος, ἐν αἷς παντὸς ἔργου διὰ τὴν θρησκείαν χεῖρας ἀπίσχουσιν Ἰουδαῖοι, τὸ χῶμα ὕψου τῆς κατὰ χεῖρα συμβολῆς εἴργων τοὺς στρατιώτας· ὑπὲρ μόνου γὰρ τοῦ σώματος ἀμύνονται τοῖς σαββάτοις.
庞培本人则在北面着手填平壕沟与整个峡谷,全军协力运送木料。然而,由于深度极深,且犹太人从上方以各种方式百般阻挠,填平工作极其艰难。若非庞培伺机利用第七日——犹太人因宗教缘故在这一天罢休一切劳作——在约束士兵不进行肉搏交锋的同时加高土垒,罗马人的辛劳本会徒劳无功;盖因在安息日,犹太人仅在为了保全性命时才进行自卫。
ἤδη δὲ ἀναπεπληρωμένης τῆς φάραγγος πύργους ὑψηλοὺς ἐπιστήσας τῷ χώματι καὶ προσαγαγὼν τὰς ἐκ Τύρου κομισθείσας μηχανὰς ἐπειρᾶτο τοῦ τείχους· ἀνέστελλον δὲ αἱ πετροβόλοι τοὺς καθύπερθεν κωλύοντας. ἀντεῖχον δʼ ἐπὶ πλεῖον οἱ κατὰ τοῦτο τὸ μέρος πύργοι μεγέθει τε καὶ κάλλει διαφέροντες.
峡谷填平之后,庞培在土垒上架设高塔,推上从提尔运来的攻城器械,开始冲击城墙;投石机击退了从上方阻击的守军。但该区域的塔楼因体量巨大、华美非凡,坚守了更长的时间。
Ἔνθα δὴ πολλὰ τῶν Ῥωμαίων κακοπαθούντων ὁ Πομπήιος τά τε ἄλλα τῆς καρτερίας τοὺς Ἰουδαίους ἀπεθαύμαζεν καὶ μάλιστα τοῦ μηδὲν παραλῦσαι τῆς θρησκείας ἐν μέσοις τοῖς βέλεσιν ἀνειλημένους· ὥσπερ γὰρ εἰρήνης βαθείας κατεχούσης τὴν πόλιν αἵ τε θυσίαι καθʼ ἡμέραν καὶ οἱ ἐναγισμοὶ καὶ πᾶσα θεραπεία κατὰ τἀκριβὲς ἐξετελεῖτο τῷ θεῷ, καὶ οὐδὲ κατʼ αὐτὴν τὴν ἅλωσιν περὶ τῷ βωμῷ φονευόμενοι τῶν καθʼ ἡμέραν νομίμων εἰς τὴν θρησκείαν ἀπέστησαν.
在此罗马军虽屡遭艰厄,庞培却对犹太人在其他各方面的坚忍赞叹不已,尤为惊叹的是,他们虽陷于矢石包围之中,却丝毫不曾荒废宗教职守;盖因犹如全城处于深沉的和平之中一般,每日的献祭、祓除礼以及对神的所有侍奉皆被分毫不差地履行,甚至在城陷之时,当他们在祭坛周围惨遭屠杀之际,亦未曾放弃有关信仰的日常规条。
τρίτῳ γὰρ μηνὶ τῆς πολιορκίας μόλις ἕνα τῶν πύργων καταρρίψαντες εἰσέπιπτον εἰς τὸ ἱερόν. ὁ δὲ πρῶτος ὑπερβῆναι τολμήσας τὸ τεῖχος Σύλλα παῖς ἦν Φαῦστος Κορνήλιος καὶ μετʼ αὐτὸν ἑκατοντάρχαι δύο Φούριος καὶ Φάβιος. εἵπετο δὲ ἑκάστῳ τὸ ἴδιον στῖφος, καὶ περισχόντες πανταχοῦ τὸ ἱερὸν ἔκτεινον οὓς μὲν τῷ ναῷ προσφεύγοντας, οὓς δὲ ἀμυνομένους πρὸς ὀλίγον.
在围城的第三个月,罗马军好不容易轰塌了一座塔楼,便冲入了圣殿。首个敢于翻越城墙者乃是苏拉之子福斯图斯·科尔内利乌斯,随其之后的是两名百夫长富里乌斯与法比乌斯。每人身后皆紧随着各自的队伍;他们从四面包围圣殿,斩杀那些逃向圣所之人,亦诛戮那些稍作抵抗之人。
Ἔνθα πολλοὶ τῶν ἱερέων ξιφήρεις τοὺς πολεμίους ἐπιόντας βλέποντες ἀθορύβως ἐπὶ τῆς θρησκείας ἔμειναν, σπένδοντες δὲ ἀπεσφάττοντο καὶ θυμιῶντες καὶ τῆς πρὸς τὸ θεῖον θεραπείας ἐν δευτέρῳ τὴν σωτηρίαν τιθέμενοι.3 πλεῖστοι δʼ ὑπὸ τῶν ὁμοφύλων ἀντιστασιαστῶν ἀνῃροῦντο καὶ κατὰ τῶν κρημνῶν ἔρριπτον ἑαυτοὺς ἄπειροι· καὶ τὰ περὶ τὸ τεῖχος δʼ ἔνιοι μανιῶντες ἐν ταῖς ἀμηχανίαις ὑπέπρησαν καὶ συγκατεφλέγοντο.
此时许多祭司见敌军持剑杀来,仍镇定自若地守在宗教职守上,在行奠酒礼和焚香时惨遭屠戮,将自身的安危置于对神明的侍奉之后。极多的人被同族中敌对派系之人杀害,更有无数人跳下悬崖自尽;城墙周边的建筑亦被某些人在绝望中陷入狂乱而纵火点燃,自身亦同归于尽。
Ἰουδαίων μὲν οὖν ἀνῃρέθησαν μύριοι καὶ δισχίλιοι, Ῥωμαίων δὲ ὀλίγοι μὲν πάνυ νεκροί, τραυματίαι δʼ ἐγένοντο πλείους.
犹太人阵亡者达一万二千人,而罗马人阵亡者极少,受伤者却较多。
Οὐδὲν δὲ οὕτως ἐν ταῖς τότε συμφοραῖς καθήψατο τοῦ ἔθνους ὡς τὸ τέως ἀόρατον ἅγιον ἐκκαλυφθὲν ὑπὸ τῶν ἀλλοφύλων· παρελθὼν γοῦν σὺν τοῖς περὶ αὐτὸν ὁ Πομπήιος εἰς τὸν ναόν, ἔνθα μόνῳ θεμιτὸν ἦν παριέναι τῷ ἀρχιερεῖ, τὰ ἔνδον ἐθεάσατο, λυχνίαν τε καὶ λύχνους καὶ τράπεζαν καὶ σπονδεῖα καὶ θυμιατήρια, ὁλόχρυσα πάντα, πλῆθός τε ἀρωμάτων σεσωρευμένον καὶ τῶν ἱερῶν χρημάτων εἰς τάλαντα δισχίλια.4
然而,在当时的所有灾祸中,没有任何一件事像昔日不可得见之圣所被异族揭开那般深切刺痛这一民族的心。庞培率其随从步入殿堂——那是仅容大祭司进入的合法之所——目睹了其中的器物:灯台与诸灯、供桌、奠酒杯与香炉,皆为纯金所制,还有堆积如山的大量香料,以及高达两千塔兰同的圣财。
- 1.142Διαποροῦντος
未明示主语名词的独立属格;由前一语段末尾关于庞培勘察城防、筹划攻城的记述可知,其逻辑主语即庞培。
- 1.146κἂν ἀτέλεστος ἔμεινεν τοῖς Ῥωμαίοις ὁ πόνος, εἰ μὴ
过去非真实条件句(反事实假定)。主句为 κἂν (καὶ ἄν) 配合不定过去时直陈式(ἔμεινεν),从句为 εἰ μὴ ... ὕψου(未完成过去时直陈式),表示若非庞培利用安息日筑起土垒,罗马人的劳苦本无法告成。
- 1.150τῆς πρὸς τὸ θεῖον θεραπείας ἐν δευτέρῳ τὴν σωτηρίαν τιθέμενοι
成语 ἐν δευτέρῳ τιθέναι 意为“退居次席/置于第二位”。属格短语 τῆς ... θεραπείας 表示比较的基准,意即“将自身的生还置于对神明的侍奉之后”。
- 1.152εἰς τάλαντα δισχίλια
介词 εἰς 与数词连用,表大约的数量或达到的额度,意为“多达/高达两千塔兰同”。
