- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 6. Niese, Benedikt, editor. Berlin: Weidmann, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg004.humanitext-grc2:1.128-1.141
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
斯考鲁斯与庞培介入犹太内战,调停阿里斯托布卢斯与海尔堪的争端。庞培因阿里斯托布卢斯的屡次违约与不服从被激怒,遂将其扣押并着手围攻耶路撒冷。
Παρελθόντος γοῦν εἰς τὴν χώραν πρέσβεις εὐθέως ἧκον παρὰ τῶν ἀδελφῶν ἑκατέρου δεομένου1 βοηθεῖν αὐτῷ. γίνεται δʼ ἐπίπροσθεν τοῦ δικαίου2 τὰ παρὰ Ἀριστοβούλου τριακόσια τάλαντα· τοσοῦτον γὰρ λαβὼν Σκαῦρος ἐπικηρυκεύεται πρός τε Ὑρκανὸν καὶ τοὺς Ἄραβας ἀπειλῶν Ῥωμαίους καὶ Πομπήιον, εἰ μὴ λύσειαν τὴν πολιορκίαν.
他一进入该地区,两兄弟的使节便随即赶来,各自请求他施以援手。然而,阿里斯托布卢斯送来的三百塔兰同却凌驾于正义之上;因为斯考鲁斯收受了如此巨资之后,便向海尔堪及阿拉伯人遣使交涉,威胁称若不解围,罗马军与庞培必将降临。
ἀνεχώρει δὲ ἐκ τῆς Ἰουδαίας εἰς Φιλαδέλφειαν Ἀρέτας καταπλαγείς, καὶ πάλιν εἰς Δαμασκὸν Σκαῦρος.
阿雷塔斯闻风丧胆,自犹太地撤往费拉德尔菲亚,斯考鲁斯亦返回大马士革。
Ἀριστοβούλῳ δʼ οὐκ ἀπέχρησεν τὸ μὴ ἁλῶναι, πᾶσαν δὲ τὴν δύναμιν ἐπισυλλέξας εἵπετο τοῖς πολεμίοις καὶ περὶ τὸν καλούμενον Παπυρῶνα συμβαλὼν αὐτοῖς ὑπὲρ ἑξακισχιλίους κτείνει, μεθʼ ὧν καὶ τὸν ἀδελφὸν τὸν Ἀντιπάτρου Φαλλίωνα.
阿里斯托布卢斯并不满足于未遭擒获,而是聚拢全军追击敌人,在所谓帕皮隆附近与彼等交锋,斩杀六千余人,其中亦包括安提帕特的兄弟法利翁。
Ὑρκανὸς δὲ καὶ Ἀντίπατρος τῶν Ἀράβων ἀφαιρεθέντες μετέφερον ἐπὶ τοὺς ἐναντίους τὴν ἐλπίδα, καὶ ἐπειδὴ Πομπήιος ἐπιὼν τὴν Συρίαν εἰς Δαμασκὸν ἧκεν, ἐπʼ αὐτὸν καταφεύγουσιν καὶ δίχα δωρεῶν αἷς καὶ πρὸς τὸν Ἀρέταν δικαιολογίαις χρώμενοι κατηντιβόλουν μισῆσαι μὲν τὴν Ἀριστοβούλου βίαν, κατάγειν δὲ ἐπὶ τὴν βασιλείαν τὸν καὶ τρόπῳ καὶ καθʼ ἡλικίαν προσήκοντα.
海尔堪与安提帕特失去了阿拉伯人的依托,遂将希望转向对手;当庞培进军叙利亚抵达大马士革时,二人便投奔于他,并且在未奉礼品的情况下,沿用对阿雷塔斯陈说的申辩之词,恳求他憎弃阿里斯托布卢斯的强暴行径,将王权归还给无论是品行还是长幼次序上都理应继位之人。
οὐ μὴν οὐδʼ Ἀριστόβουλος ὑστέρει πεποιθὼς τῇ Σκαύρου δωροδοκίᾳ παρῆν τε καὶ αὐτὸς ὡς οἷόν τε βασιλικώτατα κεκοσμηκὼς ἑαυτόν. ἀδοξήσας δὲ πρὸς τὰς θεραπείας καὶ μὴ φέρων δουλεύειν ταῖς χρείαις ταπεινότερον τοῦ σχήματος ἀπὸ διὸς ἡλίου πόλεως χωρίζεται.
阿里斯托布卢斯自然亦不甘落后,他依仗对斯考鲁斯行贿的分量,自身亦装点得极尽帝王气派来到该地。但他鄙弃趋炎附势之举,不堪忍受为了自身需求而作出有损尊严的屈节逢迎,遂自宙斯·太阳之城离去。
Πρὸς ταῦτʼ ἀγανακτήσας Πομπήιος πολλὰ καὶ τῶν περὶ Ὑρκανὸν ἱκετευόντων ὥρμησεν ἐπʼ Ἀριστόβουλον, ἀναλαβὼν τήν τε Ῥωμαϊκὴν δύναμιν καὶ πολλοὺς ἐκ τῆς Συρίας συμμάχους.
庞培对此大为震怒,加之海尔堪一党极力哀告,便率领罗马军及叙利亚的众多同盟军,进军讨伐阿里斯托布卢斯。
ἐπεὶ δὲ παρελαύνων Πέλλαν καὶ Σκυθόπολιν ἧκεν εἰς Κορέας. ὅθεν ἡ Ἰουδαίων ἄρχεται χώρα κατὰ τὴν μεσόγειον ἀνιόντων, ἀκούσας συμπεφευγέναι τὸν Ἀριστόβουλον εἰς Ἀλεξάνδρειον, τοῦτο δʼ ἐστὶν φρούριον τῶν πάνυ φιλοτίμως ἐξησκημένων ὑπὲρ ὄρους ὑψηλοῦ κείμενον, πέμψας καταβαίνειν αὐτὸν ἐκέλευσεν.
当他经过佩拉和斯库托波利斯抵达科雷埃——溯内陆而上之人自此处便进入犹太人境域——闻听阿里斯托布卢斯已退守亚历山大堡——此乃一座坐落于崇山之巅、营建极尽考究的要塞——便派人命其下山。
τῷ δʼ ἦν μὲν ὁρμὴ καλουμένῳ δεσποτικώτερον διακινδυνεύειν μᾶλλον ἢ ὑπακοῦσαι, καθεώρα δὲ τὸ πλῆθος ὀρρωδοῦν, καὶ παρῄνουν οἱ φίλοι σκέπτεσθαι τὴν Ῥωμαίων ἰσχὺν οὖσαν ἀνυπόστατον. οἷς πεισθεὶς κάτεισιν πρὸς Πομπήιον καὶ πολλὰ περὶ τοῦ δικαίως ἄρχειν ἀπολογηθεὶς ὑπέστρεψεν εἰς τὸ ἔρυμα.
面对如此专横的传唤,他本有一决胜负而非屈从的冲动,但他察觉到部众心怀惊恐,友人们亦劝他顾及罗马人不可阻挡的兵力。他被彼等说服,遂下山前往庞培处,就自己统治的合法性多番申辩之后,返回了堡垒。
πάλιν τε τἀδελφοῦ προκαλουμένου καταβὰς καὶ διαλεχθεὶς περὶ τῶν δικαίων ἄπεισιν μὴ κωλύοντος τοῦ Πομπηΐου. μέσος δʼ ἦν ἐλπίδος καὶ δέους, καὶ κατῄει μὲν ὡς δυσωπήσων Πομπήιον πάντʼ ἐπιτρέπειν αὐτῷ, πάλιν δὲ ἀνέβαινεν εἰς τὴν ἄκραν, ὡς μὴ προκαταλύειν δόξειεν αὑτόν.
当兄弟再次挑起争端时,他再次下山辩论权利问题,并在庞培未加阻拦的情况下离去。他在希望与恐惧之间摇摆不定:他下山是希望能说动庞培将大权悉数托付予他,而返回要塞则是为了不让自己显得过早放弃地位。
ἐπεὶ μέντοι Πομπήιος ἐξίστασθαί τε τῶν φρουρίων ἐκέλευεν αὐτῷ καὶ παράγγελμα τῶν φρουράρχων ἐχόντων μόναις πειθαρχεῖν ταῖς αὐτογράφοις ἐπιστολαῖς, ἠνάγκαζεν αὐτὸν ἑκάστοις γράφειν ἐκχωρεῖν, ποιεῖ μὲν τὰ προσταχθέντα, ἀγανακτήσας δὲ ἀνεχώρησεν εἰς Ἱεροσόλυμα καὶ παρεσκευάζετο πολεμεῖν πρὸς Πομπήιον.
然而,庞培命他交出各处要塞,并因各要塞守将受命只听从其亲笔信函,遂强令他向各将领致信命其撤防,他虽遵照命令行事,却愤然退回耶路撒冷,着手准备与庞培开战。
Ὁ δέ, οὐ γὰρ ἐδίδου χρόνον ταῖς παρασκευαῖς, εὐθέως εἵπετο, καὶ προσεπέρρωσεν τὴν ὁρμὴν ὁ Μιθριδάτου θάνατος ἀγγελθεὶς αὐτῷ περὶ Ἱεριχοῦντα, ἔνθα τῆς Ἰουδαίας τὸ πιότατον φοίνικά τε πάμπολυν καὶ βάλσαμον τρέφει. τοῦτο λίθοις ὀξέσιν ἐπιτέμνοντες τὰ πρέμνα συνάγουσιν κατὰ τὰς τομὰς ἐκδακρῦον.
庞培不给他备战的时间,随即紧追不舍;而在耶利哥附近传来的米特拉达梯之死的消息,更助长了他的进军势头——该地乃是犹太最肥沃之处,盛产繁茂的棕榈与香脂。对于此物〔香脂〕,人们用锋利的石头在树干上划开切口,在其自切口处滴淌时加以收集。
καὶ στρατοπεδευσάμενος ἐν τῷ χωρίῳ μίαν ἑσπέραν ἕωθεν ἠπείγετο πρὸς τὰ Ἱεροσόλυμα. καταπλαγεὶς δὲ τὴν ἔφοδον Ἀριστόβουλος ἱκέτης ἀπαντᾷ χρημάτων τε ὑποσχέσει καὶ τῷ μετὰ τῆς πόλεως ἐπιτρέπειν καὶ ἑαυτὸν3 χαλεπαίνοντα καταστέλλει τὸν Πομπήιον.
他在该地驻营一晚,黎明时分便急行军奔向耶路撒冷。阿里斯托布卢斯为彼军逼近而恐慌,遂以乞求者身份出迎,凭借奉献金钱的许诺以及将都城连同自身一并交托的表示,平息了恼怒的庞培。
οὐ μήν τι τῶν ὡμολογημένων ἐγένετο· τὸν γὰρ ἐπὶ τὴν κομιδὴν τῶν χρημάτων ἐκπεμφθέντα Γαβίνιον οἱ τὰ Ἀριστοβούλου φρονοῦντες οὐδὲ τῇ πόλει δέχονται.
然而,议定之事竟无一项付诸实施;盖因受命前往收取款项的加比纽斯,竟连城门都未获准进入,被阿里斯托布卢斯的党羽拒之门外。
Πρὸς ταῦτα ἀγανακτήσας Πομπήιος Ἀριστόβουλον μὲν ἐφρούρει, πρὸς δὲ τὴν πόλιν ἐλθὼν περιεσκόπει ὅπως δεῖ προσβαλεῖν, τήν τε ὀχυρότητα τῶν τειχῶν δυσμεταχείριστον ὁρῶν καὶ τὴν πρὸ τούτων φάραγγα φοβερὰν τό τε ἱερὸν ἐντὸς τῆς φάραγγος ὀχυρώτατα τετειχισμένον, ὥστε τοῦ ἄστεος ἁλισκομένου δευτέραν εἶναι καταφυγὴν τοῦτο τοῖς πολεμίοις.4
庞培对此大为震怒,遂将阿里斯托布卢斯拘禁起来;他进逼都城,四处勘察当如何发起进攻,因见城墙坚固极难对付,墙前的沟堑深险可畏,而堑内的圣殿亦修筑得坚不可摧,以至于即使下城失陷,此处亦可成为敌军的第二道退守依托。
- 1.128ἑκατέρου δεομένου
紧接介词短语 παρὰ τῶν ἀδελφῶν 的部分同格结构(或属格独立结构)。用单数的 ἑκατέρου δεομένου 将复数 τῶν ἀδελφῶν 具体化为两兄弟各自独立发出的请求(“各自请求”)。
- 1.128γίνεται δʼ ἐπίπροσθεν τοῦ δικαίου
副词/介词 ἐπίπροσθεν 支配属格 τοῦ δικαίου,字面意为“居于正义之前”,在此与 γίγνεται 构成惯用表达,表示价值选择上的优先性(即“凌驾于正义之上”或“被置于正义之前”)。
- 1.139τῷ μετὰ τῆς πόλεως ἐπιτρέπειν καὶ ἑαυτὸν
带冠词不定词的与格 τῷ ἐπιτρέπειν 与前面的名词短语 χρημάτων τε ὑποσχέσει 并列,作为方式/手段与格修饰主动词 καταστέλλει。ἐπιτρέπειν(“交托、委任”)以 καὶ ἑαυτόν 为直接宾语,μετὰ τῆς πόλεως 则为伴随介词短语。
- 1.141ὥστε τοῦ ἄστεος ἁλισκομένου δευτέραν εἶναι καταφυγὴν τοῦτο τοῖς πολεμίοις
由 ὥστε 引导的结果从句,后接对格不定词结构(εἶναι)。该不定词的主语为中性指示代词 τοῦτο(指代前文的 τὸ ἱερόν),δευτέραν καταφυγήν 为谓语名词。插入的 τοῦ ἄστεος ἁλισκομένου 则是带有让步语气的属格独立结构(“即使下城失陷”)。
