← 弗拉维奥·约瑟夫斯

犹太战记

§1.115-1.127

阿里斯托布卢斯与海尔堪之争及罗马干涉

亚历山德拉统治末期,阿里斯托布卢斯趁其病重起兵并在其死后击败长兄海尔堪夺得王位,但以土买人安提帕特联络阿拉伯王阿雷塔斯出动大军包围耶路撒冷以扶植海尔堪复位。就在城破在即之际,进军叙利亚的罗马将领斯考鲁斯介入并解除了围困。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.115

Ἀλεξάνδρα δὲ ἐκπέμψασα ἐπὶ Δαμασκὸν στρατιάν, πρόφασις δʼ ἦν Πτολεμαῖος ἀεὶ θλίβων τὴν πόλιν, ταύτην μὲν ὑπεδέξατο μηθὲν ἀξιόλογον ἐργασαμένην.

亚历山德拉向大马士革派遣了一支军队——借口是托勒密一直在压迫该城——但在该军未立任何值得称道的战功后,便将其接纳回来。

§1.116

Τιγράνην δὲ τὸν Ἀρμενίων βασιλέα προσκαθεζόμενον Πτολεμαΐδι καὶ πολιορκοῦντα Κλεοπάτραν συνθήκαις καὶ δώροις ὑπηγάγετο. φθάνει δʼ ἐκεῖνος ἀπαναστὰς1 διὰ τὰς οἴκοι ταραχὰς ἐμβεβληκότος εἰς τὴν Ἀρμενίαν Λευκόλλου.

此外,对于驻扎在托勒迈斯并围攻克利奥帕特拉的亚美尼亚王提格兰,她通过条约和礼物予以拉拢。然而,因卢库鲁斯入侵亚美尼亚,提格兰因国内动乱而先期撤围退兵。

§1.117

Κἀν τούτῳ νοσούσης Ἀλεξάνδρας ὁ νεώτερος τῶν παίδων Ἀριστόβουλος τὸν καιρὸν ἁρπάσας μετὰ τῶν οἰκετῶν, εἶχεν δὲ πολλοὺς καὶ πάντας εὔνους διὰ τὴν θερμότητα, κρατεῖ μὲν τῶν ἐρυμάτων ἁπάντων, τοῖς δʼ ἐκ τούτων χρήμασιν μισθοφόρους ἀθροίσας ἑαυτὸν ἀποδείκνυσι βασιλέα.

在此期间,亚历山德拉病重,次子阿里斯托布卢斯与其仆从们——他因性情勇猛而拥有众多仆从,且众人皆对他抱有好感——乘机夺取了所有要塞,并用这些要塞中的资财招募雇佣兵,自立为王。

§1.118

πρὸς ταῦτα ὀδυρόμενον τὸν Ὑρκανὸν ἡ μήτηρ οἰκτείρασα τήν τε γυναῖκα καὶ τοὺς παῖδας Ἀριστοβούλου καθείργνυσιν εἰς τὴν Ἀντωνίαν· φρούριον δʼ ἦν τῷ βορείῳ κλίματι τοῦ ἱεροῦ προσκείμενον, πάλαι μέν, ὡς ἔφην, βᾶρις ὀνομαζόμενον, αὖθις δὲ ταύτης τυχὸν τῆς προσηγορίας ἐπικρατήσαντος Ἀντωνίου, καθάπερ ἀπό τε τοῦ Σεβαστοῦ καὶ Ἀγρίππα Σεβαστὴ καὶ Ἀγριππιὰς πόλεις ἐπωνομάσθησαν.

面对海尔堪对此事的悲泣哀告,母亲心生怜悯,将阿里斯托布卢斯的妻儿囚禁在安东尼亚城堡。此堡垒紧邻圣殿北侧,正如我此前所言,往昔被称为巴里斯,但后来在安东尼掌权时获得了这一称谓,正如按奥古斯都和阿格里帕之名,各城被命名为塞巴斯特和阿格里皮亚斯一样。

§1.119

πρὶν δὲ ἐπεξελθεῖν Ἀλεξάνδρα τὸν Ἀριστόβουλον τῆς τἀδελφοῦ καταλύσεως2 τελευτᾷ διοικήσασα τὴν ἀρχὴν ἔτεσιν ἐννέα.

然而,亚历山德拉尚未就颠覆其兄之罪惩治阿里斯托布卢斯,便在统辖国政九年之后与世长辞。

§1.120

Καὶ κληρονόμος μὲν ἦν τῶν ὅλων Ὑρκανός, ᾧ καὶ ζῶσα τὴν βασιλείαν ἐνεχείρισεν, δυνάμει δὲ καὶ φρονήματι προεῖχεν ὁ Ἀριστόβουλος. γενομένης δὲ αὐτοῖς περὶ τῶν ὅλων συμβολῆς περὶ Ἱεριχοῦντα καταλιπόντες οἱ πολλοὶ τὸν Ὑρκανὸν μεταβαίνουσιν πρὸς τὸν Ἀριστόβουλον.

海尔堪固然是大政的全权继承人,她在生前亦将王权交付于他,但在实力与决断魄力上,阿里斯托布卢斯却技高一筹。当二人在耶利哥附近为争夺大权展开交战时,大多数人背弃海尔堪,投奔了阿里斯托布卢斯。

§1.121

ὁ δὲ μετὰ τῶν συμμεινάντων φθάνει συμφυγὼν ἐπὶ τὴν Ἀντωνίαν καὶ κυριεύσας τῶν πρὸς σωτηρίαν ὁμήρων· ταῦτα δʼ ἦν ἡ Ἀριστοβούλου γυνὴ μετὰ τῶν τέκνων. ἀμέλει πρὶν ἀνηκέστου πάθους διελύθησαν,3 ὥστε βασιλεύειν μὲν Ἀριστόβουλον, Ὑρκανὸν δὲ ἐκστάντα τῆς ἄλλης ἀπολαύειν τιμῆς ὥσπερ ἀδελφὸν βασιλέως.

海尔堪则与坚守在身边的人一同先期逃入安东尼亚堡,并掌握了确保自身安全的人质——即阿里斯托布卢斯的妻子与子女。诚然,在酿成无可挽回的祸患之前,他们达成了和解:阿里斯托布卢斯称王,海尔堪则退位,以国王之弟的身份享有其余尊荣。

§1.122

ἐπὶ τούτοις διαλλαγέντες ἐν τῷ ἱερῷ καὶ τοῦ λαοῦ περιεστῶτος φιλοφρόνως ἀλλήλους ἀσπασάμενοι διήμειψαν τὰς οἰκίας· Ἀριστόβουλος μὲν γὰρ εἰς τὰ βασίλεια, Ὑρκανὸς δὲ ἀνεχώρησεν εἰς τὴν Ἀριστοβούλου οἰκίαν.

他们在圣殿中按这些条件讲和,在民众环侍之下亲切相拥,并调换了住宅:阿里斯托布卢斯入驻王宫,而海尔堪则退居阿里斯托布卢斯的邸宅。

§1.123

Δέος δὲ τοῖς τε ἄλλοις τῶν Ἀριστοβούλου διαφόρων ἐμπίπτει παρʼ ἐλπίδα κρατήσαντος καὶ μάλιστα Ἀντιπάτρῳ πάλαι διαμισουμένῳ. γένος δʼ ἦν Ἰδουμαῖος προγόνων τε ἕνεκα καὶ πλούτου καὶ τῆς ἄλλης ἰσχύος πρωτεύων τοῦ ἔθνους.

然而,由于阿里斯托布卢斯出人意料地掌握了政权,恐惧笼罩了其其余政敌,尤其是早已深为〔他〕所痛恨的安提帕特。他出身于以土买人,凭借先祖家世、财富及其他势力而在本族中居于首位。

§1.124

οὗτος ἅμα καὶ τὸν Ὑρκανὸν Ἀρέτᾳ προσφυγόντα τῷ βασιλεῖ τῆς Ἀραβίας ἀνακτήσασθαι τὴν βασιλείαν ἔπειθεν καὶ τὸν Ἀρέταν δέξασθαί τε τὸν Ὑρκανὸν καὶ καταγαγεῖν ἐπὶ τὴν ἀρχήν, πολλὰ μὲν τὸν Ἀριστόβουλον εἰς τὸ ἦθος διαβάλλων, πολλὰ δʼ ἐπαινῶν τὸν Ὑρκανὸν [παρῄνει δέξασθαι], καὶ ὡς πρέπον εἴη τὸν οὕτω λαμπρᾶς προεστῶτα βασιλείας ὑπερέχειν χεῖρα τῷ ἀδικουμένῳ· ἀδικεῖσθαι δὲ τὸν Ὑρκανὸν στερηθέντα τῆς κατὰ τὸ πρεσβεῖον αὐτῷ προσηκούσης ἀρχῆς.

此人一方面劝说海尔堪投奔阿拉伯王阿雷塔斯以夺回王位,另一方面亦劝说阿雷塔斯接纳海尔堪并助其复位;他极力诋毁阿里斯托布卢斯的人品,又竭力赞美海尔堪,称统辖如此显赫王国的君主向蒙冤受害者伸出援手乃是顺理成章之事;而海尔堪正是因按长子权本属于他的统治权被剥夺而蒙冤受害。

§1.125

προκατασκευάσας δὲ ἀμφοτέρους, νύκτωρ ἀναλαβὼν τὸν Ὑρκανὸν ἀπὸ τῆς πόλεως ἀποδιδράσκει καὶ συντόνῳ φυγῇ χρώμενος εἰς τὴν καλουμένην Πέτραν διασώζεται· βασίλειον αὕτη τῆς Ἀραβίας ἐστίν.

在事先将双方安抚撮合之后,他在夜间带上海尔堪逃离都城,乘疾行奔逃脱险至所谓的佩特拉;此地乃是阿拉伯的王都。

§1.126

ἔνθα τῷ Ἀρέτᾳ τὸν Ὑρκανὸν ἐγχειρίσας καὶ πολλὰ μὲν καθομιλήσας, πολλοῖς δὲ δώροις ὑπελθὼν δοῦναι δύναμιν αὐτῷ πείθει τὴν κατάξουσαν αὐτόν· ἦν δʼ αὕτη πεζῶν τε καὶ ἱππέων πέντε μυριάδες, πρὸς ἣν οὐκ ἀντέσχεν Ἀριστόβουλος, ἀλλʼ ἐν τῇ πρώτῃ συμβολῇ λειφθεὶς εἰς Ἱεροσόλυμα συνελαύνεται.

在那里,他将海尔堪交付给阿雷塔斯,通过反复交涉并辅以重礼笼络,说服他向海尔堪提供助其复位的兵力。这支部队包含五万步兵与骑兵,阿里斯托布卢斯抵挡不住,在初次交锋中落败,被困逼入耶路撒冷。

§1.127

κἂν ἔφθη κατὰ κράτος ληφθείς, εἰ μὴ Σκαῦρος ὁ Ῥωμαίων στρατηγὸς ἐπαναστὰς αὐτῶν τοῖς καιροῖς ἔλυσε4 τὴν πολιορκίαν· ὃς ἐπέμφθη μὲν εἰς Συρίαν ἀπὸ Ἀρμενίας ὑπὸ Πομπηίου Μάγνου πολεμοῦντος πρὸς Τιγράνην, παραγενόμενος δὲ εἰς Δαμασκὸν ἑαλωκυῖαν προσφάτως ὑπὸ Μετέλλου καὶ Λολλίου καὶ τούτους μεταστήσας, ἐπειδὴ τὰ κατὰ τὴν Ἰουδαίαν ἐπύθετο, καθάπερ ἐφʼ ἕρμαιον ἠπείχθη.

若非罗马将领斯考鲁斯在他们的危急关头介入并解了包围,他本已旋即被强行攻克。斯考鲁斯乃是由正与提格兰交战的庞培大帝从亚美尼亚派往叙利亚的;他抵达了不久前被梅特路斯和洛利乌斯攻克的大马士革并接替了他们,在获悉犹太地的情势后,便如获意外之财般飞速赶去。

语法注4 条
  1. 1.116φθάνει δʼ ἐκεῖνος ἀπαναστὰς

    动词 φθάνω 与补充动词分词 ἀπαναστάς 连用,表示抢先、提前或先于某事发生行动。此处指提格兰因卢库鲁斯入侵本国而提前撤围退兵。

  2. 1.119πρὶν δὲ ἐπεξελθεῖν Ἀλεξάνδρα τὸν Ἀριστόβουλον τῆς τἀδελφοῦ καταλύσεως

    由 πρίν 引导的不定式(ἐπεξελθεῖν)时间从句,其主语为与主句共用的主格 Ἀλεξάνδρα。动词 ἐπεξέρχομαι 采用“人身宾格(τὸν Ἀριστόβουλον)+ 罪由属格(τῆς τἀδελφοῦ καταλύσεως)”的句式,意为“就颠覆其兄之罪惩治阿里斯托布卢斯”。

  3. 1.121ἀμέλει πρὶν ἀνηκέστου πάθους διελύθησαν

    此处 πρίν 用作支配属格名词短语(ἀνηκέστου πάθους)的介词(意为“在无可挽回的祸患发生之前”),而非作为连词引导从句。这种用法常见于希腊化及后世散文,修饰主句动词 διελύθησαν(讲和)。

  4. 1.127κἂν ἔφθη κατὰ κράτος ληφθείς, εἰ μὴ Σκαῦρος... ἔλυσε

    过去反事实条件句结构:条件从句使用 εἰ μή 搭配不定过去时直陈式(ἔλυσε),主句则由 κἂν(即 καὶ ἄν)配合不定过去时直陈式(ἔφθη)及补充动词分词(ληφθείς)构成。该复合结构表明“若非斯考鲁斯介入,他早已被攻克”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0526.tlg004.humanitext-grc2:1.115-1.127