- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 6. Niese, Benedikt, editor. Berlin: Weidmann, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg004.humanitext-grc2:1.1-1.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
约瑟夫斯批评了此前史家偏颇失实的记述,阐明了自己基于亲身经历用希腊语撰写这部犹太战争史的动机与写作原则。
Ἐπειδὴ τὸν Ἰουδαίων πρὸς Ῥωμαίους πόλεμον συστάντα μέγιστον1 οὐ μόνον τῶν καθʼ ἡμᾶς, σχεδὸν δὲ καὶ ὧν ἀκοῇ παρειλήφαμεν ἢ πόλεων πρὸς πόλεις ἢ ἐθνῶν ἔθνεσι συρραγέντων,2 οἱ μὲν οὐ παρατυχόντες τοῖς πράγμασιν, ἀλλʼ ἀκοῇ συλλέγοντες εἰκαῖα καὶ ἀσύμφωνα διηγήματα σοφιστικῶς ἀναγράφουσιν, οἱ παραγενόμενοι δὲ ἢ κολακείᾳ τῇ πρὸς Ῥωμαίους ἢ μίσει τῷ πρὸς Ἰουδαίους καταψεύδονται τῶν πραγμάτων, περιέχει δὲ αὐτοῖς ὅπου μὲν κατηγορίαν ὅπου δὲ ἐγκώμιον τὰ συγγράμματα, τὸ δʼ ἀκριβὲς τῆς ἱστορίας οὐδαμοῦ, προυθέμην ἐγὼ τοῖς κατὰ τὴν Ῥωμαίων ἡγεμονίαν Ἑλλάδι γλώσσῃ μεταβαλὼν ἃ τοῖς ἄνω βαρβάροις τῇ πατρίῳ συντάξας ἀνέπεμψα πρότερον ἀφηγήσασθαι Ἰώσηπος3 Ματθίου παῖς ἐξ Ἱεροσολύμων ἱερεύς, αὐτός τε Ῥωμαίους πολεμήσας τὰ πρῶτα καὶ τοῖς ὕστερον παρατυχὼν ἐξ ἀνάγκης·
犹太人对罗马人的战争,不仅是我们这个时代最大的战争,而且几乎是传闻所及的一切城邦对城邦或民族对民族交战的战争中最宏大的。然而,有些人未曾亲历其事,只凭道听途说搜集轻率而自相矛盾的传闻,以诡辩之笔敷衍成书;另一些身历其境者,则或出对罗马人的谄媚,或出于对犹太人的仇恨,肆意歪曲事实,他们的著作各处充斥着攻讦与颂扬,而历史的真确性却荡然无存。因此,我,马提亚斯之子约瑟夫斯,来自耶路撒冷的祭司,最初曾亲与罗马人作战,后来又因势被迫在场,决意将此前用母语编纂并呈送给内地各族的记录译为希腊语,叙述给所有处于罗马帝国统治之下的人们。
γενομένου γάρ, ὡς ἔφην, μεγίστου τοῦδε τοῦ κινήματος ἐν Ῥωμαίοις μὲν ἐνόσει τὰ οἰκεῖα, Ἰουδαίων δὲ τὸ νεωτερίζον τότε τεταραγμένοις ἐπανέστη τοῖς καιροῖς ἀκμάζον κατά τε χεῖρα καὶ χρήμασιν, ὡς διʼ ὑπερβολὴν θορύβων τοῖς μὲν ἐν ἐλπίδι κτήσεως τοῖς δʼ ἐν ἀφαιρέσεως δέει γίνεσθαι τὰ πρὸς τὴν ἀνατολήν, ἐπειδὴ Ἰουδαῖοι μὲν ἅπαν τὸ ὑπὲρ Εὐφράτην ὁμόφυλον συνεπαρθήσεσθαι σφίσιν ἤλπισαν, Ῥωμαίους δὲ οἵ τε γείτονες Γαλάται παρεκίνουν καὶ τὸ Κελτικὸν οὐκ ἠρέμει, μεστὰ δʼ ἦν πάντα θορύβων μετὰ Νέρωνα, καὶ πολλοὺς μὲν βασιλειᾶν ὁ καιρὸς ἀνέπειθεν, τὰ στρατιωτικὰ δὲ ἤρα μεταβολῆς ἐλπίδι λημμάτων·
因为,正如我所言,在这场最大规模的动乱爆发之时,罗马人国内政治正陷入疾患,而犹太人的激进分子则乘此时局动荡而起,兼具武力与资财之雄,以致因极度的骚动,东方局势在一方眼中成了掠夺的希望,在另一方眼中成了丧失的忧惧。犹太人指望幼发拉底河彼岸的所有同胞与他们一同举事,而近邻的高卢人使罗马人惴惴不安,凯尔特各地亦动荡不定;尼禄之后万事皆充斥着骚乱,时局驱使许多人觊觎帝位,军队则因贪图犒赏而渴求政变。
ἄτοπον ἡγησάμενος περιιδεῖν πλαζομένην ἐπὶ τηλικούτοις πράγμασι τὴν ἀλήθειαν,4 καὶ Πάρθους μὲν καὶ Βαβυλωνίους Ἀράβων τε τοὺς πορρωτάτω καὶ τὸ ὑπὲρ Εὐφράτην ὁμόφυλον ἡμῖν Ἀδιαβηνούς τε γνῶναι διὰ τῆς ἐμῆς ἐπιμελείας ἀκριβῶς, ὅθεν τε ἤρξατο καὶ διʼ ὅσων ἐχώρησεν παθῶν ὁ πόλεμος καὶ ὅπως κατέστρεψεν, ἀγνοεῖν δὲ Ἕλληνας ταῦτα καὶ Ῥωμαίων τοὺς μὴ ἐπιστρατευσαμένους, ἐντυγχάνοντας ἢ κολακείαις ἢ πλάσμασι.
我认为,在如此重大之事上坐视真相沦落荒谬至极;帕提亚人、巴比伦人、极偏远的阿拉伯诸部、我们幼发拉底河彼岸的同胞以及阿迪亚贝尼人,通过我的尽心考察,得以精确获悉这场战争从何而始、历经何等苦难、如何落幕;然而希腊人以及未曾随军出征的罗马人却对此一无所知,只能读到谄媚之词或虚构之说。
Καίτοι γε ἱστορίας αὐτὰς ἐπιγράφειν τολμῶσιν, ἐν αἷς πρὸς τῷ μηδὲν ὑγιὲς δηλοῦν καὶ τοῦ σκοποῦ δοκοῦσιν ἔμοιγε διαμαρτάνειν. βούλονται μὲν γὰρ μεγάλους τοὺς Ῥωμαίους ἀποδεικνύειν, καταβάλλουσιν δὲ ἀεὶ τὰ Ἰουδαίων καὶ ταπεινοῦσιν·
尽管如此,他们竟敢将这些著作题名为历史;在这些作品中,除了未能揭示任何健全的实情外,在我看来甚至完全背离了历史的目的。因为他们一方面企图显示罗马人的伟大,另一方面却一味贬抑和轻蔑犹太人的事迹。
οὐχ ὁρῶ δέ, πῶς ἂν εἶναι μεγάλοι δοκοῖεν οἱ μικροὺς νενικηκότες·5 καὶ οὔτε τὸ μῆκος αἰδοῦνται τοῦ πολέμου οὔτε τὸ πλῆθος τῆς Ῥωμαίων καμούσης στρατιᾶς οὔτε τὸ μέγεθος τῶν στρατηγῶν, οἳ πολλὰ περὶ τοῖς Ἱεροσολύμοις ἱδρώσαντες οἶμαι ταπεινουμένου τοῦ κατορθώματος αὐτοῖς ἀδοξοῦσιν.
然而我看不出,征服了微不足道之辈的人,如何能够显得伟大。他们既不顾及战事的旷日持久,也不顾及疲惫不堪的罗马军队的人数,亦不尊重将领的伟大;将领们在耶路撒冷周围历尽艰辛,我认为若战果被贬低,他们的名声亦会受损。
Οὐ μὴν ἐγὼ τοῖς ἐπαίρουσι τὰ Ῥωμαίων ἀντιφιλονεικῶν αὔξειν τὰ τῶν ὁμοφύλων διέγνων, ἀλλὰ τὰ μὲν ἔργα μετʼ ἀκριβείας ἀμφοτέρων διέξειμι, τοὺς δʼ ἐπὶ τοῖς πράγμασι λόγους ἀνατίθημι τῇ διαθέσει καὶ τοῖς ἐμαυτοῦ πάθεσι διδοὺς ἐπολοφύρεσθαι ταῖς τῆς πατρίδος συμφοραῖς.
然而,我绝非为了与那些拔高罗马人的人竞相争胜而决意夸大本族人的成就,而是要精确叙述双方的作为;至于对事件的评述,我则听凭内心性情,容许自己的情感为祖国的灾难痛哭哀鸣。
ὅτι γὰρ αὐτὴν στάσις οἰκεία καθεῖλεν, καὶ τὰς Ῥωμαίων χεῖρας ἀκούσας καὶ τὸ πῦρ ἐπὶ τὸν ναὸν εἵλκυσαν οἱ Ἰουδαίων τύραννοι, μάρτυς αὐτὸς ὁ πορθήσας Καῖσαρ Τίτος, ἐν παντὶ τῷ πολέμῳ τὸν μὲν δῆμον ἐλεήσας ὑπὸ τῶν στασιαστῶν φρουρούμενον, πολλάκις δὲ ἑκὼν τὴν ἅλωσιν τῆς πόλεως ὑπερτιθέμενος καὶ διδοὺς τῇ πολιορκίᾳ χρόνον εἰς μετάνοιαν τῶν αἰτίων.
因为导致祖国覆亡的是自相残杀的内讧,而将罗马人本不愿动用的武力和烈火引向圣殿的,正是犹太人中的暴徒;毁灭城池的恺撒·提图斯本人便可作证,他在整场战争中始终怜悯被乱党软禁的民众,屡次自愿推迟攻克城池,并在围城中给予罪魁祸首悔过的时机。
εἰ δή τις ὅσα πρὸς τοὺς τυράννους ἢ τὸ λῃστρικὸν αὐτῶν κατηγορικῶς λέγοιμεν ἢ τοῖς δυστυχήμασι τῆς πατρίδος ἐπιστένοντες συκοφαντοίη, διδότω6 παρὰ τὸν τῆς ἱστορίας νόμον συγγνώμην τῷ πάθει· πόλιν μὲν γὰρ δὴ τῶν ὑπὸ Ῥωμαίοις πασῶν τὴν ἡμετέραν ἐπὶ πλεῖστόν τε εὐδαιμονίας συνέβη προελθεῖν καὶ πρὸς ἔσχατον συμφορῶν αὖθις καταπεσεῖν·
因此,若有人对我针对暴徒及其盗匪团伙所用的谴责之词提出责难,或批评我为祖国的厄运而哀叹,请他逾越史法,宽宥这番痛切之情。因为在罗马治下的所有城邦中,唯有我们的城邦曾攀上极度的繁荣,随后又跌入苦难的深渊。
- 1.1Ἐπειδὴ τὸν Ἰουδαίων πρὸς Ῥωμαίους πόλεμον συστάντα μέγιστον
句首的宾格 τὸν ... πόλεμον 虽是后文动词 ἀναγράφουσιν 的直接宾语,但作为整个开篇长句的主题,被前置提引(prolepsis)到 Ἐπειδὴ 从句的最前端。
- 1.1ὧν ἀκοῇ παρειλήφαμεν ἢ πόλεων πρὸς πόλεις ἢ ἐθνῶν ἔθνεσι συρραγέντων
关系代词 ὧν 因格吸引而同化为省略的先行词的属格,该先行词是受最高级 μέγιστον 支配的部分属格;其后的 ἢ πόλεων πρὸς πόλεις ἢ ἐθνῶν ἔθνεσι συρραγέντων 则作为独立属格,对先行词的内容加以具体阐释与补充。
- 1.3προυθέμην ἐγὼ ... ἀφηγήσασθαι Ἰώσηπος
这是承接第1节起长篇 Ἐπειδὴ 原因从句的主句。专有名词及头衔 Ἰώσηπος ... ἱερεύς 与主语代词 ἐγὼ 构成同位语,主谓动词 προυθέμην 支配不定式 ἀφηγήσασθαι。
- 1.6ἄτοπον ἡγησάμενος περιιδεῖν πλαζομένην ... τὴν ἀλήθειαν
分词 ἡγησάμενος 表达作者的动机。表示容忍、忽视的动词 περιιδεῖν 接补充性分词 πλαζομένην 与其宾语 τὴν ἀλήθειαν(任由真相迷失),后接由 καὶ Πάρθους μὲν ... γνῶναι 与 ἀγνοεῖν δὲ Ἕλληνας 构成的对照性带宾格的不定式短语,同为 ἡγησάμενος 判为荒谬的内容。
- 1.8πῶς ἂν εἶναι μεγάλοι δοκοῖεν οἱ μικροὺς νενικηκότες
间接疑问句中的 ἄν 加希求法(δοκοῖεν)表潜在语气。主格表语 μεγάλοι 通过不定式 εἶναι 与主语分词短语 οἱ ... νενικηκότες 保持性数格一致,构成反问:“征服了微不足道之辈的人,怎能显得伟大?”
- 1.11εἰ δή τις ... συκοφαντοίη, διδότω
这是一种混合条件句:条件从句使用希求法(συκοφαντοίη),结果句使用第三人称命令法(διδότω)。设想未来可能的挑剔者,并直接呼吁读者宽宥其悲叹之情。
