- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 4. Niese, Benedikt, editor. Berlin: Weidmann, 1890.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg002.humanitext-grc2:95-107
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
约瑟夫斯侥幸躲过约翰派来的刺客并逃往塔里凯埃,随后安抚了意图摧毁提比利亚与吉斯卡拉的愤怒的加利利民众;接着他前往塞佛里斯,并在那里提前获悉了塞佛里斯人买通强盗头目耶稣企图发动的伏击。
πεπόμφει δʼ ὁ Ἰωάννης τῶν περὶ αὐτὸν ὁπλιτῶν ἐπιλέξας τοὺς πιστοτάτους ἐκ τῶν χιλίων, οἵπερ ἦσαν αὐτῷ, καὶ προσέταξεν τοῖς πεμφθεῖσιν ἀνελεῖν με πεπυσμένος ὡς εἴην μετὰ τῶν οἰκείων μεμονωμένος.
约翰从他所拥有的一千名重装步兵中选拔了最忠诚的人派出,并在获知我仅与近侍在一起孤立无援后,命令受派者将我杀死。
ἧκον δʼ οἱ πεμφθέντες, κἂν ἐπεπράχεισαν, εἰ μὴ τοῦ τριγχοῦ θᾶττον ἀφαλόμενος ἐγὼ μετὰ τοῦ σωματοφύλακος Ἰακώβου καὶ ὑπό τινος Τιβεριέως Ἡρώδου προσανακουφισθείς, ὁδηγηθεὶς ὑπὸ τούτου ἐπὶ τὴν λίμνην καὶ πλοίου λαβόμενος καὶ ἐπιβὰς παρὰ δόξαν τοὺς ἐχθροὺς διαφυγὼν εἰς Ταριχέας ἀφικόμην.1
受派者赶到了;若非我与护卫雅各一起迅速从胸墙上一跃而下,并在一位名叫希律的提比利亚人的搀扶下,由他引路前往湖边,夺得一艘小船并登船,出人意料地逃脱了敌人并抵达塔里凯埃,他们便已经得手了。
Οἱ δὲ τὴν πόλιν ταύτην κατοικοῦντες ὡς ἐπύθοντο τὴν τῶν Τιβεριέων ἀπιστίαν, σφόδρα παρωξύνθησαν. ἁρπάσαντες οὖν τὰ ὅπλα παρεκάλουν σφᾶς ἄγειν ἐπʼ αὐτούς· θέλειν γὰρ ἔφασκον ὑπὲρ τοῦ στρατηγοῦ δίκας λαβεῖν παρʼ αὐτῶν.
这座城邑的居民一听闻提比利亚人的背叛,便极度愤慨。于是他们拿起武器,恳求带他们去进攻提比利亚人;因为他们宣称愿意为了统帅向那些人讨回公道。
διήγγελλον δὲ τὰ γεγονότα καὶ τοῖς κατὰ τὴν Γαλιλαίαν πᾶσαν ἐρεθίσαι καὶ τούτους κατὰ τῶν Τιβεριέων διὰ σπουδῆς ἔχοντες, παρεκάλουν τε πλείστους συναχθέντας ἀφικέσθαι πρὸς αὐτούς, ἵνα μετὰ γνώμης τοῦ στρατηγοῦ πράττωσιν τὸ δόξαν.
他们还急于激起全加利利的人反对提比利亚人,便将所发生的事通报给全境的人,并敦促大家尽可能多地集结到他们那里,以便在统帅的同意下执行所决定的行动。
ἧκον οὖν οἱ Γαλιλαῖοι πολλοὶ πανταχόθεν μεθʼ ὅπλων καὶ παρεκελεύοντό μοι προσβαλεῖν τῇ Τιβεριάδι καὶ κατὰ κράτος αὐτὴν ἐξελεῖν καὶ πᾶσαν ἔδαφος ποιήσαντα τοὺς ἐνοίκους σὺν γυναιξὶ καὶ τέκνοις ἀνδραποδίσασθαι. συνεβούλευον δὲ ταῦτα καὶ τῶν φίλων οἱ ἐκ τῆς Τιβεριάδος διασωθέντες.
于是,许多加利利人全副武装从四面八方赶来,催促我攻打提比利亚,用强力将其攻克,并把整座城池夷为平地,将居民及其妻子儿女悉数沦为奴隶。从提比利亚死里逃生的几位朋友也如此建议。
ἐγὼ δὲ οὐ συνεπένευον δεινὸν ἡγούμενος ἐμφυλίου πολέμου κατάρχειν· μέχρι λόγων γὰρ ᾤμην εἶναι δεῖν τὴν φιλονεικίαν. καὶ μὴν οὐδʼ αὐτοῖς ἔφασκον συμφέρειν τοῦτο πρᾶξαι Ῥωμαίων ταῖς πρὸς ἀλλήλους στάσεσιν αὐτοὺς ἀπολέσθαι προσδοκώντων. ταῦτα δὲ λέγων ἔπαυσα τῆς ὀργῆς τοὺς Γαλιλαίους.
然而我没有赞同,认为挑起内战是极为可怕的;因为我认为纷争应当仅止于言辞之争。此外,我还对他们说,采取这种行动对他们自己也毫无益处,因为罗马人正指望他们因彼此的内讧而自行灭亡。通过说这番话,我平息了加利利人的愤怒。
Ὁ δὲ Ἰωάννης ἀπράκτου τῆς ἐπιβουλῆς αὐτῷ γενομένης ἔδεισε περὶ ἑαυτοῦ, καὶ τοὺς περὶ αὐτὸν ὁπλίτας ἀναλαβὼν ἀπῆρεν ἐκ τῆς Τιβεριάδος εἰς τὰ Γίσχαλα, καὶ γράφει πρός με περὶ τῶν πεπραγμένων ἀπολογούμενος ὡς μὴ κατὰ γνώμην τὴν αὐτοῦ γενομένων, παρακαλεῖ τε μηδὲν ὑπονοεῖν κατʼ αὐτοῦ προστιθεὶς ὅρκους καὶ δεινάς τινας ἀράς, διʼ ὧν ᾤετο πιστευθήσεσθαι περὶ ὧν ἐπέστειλεν.
约翰由于阴谋落空而为自身安危担忧,便率领身边的重装步兵从提比利亚撤退至吉斯卡拉;他写信向我为所发生的事辩解,声称那并非出于他的意愿,并恳请我不要对他起任何疑心,还附上了誓言和可怕的咒诅,以为凭此便可使自己在信中所写的内容令人信服。
Οἱ δὲ Γαλιλαῖοι, πολλοὶ γὰρ ἕτεροι πάλιν ἐκ τῆς χώρας πάσης ἀνήχθησαν μεθʼ ὅπλων, εἰδότες τὸν ἄνθρωπον ὡς πονηρός ἐστιν2 καὶ ἐπίορκος, παρεκάλουν ἀγαγεῖν σφᾶς ἐπʼ αὐτόν, ἄρδην ἀφανίσειν ἐπαγγελλόμενοι σὺν αὐτῷ καὶ τὰ Γίσχαλα.
但加利利人——因为又有许多人从全境各地全副武装重新集结起来——深知那人是个邪恶背誓之徒,便恳求带他们去进攻他,声称要将他与吉斯卡拉一并彻底铲除。
χάριν μὲν οὖν ἔχειν αὐτῶν ταῖς προθυμίαις ὡμολόγουν ἐγὼ καὶ νικήσειν αὐτῶν τὴν εὔνοιαν ἐπηγγελλόμην, παρεκάλουν δʼ ὅμως ἐπισχεῖν αὐτοὺς ἀξιῶν καὶ συγγινώσκειν μοι δεόμενος προῃρημένῳ τὰς ταραχὰς χωρὶς φόνων καταστέλλειν. καὶ πείσας τὸ πλῆθος τῶν Γαλιλαίων εἰς τὴν Σέπφωριν ἀφικνούμην.
我固然承认对他们的热情心存感激,并答应将胜过他们的善意,但仍恳请他们克制,请求他们宽宥我这个决意不用流血来平息动乱的人。在说服了加利利民众之后,我来到了塞佛里斯。
Οἱ δὲ τὴν πόλιν ταύτην κατοικοῦντες ἄνδρες κεκρικότες τῇ πρὸς Ῥωμαίους ἐμμεῖναι πίστει, δεδιότες δὲ τὴν ἐμὴν ἄφιξιν, ἐπειράθησαν ἑτέρᾳ με πράξει περισπάσαντες ἀδεεῖς εἶναι περὶ ἑαυτῶν.
居住在这座城里的人们已决意坚守对罗马人的忠诚,因恐惧我的到来,便企图通过用另一桩事分散我的注意力,以使自身处于安全境地。
καὶ δὴ πέμψαντες πρὸς Ἰησοῦν τὸν ἀρχιλῃστὴν εἰς τὴν Πτολεμαΐδος μεθορίαν ὑπέσχοντο δώσειν πολλὰ χρήματα θελήσαντι μετὰ τῆς σὺν αὐτῷ δυνάμεως, ἦσαν δʼ ὀκτακόσιοι τὸν ἀριθμόν, πόλεμον ἐξάψαι πρὸς ἡμᾶς.
于是他们派人前往托勒迈斯边境的强盗头目耶稣那里,许诺若他愿意率领麾下的部众(其人数达八百人)向我们挑起战端,便付给他重金。
ὁ δʼ ὑπακούσας αὐτῶν ταῖς ὑποσχέσεσιν ἠθέλησεν ἐπιπεσεῖν ἡμῖν ἀνετοίμοις καὶ μηδὲν προγινώσκουσιν. πέμψας γοῦν πρός με παρεκάλει λαβεῖν ἐξουσίαν ἀσπασόμενον ἀφικέσθαι. συγχωρήσαντος δέ μου, τῆς γὰρ ἐπιβουλῆς οὐδὲν προηπιστάμην, ἀναλαβὼν τὸ σύνταγμα τῶν λῃστῶν ἔσπευδεν ἐπʼ ἐμέ.
他顺从了他们的许诺,企图在我们毫无防备、一无所知时袭来。于是他派人到我这里,请求准许他前来向我致敬。我应允了——因为我对这阴谋事先一无所知——,他便率领强盗团伙迅速朝我扑来。
οὐ μὴν ἔφθασεν αὐτοῦ τέλος λαβεῖν ἡ κακουργία·3 πλησιάζοντος γὰρ ἤδη τῶν σὺν αὐτῷ τις αὐτομολήσας ἧκεν πρός με τὴν ἐπιχείρησιν αὐτοῦ φράζων, κἀγὼ πυθόμενος ταῦτα προῆλθον εἰς τὴν ἀγορὰν σκηψάμενος ἀγνοεῖν τὴν ἐπιβουλήν· ἐπηγόμην δὲ πολλοὺς ὁπλίτας Γαλιλαίους, τινὰς δὲ καὶ Τιβεριέων.
然而他的恶行终究未能得逞;因为正当他逼近之时,随行的一人叛逃至我这里,揭露了他的企图。我得知此事后,便假装对这阴谋一无所知而步入广场;我随身带了许多加利利的重装步兵,也有若干提比利亚人。
- 96κἂν ἐπεπράχεισαν, εἰ μὴ τοῦ τριγχοῦ θᾶττον ἀφαλόμενος ἐγὼ ... εἰς Ταριχέας ἀφικόμην
这是一个与过去事实相反的条件句。正句采用了带 ἄν 的过去完成时(κἂν ἐπεπράχεισαν,“他们便已得手了”);而条件从句 εἰ μή 则统摄了一连串不定过去时分词(ἀφαλόμενος, προσανακουφισθείς 等),最终落在直陈语气不定过去时动词 ἀφικόμην(“若非我抵达了塔里凯埃”)上。实际逃脱的历史经过被巧妙地嵌入了否定条件句的框架之中。
- 102εἰδότες τὸν ἄνθρωπον ὡς πονηρός ἐστιν
前置/先取构式(prolepsis):从属分句(ὡς πονηρός ἐστιν)的主语被提前作为主导分词 εἰδότες 的直接宾语(宾格 τὸν ἄνθρωπον),意即“深知那人是个邪恶之徒”。
- 107οὐ μὴν ἔφθασεν αὐτοῦ τέλος λαβεῖν ἡ κακουργία
动词 φθάνω 搭配不定式(τέλος λαβεῖν)表示“成功做到/得以实现”(τέλος λαμβάνειν 为“告成、实现”的习惯表达)。字面意为“他的恶行未及告成”,即指阴谋未能得逞。
