- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 4. Niese, Benedikt, editor. Berlin: Weidmann, 1890.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg002.humanitext-grc2:80-94
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
约瑟夫斯忆述了自己在加利利治理中的廉洁与所获民心,接着记述约翰以疗养为名赴提比利亚煽动叛乱;约瑟夫斯连夜赶往劝导民众,却在演说未竟之时收到敌人来袭的警报。
Περὶ τριακοστὸν γοῦν ἔτος ὑπάρχων, ἐν ᾧ χρόνῳ, κἂν ἀπέχηταί τις τῶν παρανόμων ἐπιθυμιῶν, δύσκολον τὰς ἐκ τοῦ φθόνου διαβολὰς φεύγειν ἄλλως τε καὶ ἐξουσίας ὄντα μεγάλης,1 γυναῖκα μὲν πᾶσαν ἀνύβριστον ἐφύλαξα, πάντων δὲ τῶν διδομένων ὡς μὴ χρῄζων κατεφρόνησα, ἀλλʼ οὐδὲ τὰς ὀφειλομένας μοι ὡς ἱερεῖ δεκάτας ἀπελάμβανον παρὰ τῶν κομιζόντων·
我当时年约三十岁;在这样的年纪,人哪怕克制自己远离非法的欲望,也极难避开嫉妒带来的毁谤,尤其是身居高位之时。然而,我使每一位妇人都免遭侮辱,对所有呈献给我的财物都视若无物、宛如毫无所求,甚至连作为祭司理当收受的十分之一税,我都不从呈送者手中收取。
ἐκ μέντοι τῶν λαφύρων μέρος τοὺς Σύρους τοὺς τὰς πέριξ πόλεις κατοικοῦντας νικήσας ἔλαβον, ἃ καὶ εἰς Ἱεροσόλυμα τοῖς συγγενέσιν ὁμολογῶ πεπομφέναι.
不过,在击败居住在周边各城邑的叙利亚人之后,我确实分得了一部分战利品,我承认已将其送往耶路撒冷分给亲属。
καὶ δὶς μὲν κατὰ κράτος ἑλὼν Σεπφωρίτας, Τιβεριεῖς τετράκις, Γαδαρεῖς δʼ ἅπαξ, καὶ τὸν Ἰωάννην πολλάκις ἐπιβουλεύσαντά μοι λαβὼν ὑποχείριον οὔτʼ αὐτὸν οὔτε τινὰς τῶν προειρημένων ἐθνῶν ἐτιμωρησάμην, ὡς προϊὼν ὁ λόγος παραστήσει.
此外,我曾两次用强力攻取塞佛里斯人,四次攻取提比利亚人,一次攻取加大拉人,并且在多次图谋暗害我的约翰落入我手中时,我既未惩罚他,也未惩罚上述任何城邑的人民,正如后文的叙述所将表明的那样。
διὰ τοῦτʼ οἶμαι καὶ τὸν θεόν, οὐ γὰρ λελήθασιν αὐτὸν οἱ τὰ δέοντα πράττοντες, καὶ ἐκ τῆς ἐκείνων ῥύσασθαί με χειρὸς καὶ μετὰ ταῦτα πολλοῖς περιπεσόντα κινδύνοις διαφυλάξαι, περὶ ὧν ὕστερον ἀπαγγελοῦμεν.
我想,正因如此,神——因为行所当行之事者绝不会被祂忽视——不仅将我从他们的手中拯救出来,而且在此后我陷入重重危难时依然保全了我;关于这些危难,我们将在后面予以记述。
Τοσαύτη δʼ ἦν ἡ πρός με τοῦ πλήθους τῶν Γαλιλαίων εὔνοια καὶ πίστις, ὥστε ληφθεισῶν αὐτῶν κατὰ κράτος τῶν πόλεων, γυναικῶν δὲ καὶ τέκνων ἀνδραποδισθέντων, οὐχ οὕτως ταῖς ἑαυτῶν ἐπεστέναξαν συμφοραῖς, ὥσπερ τῆς ἐμῆς ἐφρόντισαν σωτηρίας.
加利利民众对我的善意与忠诚如此深厚,以至于当他们的城邑被强力攻占、妇幼沦为奴隶之时,他们哀叹自身遭遇的悲痛,竟比不上对我的安危的关切。
ταῦτα δʼ ὁρῶν Ἰωάννης ἐφθόνησε, καὶ γράφει πρός με παρακαλῶν ἐπιτρέψαι καταβάντι χρήσασθαι τοῖς ἐν Τιβεριάδι θερμοῖς ὕδασι τῆς τοῦ σώματος ἕνεκα θεραπείας.
约翰见此情景心怀嫉妒,便写信给我,恳求准许他前往提比利亚使用那里的温泉以疗养身体。
κἀγὼ μηδὲν ὑποπτεύσας πράξειν αὐτὸν πονηρὸν οὐκ ἐκώλυσα· πρὸς δὲ καὶ τοῖς τῆς Τιβεριάδος τὴν διοίκησιν ὑπʼ ἐμοῦ πεπιστευμένοις κατʼ ὄνομα γράφω κατάλυσιν ἑτοιμάσαι τῷ Ἰωάννῃ καὶ τοῖς ἀφιξομένοις σὺν αὐτῷ πάντων τε [τῶν ἐπιτηδείων] ἀφθονίαν παρασχεῖν. διέτριβον δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον ἐν κώμῃ τῆς Γαλιλαίας, ἣ προσαγορεύεται Κανά.
我未曾怀疑他会行恶,便未予阻拦;不仅如此,我还按人名致信给受我托付管理提比利亚政务的官员,命他们为约翰及随行之人备妥住处,并充足提供一切必需品。当时我正逗留在加利利一个名为迦拿的村庄。
Ὁ δʼ Ἰωάννης ἀφικόμενος εἰς τὴν Τιβεριέων πόλιν ἔπειθε τοὺς ἀνθρώπους ἀποστάντας τῆς πρός με πίστεως προστίθεσθαι αὐτῷ. καὶ πολλοὶ τὴν παράκλησιν ἡδέως ἐδέξαντο νεωτέρων ἐπιθυμοῦντες αἰεὶ πραγμάτων καὶ φύσει πρὸς μεταβολὰς ἐπιτηδείως ἔχοντες καὶ στάσεσι χαίροντες.
然而约翰抵达提比利亚城后,便劝诱城中居民背弃对我的忠诚而归附于他。许多人欣然接受了这一劝诱,因为他们总是渴望变革,天性倾向于政变,且乐于内乱。
μάλιστα δὲ Ἰοῦστος καὶ ὁ πατὴρ αὐτοῦ Πιστὸς ὡρμήκεσαν ἀποστάντες ἐμοῦ προσθέσθαι τῷ Ἰωάννῃ.
尤其是尤斯图斯及其父皮斯图斯,更是急切地想要背叛我而依附约翰。
διεκώλυσα δʼ αὐτοὺς φθάσας· ἧκεν γὰρ ἄγγελός μοι παρὰ Σίλα, ὃν ἐγὼ καθεστάκειν τῆς Τιβεριάδος στρατηγόν, ὡς προεῖπον, τὴν τῶν Τιβεριέων γνώμην ἀπαγγέλλων κἀμὲ σπεύδειν παρακαλῶν· βραδύναντος γὰρ ὑπὸ τὴν ἑτέρων ἐξουσίαν γενέσθαι τὴν πόλιν.2
但我抢先一步阻止了他们;因为正如我之前所述,由我任命为提比利亚司令官的西拉派来了一名信使,向我通报提比利亚人的企图并敦促我迅速赶往,因为若我稍有耽搁,该城便将落入他人之手。
ἐντυχὼν οὖν τοῖς γράμμασι τοῦ Σίλα καὶ διακοσίους ἀναλαβὼν ἄνδρας διʼ ὅλης τῆς νυκτὸς τὴν πορείαν ἐποιούμην, προπέμψας ἄγγελον τὸν τὴν ἐμὴν παρουσίαν τοῖς ἐν τῇ Τιβεριάδι σημανοῦντα.
读完西拉的信函后,我便率领二百名部属通宵达旦地行军,并提前派出一名信使向提比利亚城内的人通报我的到来。
πρωῒ δὲ πλησιάζοντος ἐμοῦ τῇ πόλει τὸ πλῆθος ὑπηντίαζεν καὶ Ἰωάννης σὺν αὐτοῖς, καὶ πάνυ με τεταραγμένως ἀσπασάμενος, δείσας μὴ εἰς ἔλεγχον αὐτοῦ τῆς πράξεως ἀφικομένης ἀπολέσθαι κινδυνεύσῃ, ὑπεχώρησε μετὰ σπουδῆς εἰς τὴν ἑαυτοῦ κατάλυσιν.
清晨,当我临近城池时,民众迎上前来,约翰也在其中;他神色极度慌乱地向我致意后,因唯恐自己的阴谋败露而招致杀身之祸,便匆忙退回自己的寓所。
κἀγὼ δὲ γενόμενος κατὰ τὸ στάδιον τοὺς περὶ ἐμὲ σωματοφύλακας ἀπολύσας πλὴν ἑνὸς καὶ μετὰ τούτου κατασχὼν δέκα τῶν ὁπλιτῶν δημηγορεῖν ἐπειρώμην τῷ πλήθει τῶν Τιβεριέων στὰς ἐπὶ τριγχοῦ τινος ὑψηλοῦ, παρεκάλουν τε μὴ οὕτως αὐτοὺς ταχέως ἀφίστασθαι· κατάγνωσιν γὰρ αὐτοῖς οἴσειν τὴν μεταβολήν, καὶ τῷ μετὰ ταῦτα προϊσταμένῳ διʼ ὑποψίας γενήσεσθαι δικαίας, ὡς μηδὲ τὴν πρὸς ἐκεῖνον πίστιν φυλαξόντων.3
我来到体育场后,遣散了除一人之外的所有贴身卫士,同这名卫士一起留下了十名重装步兵,然后站在一处高高的胸墙上试图向提比利亚的民众发表演说,劝告他们不要如此草率地背叛;因为这种反复无常将使他们蒙受谴责,并且随后的统治者也会对他们怀有合理的猜忌,认定他们对那位统治者也绝不会坚守忠信。
Οὔπω δέ μοι πάντα λελάλητο, καί4 τινος ἐξήκουσα τῶν οἰκείων καταβαίνειν κελεύοντος· οὐ γάρ μοι καιρὸν εἶναι φροντίζειν τῆς παρὰ Τιβεριέων εὐνοίας, ἀλλὰ περὶ τῆς ἰδίας σωτηρίας καὶ πῶς τοὺς ἐχθροὺς φύγω.
我尚未把话说完,忽听得一名亲信随从命我立即下来;他说此刻绝非顾念提比利亚人善意的时候,而是应当顾及自身安危,考虑如何摆脱敌人。
- 80ἐξουσίας ὄντα μεγάλης
分词 ὄντα 为阳性单数宾格,与不定式 φεύγειν 的逻辑主语(即受不定式结构支配的泛指代词宾格 τινά)在性、数、格上一致,而非依从主句的第一人称主语。前面 κἂν ἀπέχηταί τις 中原本为主格的主语在此转为受动词不定式制约的宾格,并支配性质/领属属格 ἐξουσίας... μεγάλης。
- 89βραδύναντος γὰρ ὑπὸ τὴν ἑτέρων ἐξουσίαν γενέσθαι τὴν πόλιν
βραδύναντος 是省略了逻辑主语 ἐμοῦ 的独立属格结构,表条件(意为“若我迟延”)。紧随其后的 γενέσθαι τὴν πόλιν 为受前文转述/敦促动词(ἀπαγγέλλων / παρακαλῶν)支配的间接引语“宾格加不定式”结构,说明西拉所预警的后果。
- 93τῷ μετὰ ταῦτα προϊσταμένῳ διʼ ὑποψίας γενήσεσθαι δικαίας, ὡς μηδὲ τὴν πρὸς ἐκεῖνον πίστιν φυλαξόντων
τῷ... προϊσταμένῳ 是与成语化表达 διʼ ὑποψίας γενήσεσθαι(意为“遭受某人之猜忌”)搭配的关涉与格或施事与格(“遭受随后的统治者之猜忌”)。末尾的属格分词 φυλαξόντων 在句法上依照意义(ad sensum)与语境中暗指的提比利亚人(αὐτῶν)相一致,而 ὡς 则引出这种主观猜忌的依据(“认定他们甚至不会对他也坚守忠信”)。
- 94Οὔπω δέ μοι πάντα λελάλητο, καί
这是由 οὔπω... καί... 构成的并列结构(parataxis),表达时间的紧迫接续(相当于“尚未……就在那时……”或“刚一……就……”)。这里没有使用从属连词,而是用 καί 将两个主句并列相连,生动地突出了突发危险打断演说的紧迫态势。
