← 弗拉维奥·约瑟夫斯

约瑟夫斯自传

§108-120

擒获盗贼耶稣与庇护外邦贵族

约瑟夫斯设局捕获并赦免了来犯的盗贼头目耶稣,保护了避难的外邦贵族免遭强迫受割礼,并在击退罗马军官艾布提乌斯后运走了王室粮食。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§108

εἶτα προστάξας τὰς ὁδοὺς πάσας ἀσφαλέστατα φρουρεῖσθαι παρήγγειλα τοῖς ἐπὶ τῶν πυλῶν μόνον Ἰησοῦν, ἐπειδὰν παραγένηται, μετὰ τῶν πρώτων εἰσελθεῖν ἐᾶσαι, ἀποκλεῖσαι δὲ τοὺς ἄλλους, βιαζομένους δὲ τύπτειν.

随后,我下令对所有道路实行最严密的戒备,并吩咐守门人:当耶稣到达时,只准他同最初的几个人一起入内,将其余的人关在门外,对强行闯入者予以痛击。

§109

τῶν δὲ τὸ προσταχθὲν ποιησάντων εἰσῆλθεν ὁ Ἰησοῦς μετʼ ὀλίγων. καὶ κελεύσαντος ἐμοῦ ῥῖψαι τὰ ὅπλα θᾶττον, εἰ γὰρ ἀπειθοίη τεθνήξεσθαι,1 περιεστῶτας ἰδὼν πανταχόθεν αὐτῷ τοὺς ὁπλίτας φοβηθεὶς ὑπήκουσεν· οἱ δʼ ἀποκλεισθέντες τῶν ἐπακολουθούντων αὐτῷ πυθόμενοι τὴν σύλληψιν ἔφυγον.

守门人照吩咐执行后,耶稣同少数随从进来了。在我命令他立即放下武器、并警告他若敢违抗便立遭处死之后,他眼见周围全副武装的重装步兵将他团团围住,因惊惧而服从了;那些被关在门外的随从一得知他被擒,便纷纷逃跑。

§110

κἀγὼ τὸν Ἰησοῦν προσκαλεσάμενος κατʼ ἰδίαν οὐκ ἀγνοεῖν ἔφην τὴν ἐπʼ ἐμὲ συσκευασθεῖσαν ἐπιβουλὴν οὐδʼ ὑπὸ τίνων πεμφθείη, συγγνώσεσθαι δʼ ὅμως αὐτῷ τῶν πεπραγμένων, εἰ μέλλοι μετανοήσειν καὶ πιστὸς ἐμοὶ γενήσεσθαι.

我私下召来耶稣,说我并非不知针对我所策划的阴谋,亦非不知他是受何人派遣,但只要他打算悔改并对我保持忠诚,我仍将宽恕他的所作所为。

§111

ὑπισχνουμένου δὲ πάντα ποιήσειν ἐκείνου ἀπέλυσα συγχωρήσας αὐτῷ συναγαγεῖν πάλιν οὓς πρότερον εἶχεν. Σεπφωρίταις δʼ ἠπείλησα, εἰ μὴ παύσαιντο τῆς ἀγνωμοσύνης, λήψεσθαι παρʼ αὐτῶν δίκας.

由于他许诺照办一切,我便准许他重新集结先前的部属,并将他释放。然而我对塞佛里斯人发出警告:如果他们不停止这种顽迷,我将向他们讨还公道。

§112

Κατὰ τοῦτον τὸν καιρὸν ἀφικνοῦνται πρός με δύο μεγιστᾶνες τῶν ὑπὸ τὴν ἐξουσίαν τοῦ βασιλέως ἐκ τῆς τῶν Τραχωνιτῶν χώρας ἐπαγόμενοι τοὺς ἑαυτῶν ἵππους καὶ ὅπλα, χρήματα δʼ ὑποκομίζοντες.

约在此时,从特拉科尼提斯地区来了两位属于国王管辖下的贵族投奔我,他们带来了各自的马匹和武器,并暗中携带着钱财。

§113

τούτους περιτέμνεσθαι τῶν Ἰουδαίων ἀναγκαζόντων, εἰ θέλουσιν εἶναι παρʼ αὐτοῖς, οὐκ εἴασα βιασθῆναι, φάσκων δεῖν ἕκαστον κατὰ τὴν ἑαυτοῦ προαίρεσιν τὸν θεὸν εὐσεβεῖν, ἀλλὰ μὴ μετὰ βίας, χρῆναι δὲ τούτους διʼ ἀσφάλειαν πρὸς ἡμᾶς καταφυγόντας μὴ μετανοεῖν. πεισθέντος δὲ τοῦ πλήθους τοῖς ἥκουσιν ἀνδράσιν τὰ πρὸς τὴν συνήθη δίαιταν ἅπαντα παρεῖχον δαψιλῶς.

当犹太人强迫他们受割礼、声称若想留居其间就必须如此时,我不允许对他们施加强迫,坚称每个人都应当根据自己的意愿而非被迫敬奉上帝,并且这些为求安全而逃难至我们这里的人不应当感到后悔。在说服了民众之后,我向这两位到来的人丰厚地提供了维持他们平日生活所需的一切物资。

§114

Πέμπει δʼ ὁ βασιλεὺς Ἀγρίππας δύναμιν καὶ στρατηγὸν ἐπʼ αὐτῆς Αἴκουον Μόδιον Γάμαλα τὸ φρούριον ἐξαιρήσοντας. οἱ δὲ πεμφθέντες κυκλώσασθαι μὲν τὸ φρούριον οὐκ ἤρκεσαν, ἐν δὲ τοῖς φανεροῖς τῶν τόπων ἐφεδρεύοντες ἐπολιόρκουν τὰ Γάμαλα.

与此同时,阿格里帕王派遣了一支部队,并以埃库乌斯·莫迪乌斯为统帅,前去攻取加马拉要塞。但派去的人无力合围要塞,便在开阔处的要害之地设伏,对加马拉实施围困。

§115

Αἰβούτιος δὲ ὁ δεκάδαρχος, ὁ τοῦ μεγάλου πεδίου τὴν προστασίαν πεπιστευμένος, ἀκούσας ὅτι παρείην εἰς Σιμωνιάδα κώμην ἐν μεθορίοις κειμένην τῆς Γαλιλαίας, αὐτοῦ δʼ ἀπέχουσαν ἑξήκοντα σταδίους, νυκτὸς ἀναλαβὼν τοὺς ἑκατὸν ἱππεῖς, οὓς εἶχεν σὺν αὐτῷ, καί τινας πεζοὺς περὶ διακοσίους, καὶ τοὺς ἐν Γάβα πόλει κατοικοῦντας ἐπαγόμενος συμμάχους, νυκτὸς ὁδεύσας ἧκεν εἰς τὴν κώμην, ἐν ᾗ διέτριβον.

负责统辖大平原的十夫长艾布提乌斯听说我正身处西摩尼亚斯——一个位于加利利边境、距离他六十斯塔狄昂的村庄——便在夜间率领手下的百名骑兵以及大约两百名步兵,并带上加巴城的居民作为盟友,连夜行军,来到了我所驻留的村庄。

§116

ἀντιπαραταξαμένου δὲ κἀμοῦ μετὰ δυνάμεως πολλῆς ὁ μὲν Αἰβούτιος εἰς τὸ πεδίον ὑπάγειν ἡμᾶς ἐπειρᾶτο· σφόδρα γὰρ τοῖς ἱππεῦσιν ἐπεποίθει. οὐ μὴν ὑπηκούσαμεν· ἐγὼ γὰρ τὸ πλεονέκτημα συνιδὼν τὸ γενησόμενον τοῖς ἱππεῦσιν, εἰ καταβαίημεν εἰς τὸ πεδίον, πεζοὶ γὰρ ἡμεῖς σύμπαντες ἦμεν, ἔγνων αὐτοῦ τοῖς πολεμίοις συνάπτειν.

我也率领大批部队列阵迎敌,艾布提乌斯企图引诱我们进入平原,因为他对自己的骑兵极具信心。然而我们并未顺从;因为我察觉到如果我们下到平原,骑兵将占尽优势——毕竟我们全都是步兵——,我便决定就地与敌人交战。

§117

καὶ μέχρι μέν τινος γενναίως ἀντέσχεν σὺν τοῖς περὶ αὐτὸν ὁ Αἰβούτιος, ἀχρεῖον δʼ ὁρῶν κατὰ τὸν τόπον τοῦτον οὖσαι αὐτῷ τὴν ἱππικὴν δύναμιν2 ἀναζεύγνυσιν ἄπρακτος εἰς Γάβαν πόλιν, τρεῖς ἄνδρας ἀποβαλὼν κατὰ τὴν μάχην.

艾布提乌斯同左右部下一度顽强抵抗,但看到在这等地形下骑兵毫无用处,在战斗中折损了三名士兵后,未达成目的便撤回了加巴城。

§118

εἱπόμην δὲ κατὰ πόδας ἐγὼ δισχιλίους ἐπαγόμενος ὁπλίτας, καὶ περὶ Βήσαραν πόλιν γενόμενος ἐν μεθορίῳ μὲν τῆς Πτολεμαΐδος κειμένην, εἴκοσι δʼ ἀπέχουσαν στάδια τῆς Γάβας, ἔνθα διέτριβεν Αἰβούτιος, στήσας τοὺς ὁπλίτας ἔξωθεν τῆς κώμης καὶ φρουρεῖν αὐτοῖς ἀσφαλῶς τὰς ὁδοὺς προστάξας ὑπὲρ τοῦ μὴ ἐνοχλῆσαι τοὺς πολεμίους ἡμῖν ἕως τὸν σῖτον ἐκφορήσομεν, πολὺς γὰρ ἀπέκειτο Βερενίκης τῆς βασιλίδος ἐκ τῶν πέριξ κωμῶν εἰς τὴν Βήσαραν συλλεγόμενος, πληρώσας τὰς καμήλους καὶ τοὺς ὄνους, πολλοὺς ἐπηγόμην, διέπεμψα τὸν σῖτον εἰς τὴν Γαλιλαίαν.3

我率领两千名重装步兵紧追其后,到达了贝萨拉城附近——该城位于托勒迈斯边界,距离艾布提乌斯驻留的加巴二十斯塔狄昂——;我将重装步兵部署在村外,命令他们牢牢守住道路,以免敌人在我们搬运粮食时前来袭扰——因为城中囤积了王后贝勒尼基的大量谷物,都是从周围各村落运到贝萨拉储藏起来的——;在装满了骆驼和驴子(我带了许多来)之后,我将粮食运送到了加利利。

§120

τοῦτο δὲ πράξας προεκαλούμην εἰς μάχην τὸν Αἰβούτιον, οὐχ ὑπακούσαντος δʼ ἐκείνου, κατεπέπληκτο γὰρ τὴν [ἡμετέραν] ἑτοιμότητα καὶ τὸ θράσος, ἐπὶ Νεοπολιτανὸν ἐτραπόμην τὴν Τιβεριέων χώραν ἀκούσας ὑπʼ αὐτοῦ λεηλατεῖσθαι.

办完此事后,我向艾布提乌斯下战书,但他并未应战——因为他已被我们的迅捷与胆量所震慑——;我听说提比利亚人的土地正遭到尼奥波利塔努斯的劫掠,便转兵向他迎去。

语法注3 条
  1. 109εἰ γὰρ ἀπειθοίη τεθνήξεσθαι

    间接引语中的条件句。在过去叙述语境下,原本直接引语的将来时直陈语气在从句中转为斜说希求语气(ἀπειθοίη),主句则采用完成将来时不定式(τεθνήξεσθαι)以表达迅速且确凿的死亡后果。

  2. 117ἀχρεῖον δʼ ὁρῶν κατὰ τὸν τόπον τοῦτον οὖσαι αὐτῷ τὴν ἱππικὴν δύναμιν

    手抄本所载的 οὖσαι 应视为阴性单数宾格分词 οὖσαν 的讹误,在语法上作 ὁρῶν 的补充语,与被修饰的名词短语 τὴν ἱππικὴν δύναμιν(阴性单数)一致,并带表语形容词 ἀχρεῖον。

  3. 118στήσας τοὺς ὁπλίτας ἔξωθεν τῆς κώμης καὶ φρουρεῖν αὐτοῖς ἀσφαλῶς τὰς ὁδοὺς προστάξας ὑπὲρ τοῦ μὴ ἐνοχλῆσαι τοὺς πολεμίους ἡμῖν ἕως τὸν σῖτον ἐκφορήσομεν, πολὺς γὰρ ἀπέκειτο ... συλλεγόμενος, πληρώσας τὰς καμήλους καὶ τοὺς ὄνους, πολλοὺς ἐπηγόμην, διέπεμψα τὸν σῖτον εἰς τὴν Γαλιλαίαν.

    这是一个由多个连续伴随分词短语(στήσας, προστάξας, πληρώσας)构成的长周期句,其核心动作最终收束于主动词 διέπεμψα。在主句之前插入了因果说明从句(πολὺς γὰρ ἀπέκειτο ...),用以解释谷物的来源,全句骨干为部署重兵、下令把守、装载牲畜并将粮食运往加利利。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0526.tlg002.humanitext-grc2:108-120