- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 4. Niese, Benedikt, editor. Berlin: Weidmann, 1890.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg002.humanitext-grc2:67-79
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在提比利亚宫殿遭洗劫后,约瑟夫斯收回王室器物予以保管,并在吉斯哈拉识破约翰谋求粮饷与借食用油投机的奸计。在打发同僚使节返回耶路撒冷后,约瑟夫斯向盗匪发放薪饷以安抚治安,并将加利利要人留作人质兼顾问,整饬当地秩序。
καὶ διήρπασαν πολλὰ παρὰ γνώμην τὴν ἡμετέραν πράξαντες· ἡμεῖς γὰρ μετὰ τὴν πρὸς Καπέλλαν καὶ τοὺς πρώτους Τιβεριέων ὁμιλίαν εἰς τὴν ἄνω Γαλιλαίαν ἀπὸ Βηθμαῶν ἀνεχωρήσαμεν. ἀναιροῦσιν δʼ οἱ περὶ τὸν Ἰησοῦν πάντας τοὺς ἐνοικοῦντας Ἕλληνας ὅσοι τε πρὸ τοῦ πολέμου γεγόνεισαν αὐτῶν ἐχθροί.
他们行事违背了我们的意图,大肆劫掠;因为在与卡佩拉及提比利亚的要人会谈之后,我们已从伯特茂斯撤往上加利利。此外,耶稣及其同党还杀害了所有居住在那里的希腊人,以及在战前即为其仇敌的全部人员。
Πυθόμενος δʼ ἐγὼ ταῦτα παρωξύνθην σφόδρα, καὶ καταβὰς εἰς Τιβεριάδα πρόνοιαν εἰσηνεγκάμην τῶν βασιλικῶν σκευῶν ὅσα δυνατὸν ἦν τοὺς ἁρπάσαντας ἀφελέσθαι·1 λυχνίαι δʼ ἦσαν Κορίνθιαι ταῦτα καὶ τράπεζαι τῶν βασιλικῶν καὶ ἀσήμου ἀργυρίου σταθμὸς ἱκανός· πάντα δʼ, ὅσα παρέλαβον, φυλάσσειν ἔκρινα τῷ βασιλεῖ.
获悉此事后,我大为恼火,遂下到提比利亚,尽己所能从劫掠者手中夺回王室器皿以加妥善保管。这些器物包括哥林多式灯台、王室餐桌,以及相当重量的未铸银块;我决意将所收回的一切都为国王保存下来。
μεταπεμψάμενος οὖν τοὺς τῆς βουλῆς πρώτους δέκα καὶ Καπέλλαν τὸν Ἀντύλλου τὰ σκεύη παρέδωκα, μηδενὶ παραγγείλας ἑτέρῳ πλὴν ἐμοῦ δοῦναι.
于是我召来议会的十位首要人物和安蒂鲁斯之子卡佩拉,将这些器物移交给他们,吩咐他们除我之外不得交给任何人。
κἀκεῖθεν εἰς τὰ Γίσχαλα πρὸς τὸν Ἰωάννην μετὰ τῶν συμπρέσβεων ἀφικόμην βουλόμενος γνῶναι, τί ποτε φρονεῖ. κατεῖδον δʼ αὐτὸν ταχέως νεωτέρων ὀρεγόμενον πραγμάτων καὶ τῆς ἀρχῆς ἐπιθυμίαν ἔχοντα·
其后,我同其他使节一同前往吉斯哈拉去见约翰,欲探明他究竟心怀何意。我很快就看穿他意欲发动叛乱,并怀有谋取统治权之野心。
παρεκάλει γάρ με τὸν Καίσαρος σῖτον κείμενον ἐν ταῖς τῆς ἄνωθεν Γαλιλαίας κώμαις ἐξουσίαν αὐτῷ δοῦναι ἐκφορῆσαι· θέλειν γὰρ ἔφασκεν εἰς ἐπισκευὴν τῶν τῆς πατρίδος τειχῶν αὐτὸν ἀναλῶσαι.
因为他极力促请我授予他运走储藏在上加利利各村落中属于凯撒的粮食的权力,声称希望将其用于修复其家乡的城墙。
κατανοήσας δὲ ἐγὼ τὴν ἐπιχείρησιν αὐτοῦ καὶ τί διανοοῖτο πράσσειν, οὐκ ἔφην αὐτῷ συγχωρεῖν· ἢ γὰρ Ῥωμαίοις αὐτὸν ἐνενοούμην φυλάττειν ἢ ʼμαυτῷ διὰ τὸ καὶ τὴν ἐξουσίαν τῶν ἐκεῖ πραγμάτων αὐτὸς παρὰ τοῦ κοινοῦ τῶν Ἱεροσολυμιτῶν πεπιστεῦσθαι.
但我察觉了他的企图与谋划,便声称不准许他这样做;因为我心中意欲将这些粮食留存给罗马人,或是留给自己,因我自己受耶路撒冷公社托付掌管该地事务的统治权。
μὴ πείθων δὲ περὶ τούτων ἐπὶ τοὺς συμπρέσβεις ἐτράπετο· καὶ γὰρ ἦσαν ἀπρονόητοι τῶν ἐσομένων καὶ λαβεῖν ἑτοιμότατοι· φθείρει δὲ χρήμασιν αὐτοὺς ψηφίσασθαι2 πάντα τὸν σῖτον αὐτῷ παραδοθῆναι τὸν ἐν τῇ αὐτοῦ ἐπαρχίᾳ κείμενον.
他未能在此事上说服我,便转向其他使节;因为他们对未来的事欠缺谋略,且极乐于收受财物。约翰遂用金钱收买了他们,使他们表决赞同将储藏在他管区内的所有粮食移交给他。
κἀγὼ μόνος ἡττώμενος ὑποδὺς τὴν ἡσυχίαν ἤγαγον. καὶ δευτέραν Ἰωάννης ἐπεισέφερεν πανουργίαν· ἔφη γὰρ Ἰουδαίους τοὺς τὴν Φιλίππου Καισάρειαν κατοικοῦντας συγκεκλεισμένους κατὰ προσταγὴν τοῦ βασιλέως ὑποδίκου τοῦ τὴν δυναστείαν διοικοῦντος πεπομφέναι πρὸς αὐτὸν παρακαλοῦντας, ἐπειδὴ οὐκ ἔχουσιν ἔλαιον ᾧ χρήσονται καθαρόν, ποιησάμενον πρόνοιαν εὐπορίαν αὐτοῖς τούτου παρασχεῖν, μὴ διʼ ἀνάγκην Ἑλληνικῷ χρώμενοι τὰ νόμιμα παραβαίνωσιν.
我孤掌难鸣,只得退让并保持沉默。接着约翰又使出了第二招奸计:他声称居住在腓立比的该撒利亚的犹太人,因治理该领地的国王代理人之命而被封锁,因缺乏洁净的油供其使用,便派人前来恳请他设法为其供应充足的油,以免因被迫使用希腊人的油而违背律法。
ταῦτα δʼ οὐχ ὑπʼ εὐσεβείας ἔλεγεν Ἰωάννης, διʼ αἰσχροκέρδειαν δὲ φανερωτάτην· γινώσκων γὰρ παρὰ μὲν ἐκείνοις κατὰ τὴν Καισάρειαν τοὺς δύο ξέστας δραχμῆς μιᾶς πωλουμένους, ἐν δὲ τοῖς Γισχάλοις τοὺς ὀγδοήκοντα ξέστας δραχμῶν τεσσάρων, πᾶν τὸ ἔλαιον ὅσον ἦν ἐκεῖ διεπέμψατο λαβὼν ἐξουσίαν καὶ παρʼ ἐμοῦ τὸ δοκεῖν·3 οὐ γὰρ ἑκὼν ἐπέτρεπον, ἀλλὰ διὰ φόβον τὸν ἀπὸ τοῦ πλήθους, μὴ κωλύων καταλευσθείην ὑπʼ αὐτῶν. συγχωρήσαντος οὖν μου πλείστων χρημάτων ὁ Ἰωάννης ἐκ τῆς κακουργίας ταύτης εὐπόρησε.
约翰说这话并非出于虔敬,而是出于昭然若揭的贪婪之念。因为他深知在该撒利亚他们那里两塞克斯塔里售价一德拉克马,而在吉斯哈拉八十塞克斯塔里仅售四德拉克马,便将当地所有的油都运送出去,且表面上也取得了我的许可;因为我并非甘心情愿准许,而是出于对民众的恐惧,唯恐加以阻拦会被他们用石头砸死。经我同意之后,约翰靠这一恶行发了大财。
Τοὺς δὲ συμπρέσβεις ἀπὸ τῶν Γισχάλων ἀπολύσας εἰς τὰ Ἱεροσόλυμα πρόνοιαν ἐποιούμην ὅπλων τε κατασκευῆς καὶ πόλεων ἐχυρότητος. μεταπεμψάμενος δὲ τῶν λῃστῶν τοὺς ἀνδρειοτάτους ἀφελέσθαι μὲν αὐτῶν τὰ ὅπλα οὐχ οἷόν τε ὂν ἑώρων, ἔπεισα δὲ τὸ πλῆθος μισθοφορὰν αὐτοῖς παρέχειν, ἄμεινον εἶναι λέγων ἑκόντας ὀλίγα διδόναι μᾶλλον ἢ τὰς κτήσεις διαρπαζομένας ὑπʼ αὐτῶν περιορᾶν.
随后我打发同僚使节们从吉斯哈拉返回耶路撒冷,自己则着手筹备武器制造及各城邑的筑垒防卫。我召集了强盗中最勇悍者,鉴于看出无法收缴他们的武器,我便劝导民众向他们提供薪饷,说明甘心付出少许,总胜过坐视自己的财产被他们抢劫。
καὶ λαβὼν παρʼ αὐτῶν ὅρκους μὴ ἀφίξεσθαι πρότερον εἰς τὴν χώραν, ἐὰν μὴ μετακληθῶσιν ἢ ὅταν τὸν μισθὸν μὴ λάβωσιν, ἀπέλυσα παραγγείλας μήτε Ῥωμαίοις πολεμεῖν μήτε τοῖς περιοίκοις· εἰρηνεύεσθαι γὰρ πρὸ πάντων τὴν Γαλιλαίαν ἐφρόντιζον.
在让他们起誓除非受到召唤或未领得薪饷否则绝不擅自进入该地区之后,我遣散了他们,并命令他们不得同罗马人或邻近民众作战;因为我首要顾念的是加利利能够保持和平。
τοὺς δʼ ἐν τέλει τῶν Γαλιλαίων ὅσον ἑβδομήκοντα πάντας βουλόμενος ἐν προφάσει φιλίας καθάπερ ὅμηρα τῆς πίστεως ἔχειν4 φίλους τε καὶ συνεκδήμους ἐποιησάμην ἐπί τε κρίσεις παρελάμβανον καὶ μετὰ γνώμης τῆς ἐκείνων τὰς ἀποφάσεις ἐποιούμην, μήτε προπετείᾳ πειρώμενος τοῦ δικαίου διαμαρτάνειν καθαρεύειν τε παντὸς ἐπʼ αὐταῖς λήμματος.
此外,我借着友谊的名义,决意将加利利大约七十名官长全部留作保证其忠诚的人质,遂以他们为友并邀其同行旅居。我带他们一同参与审判,依凭他们的意见作出裁决,努力做到既不因草率而有失公允,又在案件中免受任何贿赂的玷污。
- 68τοὺς ἁρπάσαντας ἀφελέσθαι
动词 ἀφαιρέω(剥夺、夺回)可带双宾格(或表示夺取之物的宾格,与表示被剥夺之人的宾格/与格)。此处前置的关系代词 ὅσα(指代前面的 τῶν βασιλικῶν σκευῶν)作不定式 ἀφελέσθαι 的直接宾语,定冠词分词 τοὺς ἁρπάσαντας 则作表示被剥夺对象的宾格。
- 73φθείρει δὲ χρήμασιν αὐτοὺς ψηφίσασθαι
历史现在时动词 φθείρει(贿赂、腐蚀)带手段与格 χρήμασιν(用金钱),后接表示结果或意图的不定式 ψηφίσασθαι(表决),结构为“用金钱收买他们以促成表决……”。
- 75τὸ δοκεῖν
带定冠词的宾格不定式 τὸ δοκεῖν 作状语使用,意为“表面上”、“名义上”,修饰前文的 ἐξουσίαν,表明该许可只是迫于民众压力而给出的表面同意,并非出于自愿。
- 79βουλόμενος ἐν προφάσει φιλίας καθάπερ ὅμηρα τῆς πίστεως ἔχειν
句首宾格短语 τοὺς δʼ ἐν τέλει τῶν Γαλιλαίων ὅσον ἑβδομήκοντα πάντας 既作分词 βουλόμενος 所接不定式 ἔχειν 的宾语,又前置作为主句动词 ἐποιησάμην 的直接宾语(与其双宾格补足语 φίλους τε καὶ συνεκδήμους 搭配)。介词短语 ἐν προφάσει φιλίας(借友谊之名义)与 καθάπερ ὅμηρα τῆς πίστεως(犹如忠诚之人质)形成形式与实质的对比。
