- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 4. Niese, Benedikt, editor. Berlin: Weidmann, 1890.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg002.humanitext-grc2:54-66
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
瓦卢斯谋杀了厄克巴塔纳派出的犹太使节并挥师进犯,但避难的犹太人在腓力的劝阻下坚守对罗马的忠诚,阿格里帕国王随后将瓦卢斯撤职。与此同时,约瑟夫斯抵达成加利利并试图协商拆除饰有动物雕像的希律宫殿,却被萨皮亚之子耶稣抢先纵火焚毁。
ἐβουλήθη δὲ καὶ μετὰ τῶν ἐν Βατανέᾳ Τραχωνιτῶν ἀναλαβὼν τὰ ὅπλα ἐπὶ τοὺς ἐν Ἐκβατάνοις Βαβυλωνίους Ἰουδαίους, ταύτην γὰρ τὴν προσηγορίαν ἔχουσιν, ὁρμῆσαι.
此外,瓦卢斯还决意同巴塔奈亚的特拉科尼提斯人一同拿起武器,进军攻击厄克巴塔纳的巴比伦籍犹太人——他们即享有这一称呼。
καλέσας οὖν τῶν κατὰ τὴν Καισάρειαν Ἰουδαίων δώδεκα τοὺς δοκιμωτάτους προσέτασσεν αὐτοῖς ἀφικομένοις εἰς Ἐκβάτανα πρὸς τοὺς ἐκεῖ κατοικοῦντας αὐτῶν ὁμοφύλους εἰπεῖν, ὅτι Οὔαρος ἀκούσας ὑμᾶς ἐπὶ βασιλέα μέλλειν ὁρμᾶν καὶ μὴ πιστεύσας πέπομφεν ἡμᾶς πείσοντας ὑμᾶς τὰ ὅπλα καταθέσθαι· τοῦτο γὰρ αὐτῷ τεκμήριον ἔσεσθαι καὶ τοῦ καλῶς μὴ πιστεῦσαι τοῖς περὶ ὑμῶν λέγουσιν. ἐκέλευε δὲ καὶ τοὺς πρώτους αὐτῶν ἄνδρας ἑβδομήκοντα πέμπειν ἀπολογησομένους περὶ τῆς ἐπενηνεγμένης αἰτίας. ἐλθόντες οὖν οἱ δώδεκα πρὸς τοὺς ἐν Ἐκβατάνοις ὁμοφύλους καὶ καταλαβόντες αὐτοὺς μηδὲν ἐπὶ νεωτερισμῷ φρονοῦντας ἔπεισαν καὶ τοὺς ἑβδομήκοντα πέμπειν.
于是,他召来该撒利亚最有声望的十二名犹太人,命他们前往厄克巴塔纳,对其居住在那里的同胞说:“瓦卢斯听说你们企图进攻国王,但他并不相信,便派我们来劝你们放下武器;因为这将成为向他证明他不轻信诽谤你们之词是正确的凭据。” 他还命令他们选派七十位首要人物前来,就所遭受的指控为自己辩护。于是这十二人来到厄克巴塔纳的同胞那里,见他们根本无意作乱,便说服他们也派出了这七十人。
οἱ δὲ μηδὲν ὑποπτεύσαντες τοιοῦτον οἷον ἔμελλεν ἀποβήσεσθαι ἐξαπέστειλαν. καταβαίνουσιν δʼ οὗτοι μετὰ τῶν δώδεκα πρέσβεων εἰς τὴν Καισάρειαν. ὑπαντήσας οὖν ὁ Οὔαρος μετὰ τῆς βασιλικῆς δυνάμεως σὺν τοῖς πρέσβεσιν πάντας ἀπέκτεινεν καὶ τὴν πορείαν ἐπὶ τοὺς ἐν Ἐκβατάνοις Ἰουδαίους ἐποιεῖτο.
那些人丝毫未曾料到将要降临的命运,遂将他们派了出去。这些人便同十二名使节一同下到该撒利亚。瓦卢斯率领王军迎面拦截,将他们连同使节全部屠杀,并随即向厄克巴塔纳的犹太人进军。
φθάσας δέ τις ἐκ τῶν ἑβδομήκοντα σωθεὶς ἀπήγγειλεν αὐτοῖς,1 κἀκεῖνοι τὰ ὅπλα λαβόντες σὺν γυναιξὶ καὶ τέκνοις εἰς Γάμαλα τὸ φρούριον ὑπεχώρησαν, καταλιπόντες τὰς κώμας πολλῶν ἀγαθῶν πλήρεις καὶ βοσκημάτων πολλὰς μυριάδας ἐχούσας.
然而七十人中有一人脱险并抢先赶回,将实情告知他们;于是众人拿起武器,携妻子儿女退守加马拉要塞,留下了堆满丰饶财物、拥有数万牲畜的村庄。
Φίλιππος δὲ πυθόμενος ταῦτα καὶ αὐτὸς εἰς Γάμαλα τὸ φρούριον ἧκεν. παραγενομένου δὲ κατεβόα τὸ πλῆθος, ἄρχειν αὐτὸν παρακαλοῦντες καὶ πολεμεῖν πρὸς Οὔαρον καὶ τοὺς ἐν τῇ Καισαρείᾳ Σύρους. διαδέδοκτο γὰρ ὑπὸ τούτων τὸν βασιλέα τεθνάναι.
腓力得知这些事后,也亲自来到了加马拉要塞。他一抵达,民众便齐声呼喊,恳求他统领他们,向瓦卢斯及该撒利亚的叙利亚人开战;因为已有传言由这些人散布开来,称国王已经去世。
Φίλιππος δʼ αὐτῶν κατεῖχε τὰς ὁρμὰς ὑπομιμνήσκων τῶν τε τοῦ βασιλέως εἰς αὐτοὺς εὐεργεσιῶν, καὶ τὴν Ῥωμαίων διηγούμενος ὅση τίς ἐστι δύναμις συμφέρειν οὐκ ἔλεγεν ἄρασθαι πρὸς τούτους πόλεμον, καὶ τέλος ἔπεισεν.
但腓力抑制住了他们的冲动,提醒他们国王对他们的恩泽,并向他们陈述罗马人的力量何等强大,说明对他们发动战争绝无益处,最终说服了他们。
ὁ δὲ βασιλεὺς πυθόμενος, ὅτι Οὔαρος μέλλει τοὺς ἐπὶ τῆς Καισαρείας Ἰουδαίους σὺν γυναιξὶ καὶ τέκνοις πολλὰς ὄντας μυριάδας ἀναιρεῖν ἡμέρᾳ μιᾷ, μεταπέμπεται πρὸς αὐτὸν Αἴκουον Μονόδιον πέμψας αὐτῷ διάδοχον, ὡς ἐν ἄλλοις ἐδηλώσαμεν. ὁ δὲ Φίλιππος Γάμαλα τὸ φρούριον κατέσχεν καὶ τὴν πέριξ χώραν πίστει τῇ πρὸς Ῥωμαίους ἐμμένουσαν.
国王获悉瓦卢斯竟图谋在一天之内将该撒利亚数以万计的犹太人连同其妻儿悉数屠戮,便遣艾库乌斯·莫迪乌斯前去接替他,将瓦卢斯召至自己跟前,正如我们在别处所阐述的那样。而腓力则坚守加马拉要塞及其周边地区,使之始终忠于罗马人。
Ἐπεὶ δʼ εἰς τὴν Γαλιλαίαν ἀφικόμην ἐγὼ καὶ ταῦτα παρὰ τῶν ἀπαγγειλάντων ἔμαθον, γράφω τῷ συνεδρίῳ τῶν Ἱεροσολυμιτῶν περὶ τούτων καὶ τί με πράττειν κελεύουσιν ἐρωτῶ. οἱ δὲ προσμεῖναι παρεκάλεσαν καὶ τοὺς συμπρέσβεις. εἰ θέλοιεν, κατασχόντα πρόνοιαν ποιήσασθαι2 τῆς Γαλιλαίας.
当我抵达加利利并从通报者那里获悉这些情况后,我便就此致信耶路撒冷的公会,询问他们命令我作何处置。他们促请我留下来,并若同行的使节们愿意,在留住他们之后接管加利利的事宜。
οἱ δὲ συμπρέσβεις εὐπορήσαντες πολλῶν χρημάτων ἐκ τῶν διδομένων αὐτοῖς δεκατῶν, ἃς ὄντες ἱερεῖς ὀφειλομένας ἀπελάμβανον, εἰς τὴν οἰκείαν ὑποστρέφειν ἔκριναν. ἐμοῦ δʼ αὐτοὺς προσμεῖναι παρακαλέσαντος ἕως οὗ τὰ πράγματα καταστήσωμεν, πείθονται.
但我的同僚使节们因收取交予他们的什一税而积攒了大批财富——作为祭司,他们按理接受这些应得之分——便决意返回各自家中。然而经我劝请留下来直至我们整饬好局面,他们便听从了。
ἄρας οὖν μετʼ αὐτῶν ἀπὸ τῆς Σεπφωριτῶν πόλεως εἰς κώμην τινὰ Βηθμαοῦς λεγομένην ἀπέχουσαν Τιβεριάδος στάδια τέσσαρα παραγίνομαι, καὶ πέμψας ἐντεῦθεν πρὸς τὴν Τιβεριέων βουλὴν καὶ τοὺς πρώτους τοῦ δήμου παρεκάλουν ἀφικέσθαι πρός με.
于是我率他们从塞波福利斯城出发,来到距提比利亚四斯塔德、名为伯特茂斯的村庄;从那里我遣使去见提比利亚的议会与民众首领,请他们前来与我相见。
καὶ παραγενομένων, ἐληλύθει δὲ σὺν αὐτοῖς καὶ Ιοῦστος, ἔλεγον ὑπὸ τοῦ κοινοῦ τῶν Ἱεροσολυμιτῶν πρεσβεύσων μετὰ τούτων πεπόμφθαι πρὸς αὐτούς, πείσων καθαιρεθῆναι τὸν οἶκον τὸν ὑπὸ Ἡρώδου τοῦ τετράρχου κατασκευασθέντα ζῴων μορφὰς ἔχοντα τῶν νόμων οὕτως τι κατασκευάζειν ἀπαγορευόντων, καὶ παρεκάλουν αὐτοὺς ἐᾶν ἡμᾶς ᾗ τάχος τοῦτο πράττειν.
当他们赶来时——尤斯图斯也同他们一道来了——我声称自己是受耶路撒冷公社派遣同这些人一同出使前来,旨在劝说他们拆毁由分封王希律建造的宫殿,因其饰有动物形象,而律法严禁制造此类物品;我恳请他们准许我们尽速执行此事。
ἐπὶ πολὺ μὲν οὖν οἱ περὶ τὸν Καπέλλαν καὶ τοὺς πρώτους αὐτῶν ἐπιτρέπειν οὐκ ἤθελον, βιαζόμενοι δʼ ὑφʼ ἡμῶν συγκατατίθενται. φθάνει δʼ Ἰησοῦς ὁ τοῦ Σαπφία παῖς, ὃν τῆς τῶν ναυτῶν καὶ τῶν ἀπόρων στάσεως πρῶτον ἔφαμεν ἄρξαι, παραλαβών τινας Γαλιλαίους καὶ τὴν πᾶσαν αὐλὴν ἐμπρήσας,3 πολλῶν οἰόμενος εὐπορήσειν ἐξ αὐτῆς χρημάτων, ἐπειδή τινας οἴκων ὀροφὰς κεχρυσωμένας εἶδεν.
卡佩拉及其党羽和他们的首要人物在很长时间内坚决不肯许可,但迫于我们的压力,终于表示同意。然而,我们前文提及作为水手与赤贫者叛乱首领的萨皮亚之子耶稣,却抢先一步:他带了一些加利利人,将整座宫殿付之一炬,因他见到某些内室的屋顶覆有金箔,便妄想从中大发横财。
- 58φθάσας δέ τις ἐκ τῶν ἑβδομήκοντα σωθεὶς ἀπήγγειλεν αὐτοῖς
φθάσας 为动词 φθάνω(抢先、抢在前头)的不定过去时分词,与分词 σωθείς(逃脱)连用,表达“幸免脱险并抢先赶到向他们报告”,起到了修饰主要动作的副词性功能。
- 62καὶ τοὺς συμπρέσβεις. εἰ θέλοιεν, κατασχόντα πρόνοιαν ποιήσασθαι
宾格分词 κατασχόντα 与不定式 πρόνοιαν ποιήσασθαι 的逻辑主语均为叙述者(约瑟夫斯本人),由 παρεκάλεσαν 统领。τοὺς συμπρέσβεις 是分词 κατασχόντα 的宾语,整句意为“在同僚使节们若愿意的情况下将其挽留,进而照管……”。标点虽在部分版本中出现句点,但结构上紧密相连。
- 66φθάνει δʼ Ἰησοῦς... παραλαβών τινας Γαλιλαίους καὶ τὴν πᾶσαν αὐλὴν ἐμπρήσας
动词 φθάνω(直陈式现在时)与主格分词(παραλαβών 与 ἐμπρήσας)搭配的惯用句式,意为“耶稣率领一些加利利人抢先一步烧毁了整座宫殿”,强调先发制人,抢在约瑟夫斯一行人行动之前造成了既成事实。
