← 弗拉维奥·约瑟夫斯

约瑟夫斯自传

§41-53

尤斯图斯等人的叛乱与瓦卢斯的阴谋

尤斯图斯焚毁了周边的村落,而吉斯卡拉的约翰在城市被外族摧毁后重筑要塞。与此同时,腓力逃离耶路撒冷并试图与王室取得联系,但企图篡夺王位的摄政瓦卢斯将腓力派出的使者悉数杀害。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§41

ἀλλὰ περὶ μὲν τούτου τοῦ ἀνδρός, ὡς φαῦλος τὸν βίον ἐγένετο καὶ ὡς σὺν τῷ ἀδελφῷ μικροῦ δεῖν1 καταστροφῆς αἴτιος ὑπῆρξεν, προϊόντος τοῦ λόγου δηλώσομεν.

然而关于此人一生之卑劣,以及他如何同其兄弟几乎成了招致毁灭的罪魁祸首,我们在后文的叙述中将予以阐明。

§42

τότε δὲ πείσας ὁ Ἰοῦστος τοὺς πολίτας ἀναλαβεῖν τὰ ὅπλα πολλοὺς δὲ καὶ μὴ θελήσαντας ἀναγκάσας, ἐξελθὼν σὺν πᾶσιν τούτοις ἐμπίπρησιν τάς τε Γαδαρηνῶν καὶ Ἱππηνῶν κώμας, αἳ δὴ μεθόριοι τῆς Τιβεριάδος καὶ τῆς τῶν Σκυθοπολιτῶν γῆς ἐτύγχανον κείμεναι.

当时,尤斯图斯劝服市民拿起武器,又强迫了许多不情愿的人,便率领这所有人出击,焚毁了加达拉人和希波人的村落,这些村落恰好位于提比利亚与斯库托波利斯人土地的接壤边界。

§43

Καὶ Τιβεριὰς μὲν ἐν τοιούτοις ἦν. τὰ περὶ Γίσχαλα δὲ εἶχε τὸν τρόπον τοῦτον· Ἰωάννης ὁ τοῦ Ληουεῖ τῶν πολιτῶν τινας ὁρῶν διὰ τὴν ἀποστασίαν τὴν ἀπὸ Ῥωμαίων μέγα φρονοῦντας κατέχειν αὐτοὺς ἐπειρᾶτο καὶ τὴν πίστιν ἠξίου διαφυλάττειν.

提比利亚的情形便是如此。至于吉斯卡拉的事情则呈现这般面貌:利未之子约翰见部分市民因背叛罗马人而狂妄自大,便试图制止他们,并要求他们保持信义。

§44

οὐ μὴν ἠδυνήθη καίτοι πάνυ προθυμούμενος· τὰ γὰρ πέριξ ἔθνη, Γαδαρηνοὶ καὶ βαραγαναῖοι καὶ Τύριοι, πολλὴν ἀθροίσαντες δύναμιν καὶ τοῖς Γισχάλοις ἐπιπεσόντες λαμβάνουσι τὰ Γίσχαλα κατὰ κράτος, καὶ πυρπολήσαντες εἶτα δὲ προσκατασκάψαντες εἰς τὴν οἰκείαν ἀνέζευξαν.

然而他虽极其竭力,却未能如愿;因为周边的各族——加达拉人、巴拉加纳人和推罗人——集结了大军突袭吉斯卡拉,凭强力攻占了吉斯卡拉,在纵火焚毁并彻底夷平之后,便撤回了各自的本境。

§45

Ἰωάννης δὲ ἐπὶ τούτῳ παροξυνθεὶς ὁπλίζει πάντας τοὺς μετʼ αὐτοῦ καὶ συμβαλὼν τοῖς προειρημένοις ἔθνεσιν τά τε Γίσχαλα κρείττονα πάλιν ἀνακτίσας τείχεσιν ὑπὲρ ἀσφαλείας τῆς εἰς ὕστερον ὠχύρωσεν.

约翰为此大为震怒,便将跟随他的所有人全副武装,同前述诸族交战,并以城墙将吉斯卡拉重建得比以往更为坚固,为了日后的安全将其设为要塞。

§46

Γάμαλα δὲ πίστει τῇ πρὸς Ῥωμαίους ἐνέμεινε διʼ αἰτίαν τοιαύτην· Φίλιππος ὁ Ἰακείμου παῖς ἔπαρχος δὲ τοῦ βασιλέως Ἀγρίππα, σωθεὶς παρὰ δόξαν ἐκ τῆς ἐν Ἱεροσολύμοις βασιλικῆς αὐλῆς πολιορκουμένης καὶ διαφυγών, εἰς ἕτερον ἐνέπεσε κίνδυνον, ὥστε ὑπὸ Μαναήμου καὶ τῶν σὺν αὐτῷ λῃστῶν ἀναιρεθῆναι.2

而加马拉坚守对罗马人的信义,乃是出于如下缘由:雅基穆斯之子、阿格里帕国王的行政长官腓力,从耶路撒冷被围困的王宫中奇迹般获救出逃后,又陷入了另一重危险,以致险些被马拿罕及其党羽强盗所杀害。

§47

διεκώλυσαν δὲ Βαβυλώνιοί τινες συγγενεῖς αὐτοῦ ἐν Ἱεροσολύμοις ὄντες πρᾶξαι τοὺς λῃστὰς τὸ ἔργον. ἐπιμείνας οὖν ἡμέρας τέσσαρας ὁ Φίλιππος ἐκεῖ τῇ πέμπτῃ φεύγει περιθετῇ χρησάμενος κόμῃ τοῦ μὴ κατάδηλος γενέσθαι,3 καὶ παραγενόμενος εἴς τινα τῶν ἑαυτοῦ κωμῶν κατὰ τοὺς ὅρους Γάμαλα τοῦ φρουρίου κειμένην πέμπει πρός τινας τῶν ὑπʼ αὐτὸν προστάσσων ὡς αὐτὸν ἀφικέσθαι τὴν Φιλίππου.

幸亏他在耶路撒冷的一些巴比伦亲族阻止了强盗们下此毒手。腓力因此在那里停留了四天,第五天戴上假发以便不被认出而逃遁,抵达了位于加马拉要塞边界的自己的一处村庄后,便遣使去召集其部下,命令他们赶赴腓力管区与他会合。

§48

ταῦτα δʼ αὐτὸν ἐννοούμενον ἐμποδίζει τὸ θεῖον ἐπὶ συμφέροντι· μὴ γὰρ τούτου γενομένου πάντως ἂν ἀπωλώλει·4 πυρετοῦ δὴ κατασχόντος αὐτὸν ἐξαίφνης γράψας ἐπιστολὰς τοῖς παισὶν Ἀγρίππᾳ καὶ Βερενίκῃ δίδωσιν τῶν ἐξελευθέρων τινὶ κομίζειν πρὸς Οὔαρον.

当他正作此谋划时,神意为了他的利益而阻拦了他;因为若非如此发生,他必已彻底丧命。原来,他突然发起了高烧,便写信给阿格里帕与贝勒妮基两位王子王女,交给一名被释奴仆送往瓦卢斯处。

§49

ἦν δʼ οὗτος κατὰ τὸν καιρὸν ἐκεῖνον ὁ τὴν βασιλείαν διοικῶν καταστησάντων αὐτὸν τῶν βασιλέων· αὐτοὶ γὰρ εἰς Βηρυτὸν ἀφικνοῦντο ὑπαντῆσαι βουλόμενοι Κεστίῳ.

此人当时因国王夫妇指派而代管王国的政务;因为国王夫妇本人正前往贝鲁特,想要去迎候刻斯提乌。

§50

λαβὼν οὖν Οὔαρος τὰ παρὰ Φιλίππου γράμματα καὶ πυθόμενος αὐτὸν διασεσῶσθαι βαρέως ἤνεγκεν, ἀχρεῖος τὸ λοιπὸν αὐτὸς νομίζων φανεῖσθαι τοῖς βασιλεῦσιν ἀφικομένου τοῦ Φιλίππου. προαγαγὼν οὖν εἰς τὸ πλῆθος τὸν τὰς ἐπιστολὰς κομίζοντα καὶ πλαστογραφίαν ἐπικαλέσας ψεύδεσθαί τε φήσας αὐτὸν ἀπαγγείλαντα Φίλιππον ἐν τοῖς Ἱεροσολύμοις μετὰ τῶν Ἰουδαίων Ῥωμαίοις πολεμεῖν ἀπέκτεινεν.

瓦卢斯收到了腓力的信件并得知他已安然脱险,便深感不安,认为一旦腓力到来,自己日后在国王夫妇面前便会显得毫无用处。于是,他把送信之人押至民众面前,诬陷其伪造信件,声称此人捏造事实汇报说腓力在耶路撒冷正同犹太人一道反抗罗马人作战,遂将其处死。

§51

μὴ ὑποστρέψαντος δὴ τοῦ ἐξελευθέρου Φίλιππος ἀπορῶν τὴν αἰτίαν δεύτερον ἐκπέμπει μετʼ ἐπιστολῶν πάλιν τὸν ἀπαγγελοῦντα πρὸς αὐτόν, τί τὸ συμβεβηκὸς εἴη τῷ ἀποσταλέντι, διʼ ὃ βραδύνειεν.

被释奴仆迟迟未归,腓力不知其故,便再次派出一名使者携信前往,意在向自己回报受遣之人究竟遭遇了何事而致延误。

§52

καὶ τοῦτον δὲ παραγενόμενον ὁ Οὔαρος συκοφαντήσας ἀνεῖλεν· καὶ γὰρ ὑπὸ τῶν ἐν Καισαρείᾳ Σύρων ἐπῆρτο μέγα φρονεῖν, ἀναιρεθήσεσθαι μὲν λεγόντων ὑπὸ Ῥωμαίων τὸν Ἀγρίππαν διὰ τὰς ὑπὸ Ἰουδαίων ἁμαρτίας, λήψεσθαι δʼ αὐτὸν τὴν ἀρχὴν ἐκ βασιλέων ὄντα· καὶ γὰρ ἦν ὁμολογουμένως ὁ Οὔαρος βασιλικοῦ γένους ἔγγονος Σοέμου τοῦ περὶ τὸν Λίβανον τετραρχοῦντος.

当这名使者抵达时,瓦卢斯同样加以诬陷并予以杀害;原来他因该撒利亚的叙利亚人的言语而骄横自负,那些人说阿格里帕必因犹太人所犯的罪行而被罗马人处死,而瓦卢斯自己出于王室血统必将接掌统治权;事实上,瓦卢斯确实公认是王族后裔,乃是统治黎巴嫩周边的分封王索埃穆斯的孙子。

§53

διὰ τοῦτʼ οὖν ὁ Οὔαρος τυφούμενος τὰς μὲν ἐπιστολὰς παρʼ ἑαυτῷ κατέσχεν μηχανώμενος μὴ ἐντυχεῖν τοῖς γράμμασι τὸν βασιλέα, τὰς ἐξόδους δὲ πάσας ἐφρούρει, μὴ διαδράς τις ἀπαγγείλειε τῷ βασιλεῖ τὰ πραττόμενα. καὶ δὴ χαριζόμενος τοῖς κατὰ τὴν Καισάρειαν Σύροις πολλοὺς τῶν Ἰουδαίων ἀπέκτεινεν.

瓦卢斯因此傲慢膨胀,便将信件扣留在自己手中,设法不让国王读到这些书简,并严密把守所有出口,以防有人潜逃向国王禀报所发生之事。此外,为了讨好该撒利亚的叙利亚人,他屠杀了许多犹太人。

语法注4 条
  1. 41μικροῦ δεῖν

    属于绝对不定词结构的惯用表达,意为“几乎”、“差一点”,在句中充当副词性修饰语,修饰动词 ὑπῆρξεν。有时 δεῖν 会被省略而仅保留 μικροῦ,但此处保留了完整的习语形式。

  2. 46ὥστε ὑπὸ Μαναήμου καὶ τῶν σὺν αὐτῷ λῃστῶν ἀναιρεθῆναι

    由 ὥστε 搭配不定词构成的结果从句,在此处起到同位语和阐释的作用,具体说明前述名词 κίνδυνον(“危险”)的具体内容,即“以致于险些被杀害的危险”。

  3. 47τοῦ μὴ κατάδηλος γενέσθαι

    冠词中性单数属格 τοῦ 搭配否定词 μή 及不定词,构成表达目的的属格不定词结构(“为了不使自己被认出”)。

  4. 48μὴ γὰρ τούτου γενομένου πάντως ἂν ἀπωλώλει

    表达过去与事实相反的虚拟条件句。条件从句(protasis)由带有否定词的属格独立结构(μὴ ... γενομένου,相当于 εἰ μὴ τοῦτο ἐγένετο)替代,结论主句(apodosis)则由 ἄν 搭配直陈式过去时态(此处为表示状态的过去完成时 ἀπωλώλει)构成。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0526.tlg002.humanitext-grc2:41-53