← 弗拉维奥·约瑟夫斯

约瑟夫斯自传

§28-40

奉派前往加利利与塞佛里斯及提比利亚的局势

刻斯提乌战败后,约瑟夫斯等人被派往加利利平息局势并收缴武器,他解救了陷入危机的塞佛里斯;而在提比利亚,尤斯图斯正煽动民众向亲罗马的塞佛里斯发动叛乱。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§28

Νικηθέντος οὖν, ὡς ἔφαμεν, τοῦ Κεστίου, τῶν Ἱεροσολυμιτῶν οἱ πρῶτοι θεασάμενοι τοὺς μὲν λῃστὰς ἅμα τοῖς νεωτερισταῖς εὐπορουμένους ὅπλων, δείσαντες δʼ αὐτοὶ μὴ ἄνοπλοι καθεστηκότες ὑποχείριοι γένωνται τοῖς ἐχθροῖς, ὃ καὶ μετὰ ταῦτα συνέβη, καὶ πυθόμενοι τὴν Γαλιλαίαν οὔπω πᾶσαν Ῥωμαίων ἀφεστάναι, μέρος δʼ αὐτῆς ἠρεμεῖν ἔτι, πέμπουσιν ἐμὲ καὶ δύο ἄλλους τῶν ἱερέων καλοὺς κἀγαθοὺς ἄνδρας, Ἰώζαρον καὶ Ἰούδαν, πείσοντας τοὺς πονηροὺς καταθέσθαι τὰ ὅπλα καὶ διδάξοντας, ὡς ἔστιν ἄμεινον τοῖς κρατίστοις τοῦ ἔθνους αὐτὰ τηρεῖσθαι. ἔγνωστο δὲ τούτοις1 ἀεὶ μὲν ἔχειν τὰ ὅπλα πρὸς τὸ μέλλον ἕτοιμα, περιμένειν δέ,2 τί πράξουσιν Ῥωμαῖοι, μαθεῖν.

正如我们所说,当刻斯提乌战败之后,耶路撒冷的显要人物见强盗们与叛乱分子武器充裕,又惧怕自己赤手空拳而沦落于敌人之手(这在后来确实发生了),并且获悉加利利尚未全境背叛罗马人,其中一部分仍旧保持平静,便派遣我以及另外两位出身祭司的优秀正直之士,约阿扎尔和犹大,去劝说那些恶徒放下武器,并教导他们,将这些武器交由本民族的最优秀者保管乃是更好的选择。因为这些领袖早已决定,始终要让武器准备就绪以备将来之需,但眼下则需等待查明罗马人将采取何种行动。

§30

Λαβὼν οὖν ἐγὼ τὰς ὑποθήκας ταύτας ἀφικόμην εἰς τὴν Γαλιλαίαν. καὶ Σεπφωρίτας μὲν οὐκ ἐν ὀλίγῳ περὶ τῆς πατρίδος ἀγῶνι καθεστῶτας εὗρον, διαρπάσαι κεκρικότων αὐτὴν τῶν Γαλιλαίων διὰ τὴν πρὸς Ῥωμαίους ἐκείνων φιλίαν καὶ ὅτι Κεστίῳ Γάλλῳ τῷ τῆς Συρίας ἡγεμονεύοντι δεξιάν τε καὶ πίστιν προτείνειαν.

我受领了这些训令便抵达加利利。我发现塞佛里斯人正为其城邦陷入极大的焦虑,因为加利利人因他们与罗马人的友谊,以及他们向叙利亚总督刻斯提乌·加卢斯伸出右手订立盟誓信义一事,已决意要洗劫该城。

§31

ἀλλὰ τούτους μὲν ἐγὼ πάντας ἀπήλλαξα τοῦ φόβου πείσας ὑπὲρ αὐτῶν τὰ πλήθη καὶ ἐπιτρέψας ὅσα καὶ θέλουσι διαπέμπεσθαι διὰ τοὺς ἐν Δώροις οἰκείους ὁμηρεύοντας Κεστίῳ. τὰ δὲ Δῶρα πόλις ἐστὶν τῆς Φοινίκης. τοὺς ἐν Τιβεριάδι δὲ κατοικοῦντας εὗρον ἐφʼ ὅπλα κεχωρηκότας ἤδη διʼ αἰτίαν τοιαύτην·

但我解除了他们所有人的恐惧,代他们劝服了民众,并允许他们随意运送物品,以顾及他们在多拉作为人质质押于刻斯提乌的亲族。(多拉是腓尼基的一座城市。)然而,我发现提比利亚的居民出于如下原因已经诉诸武力:

§32

Στάσεις τρεῖς ἦσαν κατὰ τὴν πόλιν, μία μὲν ἀνδρῶν εὐσχημόνων, ἦρχε δʼ αὐτῆς Ἰούλιος Κάπελλος.

城中存在着三个派系:其一是由体面显贵之人组成的,由尤利乌斯·卡佩卢斯统领。

§33

οὗτος δὴ καὶ οἱ σὺν αὐτῷ πάντες, Ἡρώδης ὁ Μιαροῦ καὶ Ἡρώδης ὁ τοῦ Γαμάλου καὶ Κομψὸς ὁ τοῦ Κομψοῦ· Κρίσπος γὰρ ἀδελφὸς αὐτοῦ τοῦ μεγάλου βασιλέως γενόμενός ποτε ἔπαρχος ἐν ταῖς ἰδίαις κτήσεσιν ἐτύγχανεν πέραν τοῦ Ἰορδάνου· πάντες οὖν οἱ προειρημένοι κατὰ τὸν καιρὸν ἐκεῖνον ἐμμένειν συνεβούλευον τῇ πρὸς τοὺς Ῥωμαίους καὶ τὸν βασιλέα πίστει. τῇ γνώμῃ δʼ οὐ συνηρέσκετο Πιστὸς παραγόμενος ὑπὸ Ἰούστου τοῦ παιδός· καὶ γὰρ ἦν φύσει πως ἐπιμανής.

他本人以及与他同处的所有人,即米亚卢斯之子希律、加马卢斯之子希律,以及孔普苏斯之子孔普苏斯(因为他的兄弟克里斯普斯曾任大王的行政长官,当时碰巧在约旦河对岸自己的产业中)——上述所有人当时均建议恪守对罗马人和国王的信义。但皮斯图斯并不同意这一主张,因为他受到儿子尤斯图斯的误导;此人在本性上多少就有些狂乱。

§35

ἡ δευτέρα δὲ στάσις ἐξ ἀσημοτάτων συνεστηκυῖα πολεμεῖν ἔκρινεν.

第二个派系由最卑微低贱的平民组成,他们决意开战。

§36

Ἰοῦστος δʼ ὁ Πιστοῦ παῖς ὁ τῆς τρίτης μερίδος πρῶτος ὑπεκρίνετο μὲν ἐνδοιάζειν πρὸς τὸν πόλεμον, νεωτέρων δʼ ἐπεθύμει πραγμάτων ἐκ τῆς μεταβολῆς οἰόμενος δύναμιν ἑαυτῷ περιποιήσειν.

第三个派系的领袖、皮斯图斯之子尤斯图斯,表面上伪装对战事犹豫不决,内心却渴望革命,以为能通过政局变动为自己攫取权力。

§37

παρελθὼν οὖν εἰς μέσους διδάσκειν ἐπειρᾶτο τὸ πλῆθος, ὡς ἡ πόλις ἀεὶ τῆς Γαλιλαίας ἄρξειεν ἐπί γε τῶν Ἡρώδου χρόνων τοῦ τετράρχου καὶ κτίστου γενομένου, βουληθέντος αὐτοῦ τὴν Σεπφωριτῶν πόλιν τῇ Τιβεριέων ὑπακούειν, ἀποβαλεῖν δὲ τὸ πρωτεῖον αὐτοὺς μηδὲ ἐπὶ τοῦ βασιλέως Ἀγρίππα τοῦ πατρὸς, διαμεῖναι δὲ καὶ μέχρι Φήλικος προεσταμένου τῆς Ἰουδαίας.

于是他走入民众当中,试图向大众阐述:这座城市自古便统治加利利,至少在分封王兼建城者希律的时代是如此,当时希律意图让塞佛里斯城服从于提比利亚;而且他们甚至在父王阿格里帕的统治下也未曾失去首要地位,这一地位一直延续到腓力斯治理犹太为止。

§38

νῦν δὲ ἔλεγεν αὐτοὺς ἠτυχηκέναι τῷ νεωτέρῳ δωρεὰν Ἀγρίππᾳ δοθέντας ὑπὸ Νέρωνος· ἄρξαι γὰρ εὐθὺς τὴν μὲν Σέπφωριν, ἐπειδὴ Ῥωμαίοις ὑπήκουσεν, τῆς Γαλιλαίας, καταλυθῆναι δὲ παρʼ αὐτοῖς τήν τε βασιλικὴν τράπεζαν καὶ τὰ ἀρχεῖα.

他又说,如今他们遭受了不幸,因为尼禄将他们作为赏赐赠给了年轻的阿格里帕;塞佛里斯因向罗马人屈服便立刻统治了加利利,而他们城中的王家银行和档案库均被废止。

§39

ταῦτα καὶ πρὸς τούτοις ἕτερα πολλὰ κατὰ βασιλέως Ἀγρίππα λέγων ὑπὲρ τοῦ τὸν δῆμον εἰς τὴν ἀπόστασιν ἐρεθίσαι, προσετίθει νῦν εἶναι καιρὸν ἀραμένους ὅπλα καὶ Γαλιλαίους συμμάχους προσλαβόντας, ἄρξειν γὰρ αὐτῶν ἑκόντων3 διὰ τὸ πρὸς τοὺς Σεπφωρίτας μῖσος ὑπάρχειν αὐτοῖς, ὅτι τὴν πρὸς Ῥωμαίους πίστιν διαφυλάσσουσιν, μεγάλῃ χειρὶ πρὸς τὴν ὑπὲρ αὐτῶν τιμωρίαν τραπέσθαι.

他在说出这些话以及许多针对阿格里帕国王的指控以挑动民众反叛之后,又补充道:如今正是拿起武器并联合加利利人作为盟友的时机——因为加利利人对塞佛里斯人坚守对罗马人的信义怀有仇恨,因而乐于听从提比利亚人的号令——并以大军转而向塞佛里斯人实施报复。

§40

ταῦτα λέγων προετρέψατο τὸ πλῆθος· ἦν γὰρ ἱκανὸς δημαγωγεῖν καὶ τῶν ἀντιλεγόντων τὰ βελτίω περιεῖναι γοητείᾳ καὶ ἀπάτῃ τῇ διὰ λόγων· καὶ γὰρ οὐδʼ ἄπειρος ἦν παιδείας τῆς παρʼ Ἕλλησιν, ᾗ θαρρῶν ἐπεχείρησεν καὶ τὴν ἱστορίαν τῶν πραγμάτων τούτων ἀναγράφειν, ὡς τῷ λόγῳ τούτῳ περιεσόμενος τῆς ἀληθείας.

他说出这番话,便策动了民众;因为他精于煽动,且能通过言语的蛊惑与欺瞒压倒那些提出更佳意见的反对者;他并非不通晓希腊式的教养,仗着这种教养,他也着手撰写了这些事件的历史,仿佛妄图以此记述压制真理一般。

语法注3 条
  1. 29ἔγνωστο δὲ τούτοις

    过去完成时被动语态 ἔγνωστο 搭配施事与格 τούτοις(“由他们决定”),其后接的不定式 ἔχειν 与 περιμένειν 充当实际上的主语。

  2. 29ὡς ἡ πόλις ἀεὶ τῆς Γαλιλαίας ἄρξειεν... ἀποβαλεῖν δὲ... διαμεῖναι δέ

    间接引语中的复合结构:起初由连词 ὡς 引导间接祈愿语气 ἄρξειεν,随后在并列分句中转为带不定式的宾格句(ἀποβαλεῖν δὲ... διαμεῖναι δέ),其逻辑主语 αὐτούς 指提比利亚人。

  3. 39ἄρξειν γὰρ αὐτῶν ἑκόντων

    将来时不定式 ἄρξειν 的隐含主语是提比利亚人,属格 αὐτῶν 指加利利人(作为支配对象),由表语性形容词 ἑκόντων 修饰(“因为提比利亚人将统领心甘情愿顺服的加利利人”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0526.tlg002.humanitext-grc2:28-40