← 弗拉维奥·约瑟夫斯

约瑟夫斯自传

§406-418

围城期间的遭遇与被俘后的私事

在处置韦斯巴芗到来后的纷争并提及《犹太战事》已载之事后,约瑟夫斯补充叙述了其战俘时期的婚姻、耶路撒冷围城期间所经受的危难,以及破城后从提图斯处获赠同胞及圣典等个人经历。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§406

τῶν δʼ ὑπακουσάντων καὶ μέχρι τοῦ πεδίου προελθόντων ἐπιφανέντες οἱ ἐκ τῆς ἐνέδρας ἱππεῖς καὶ ταράξαντες αὐτοὺς εἰς φυγὴν ἔτρεψαν ἕξ τε τῶν ἡμετέρων ἀπέκτειναν, οὐ μὴν μέχρι τέλους τὴν νίκην ἤγαγον· καταπεπλευκέναι γάρ τινας ὁπλίτας ἀκούσαντες ἀπὸ Ταριχεῶν εἰς Ἰουλιάδα φοβηθέντες ἀνεχώρησαν.

我军依令出击并推进至平原时,埋伏的骑兵骤然现身,将他们冲乱并杀得溃逃,斩杀了我们六名战士;然而他们并未将胜利进行到底,因为听说有重装步兵乘船自塔利凯埃驶抵朱利亚斯,便心生惊惧而撤退了。

§407

Μετʼ οὐ πολὺν δὲ χρόνον Οὐεσπασιανὸς εἰς Τύρον ἀφικνεῖται καὶ σὺν αὐτῷ ὁ βασιλεὺς Ἀγρίππας. καὶ οἱ Τύριοι βλασφημεῖν ἤρξαντο τὸν βασιλέα Τυρίων αὐτὸν καλοῦντες καὶ Ῥωμαίων πολέμιον· τὸν γὰρ στρατοπεδάρχην αὐτοῦ Φίλιππον ἔλεγον προδεδωκέναι τὴν βασιλικὴν αὐλὴν καὶ τὰς Ῥωμαίων δυνάμεις τὰς οὔσας ἐν Ἱεροσολύμοις κατὰ τὴν αὐτοῦ πρόσταξιν.

不久之后,韦斯巴芗抵达推罗,阿格里帕王与他同行。推罗人便开始辱骂国王,称他是推罗人与罗马人的公敌;因为他们声称其军营长官菲利普遵照国王的指令,出卖了王宫以及驻扎在耶路撒冷的罗马军队。

§408

Οὐεσπασιανὸς δὲ ἀκούσας Τυρίοις μὲν ἐπέπληξεν ὑβρίζουσιν ἄνδρα καὶ βασιλέα καὶ Ῥωμαίοις φίλον, τῷ δὲ βασιλεῖ παρῄνεσεν πέμψαι Φίλιππον εἰς Ῥώμην ὑφέξοντα λόγον Νέρωνι περὶ τῶν πεπραγμένων.

韦斯巴芗听闻此事,斥责了推罗人侮辱一位既是国王又是罗马之友的人,但建议国王将菲利普遣送至罗马,就所发生的事向尼禄呈报说明。

§409

Φίλιππος δὲ πεμφθεὶς οὐχ ἧκεν εἰς ὄψιν Νέρωνι· καταλαβὼν γὰρ αὐτὸν ἐν τοῖς ἐσχάτοις ὄντα διὰ τὰς ἐμπεσούσας ταραχὰς καὶ τὸν ἐμφύλιον πόλεμον ὑπέστρεψε πρὸς τὸν βασιλέα.

菲利普受命出使,却未能晋见尼禄;因为他发现尼禄由于突发的骚乱与内战而陷入绝境,便折返回到了国王身边。

§410

ἐπεὶ δὲ Οὐεσπασιανὸς εἰς Πτολεμαΐδα παρεγένετο, οἱ πρῶτοι τῶν τῆς Συρίας δέκα πόλεων κατεβόων Ἰούστου τοῦ Τιβεριέως, ὅτι τὰς κώμας αὐτῶν ἐμπρήσειεν. παρέδωκεν οὖν αὐτὸν Οὐεσπασιανὸς τῷ βασιλεῖ κολασθησόμενον ὑπὸ τῶν τῆς βασιλείας ὑποτελῶν· ὁ βασιλεὺς δʼ αὐτὸν ἔδησεν ἐπικρυψάμενος τοῦτο Οὐεσπασιανόν, ὡς ἀνωτέρω δεδηλώκαμεν.

当韦斯巴芗抵达托勒迈斯时,叙利亚十邑的首领们对提伯利亚的尤斯图斯群起声讨,控告他纵火焚烧了他们的村落。于是韦斯巴芗将他交由国王处置,由其王国治下的臣民予以惩处;然而国王把他囚禁起来,正如我们上文所交代的那样,对此事瞒着韦斯巴芗。

§411

Σεπφωρῖται δʼ ὑπαντήσαντες καὶ ἀσπασάμενοι Οὐεσπασιανὸν λαμβάνουσι δύναμιν καὶ στρατηγὸν Πλάκιδον, ἀναβάντες δὲ μετὰ τούτων ἑπομένου μου1 ἄχρι τῆς εἰς Γαλιλαίαν Οὐεσπασιανοῦ ἀφίξεως.

塞佛里斯人迎接并拜谒了韦斯巴芗,获得了兵力以及普拉奇杜斯将军;他们与这些人一同北上,而我则尾随其后,直至韦斯巴芗抵达加利利。

§412

περὶ ἧς τίνα τρόπον ἐγένετο, καὶ πῶς περὶ Γάρις κώμην τὴν πρώτην πρὸς ἐμὲ μάχην ἐποιήσατο, καὶ ὡς ἐκεῖθεν εἰς τὰ Ἰωτάπατα ἀνεχώρησα, καὶ τὰ πεπραγμένα μοι κατὰ τὴν ταύτης πολιορκίαν, καὶ ὃν τρόπον ζῶν ληφθεὶς ἐδέθην καὶ πῶς ἐλύθην, πάντα τε τὰ πεπραγμένα μοι κατὰ τὸν Ἰουδαϊκὸν πόλεμον καὶ τὴν Ἱεροσολύμων πολιορκίαν μετʼ ἀκριβείας ἐν ταῖς περὶ τοῦ Ἰουδαϊκοῦ πολέμου βίβλοις ἀπήγγελκα.

关于此事的发生经过,以及在加里斯村一带他如何与我展开首场战斗,我又如何从那里撤往约塔帕塔,以及在该城围困期间我的所作所为,我以何种方式被生擒受缚又如何获释,以及在犹太战争和耶路撒冷围城期间我的全部经历,我均已在关于《犹太战事》的各卷中详实记载。

§413

ἀναγκαῖον δʼ ἐστίν, ὡς οἶμαι, καὶ ὅσα μὴ κατὰ τὸν Ἰουδαϊκὸν πόλεμον ἀνέγραψα τῶν ἐν τῷ βίῳ μου πεπραγμένων νῦν προσαναγράψαι.

然而,我认为亦有必要在此时将我一生经历中未曾载入《犹太战事》的部分补记于此。

§414

Τῆς γὰρ τῶν Ἰωταπάτων πολιορκίας λαβούσης τέλος γενόμενος παρὰ Ῥωμαίοις μετὰ πάσης ἐπιμελείας ἐφυλασσόμην τὰ πολλὰ διὰ τιμῆς ἄγοντός με Οὐεσπασιανοῦ, καὶ δὴ κελεύσαντος αὐτοῦ ἠγαγόμην τινὰ παρθένον ἐκ τῶν αἰχμαλωτίδων τῶν κατὰ Καισάρειαν ἁλουσῶν ἐγχώριον.

盖当约塔帕塔的围困告终之后,我落入罗马人手中,受到极其周密的监护,韦斯巴芗多以礼相待;且遵照其命令,我从在凯撒利亚被俘的妇女中迎娶了一位当地处女为妻。

§415

οὐ παρέμενεν δʼ αὕτη μοι πολὺν χρόνον, ἀλλὰ λυθέντος καὶ μετὰ Οὐεσπασιανοῦ πορευθέντος εἰς τὴν Ἀλεξάνδρειαν ἀπηλλάγη· γυναῖκα δʼ ἑτέραν ἠγαγόμην κατὰ τὴν Ἀλεξάνδρειαν.

然而她并未与我长久相伴,当我获释并随同韦斯巴芗前往亚历山大里亚时,她便离去;我在亚历山大里亚另娶了一位妻子。

§416

κἀκεῖθεν ἐπὶ τὴν τῶν Ἱεροσολύμων πολιορκίαν συμπεμφθεὶς Τίτῳ πολλάκις ἀποθανεῖν ἐκινδύνευσα, τῶν τε Ἰουδαίων διὰ σπουδῆς ἐχόντων2 ὑποχείριόν με λαβεῖν τιμωρίας ἕνεκα καὶ Ῥωμαίων ὁσάκι νικηθεῖεν πάσχειν τοῦτο κατʼ ἐμὴν προδοσίαν δοκούντων συνεχεῖς καταβοήσεις ἐπὶ τοῦ αὐτοκράτορος ἐγίγνοντο κολάζειν με ὡς καὶ αὐτῶν προδότην ἀξιούντων.

从那里我随提图斯被派往耶路撒冷围城前线,多次陷入死地;因为犹太人急于将我擒获施以严惩,而罗马人每逢战败,总以为这是由于我的背叛所致,于是在统帅面前不断喧嚷抗议,要求将我作为也背叛了他们的叛徒予以惩处。

§417

Τίτος δὲ Καῖσαρ τὰς πολέμου τύχας οὐκ ἀγνοῶν σιγῇ τὰς ἐπʼ ἐμὲ τῶν στρατιωτῶν ἐξέλυεν ὁρμάς. ἤδη δὲ κατὰ κράτος τῆς τῶν Ἱεροσολυμιτῶν πόλεως ἐχομένης Τίτος Καῖσαρ ἔπειθέν με πολλάκις ἐκ τῆς κατασκαφῆς τῆς πατρίδος πᾶν ὅ τι θέλοιμι λαβεῖν· συγχωρεῖν γὰρ αὐτὸς ἔφασκεν.

提图斯·凯撒洞悉战事之无常,以沉默化解了士兵们对我宣泄的狂怒。待到耶路撒冷城最终被强行攻陷时,提图斯·凯撒屡次劝我从祖国被摧毁的废墟中随意取用任何心爱之物;因为他说他本人准允此事。

§418

ἐγὼ δὲ τῆς πατρίδος πεσούσης μηδὲν ἔχων τιμιώτερον, ὃ τῶν ἐμαυτοῦ συμφορῶν εἰς παραμυθίαν λαβὼν φυλάξαιμι, σωμάτων ἐλευθέρων τὴν αἴτησιν ἐποιούμην Τίτον3 καὶ βιβλίων ἱερῶν ἔλαβον χαρισαμένου Τίτου.

然而由于祖国已然沦亡,我别无更珍贵之物可取来保存作为自身灾祸的慰藉,遂向提图斯提出了对自由人的请求,并蒙提图斯赐恩获得了神圣经典。

语法注3 条
  1. 411ἀναβάντες δὲ μετὰ τούτων ἑπομένου μου

    破格句(破格结构,anacoluthon):主格复数分词 ἀναβάντες(指塞佛里斯人)缺乏与之呼应的主句限定动词,句意随即被后续以 περὶ ἧς 开头的总结性回顾打断。属格独立结构 ἑπομένου μου 意为“在我尾随其后之时”。

  2. 416διὰ σπουδῆς ἐχόντων

    介词 διὰ 与名词 σπουδή 和动词 ἔχω 构成的惯用迂说短语(διὰ σπουδῆς ἔχω),意为“竭力企求”、“热切谋求”,此处带补充不定式短语 ὑποχείριόν με λαβεῖν(“将我俘获掌中”)。

  3. 418σωμάτων ἐλευθέρων τὴν αἴτησιν ἐποιούμην Τίτον

    短语动词 τὴν αἴτησιν ἐποιούμην(提出请求)在此起到相当于动词 αἰτέω 的作用,支配受请者(Τίτον,宾格)及表示请求内容的宾格性属格(σωμάτων ἐλευθέρων,“自由人”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0526.tlg002.humanitext-grc2:406-418