← 弗拉维奥·约瑟夫斯

约瑟夫斯自传

§419-430

战后救助亲友与移居罗马后的晚年生活

约瑟夫斯记述了耶路撒冷沦陷后解救亲友的经过、移居罗马后历蒙韦斯巴芗、提图斯和图密善三位皇帝的厚遇与恩宠、化解险恶诬告及家庭婚娶之况,并以献给厄帕弗罗狄托斯的结语结束全书。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§419

μετʼ οὐ πολὺ δὲ καὶ τὸν ἀδελφὸν μετὰ πεντήκοντα φίλων αἰτησάμενος οὐκ ἀπέτυχον. καὶ εἰς τὸ ἱερὸν δὲ πορευθεὶς Τίτου τὴν ἐξουσίαν δόντος, ἔνθα πολὺ πλῆθος αἰχμαλώτων ἐγκέκλειστο γυναικῶν τε καὶ τέκνων, ὅσους ἐπέγνων φίλων ἐμῶν καὶ συνήθων ὑπάρχοντας ἐρρυσάμην περὶ ἑκατὸν καὶ ἐνενήκοντα ὄντας τὸν ἀριθμὸν καὶ οὐδὲ λύτρα καταθεμένους ἀπέλυσα συγχωρήσας αὐτοὺς τῇ προτέρᾳ τύχῃ.1

不久之后,我请求释放我的兄弟以及五十位朋友,亦未遭到拒绝。此外,蒙提图斯许可我进入圣殿,当时那里关押着大批被俘的妇女儿童,我将在场认出的朋友和熟人尽数救出,其数约有一百九十人,我未向他们收取分文赎金便将他们释放,让他们恢复以往的身份地位。

§420

πεμφθεὶς δʼ ὑπὸ Τίτου Καίσαρος σὺν Κερεαλίῳ καὶ χιλίοις ἱππεῦσιν εἰς κώμην τινὰ Θεκῶαν λεγομένην προκατανοήσων, εἰ τόπος ἐπιτήδειός ἐστιν χάρακα δέξασθαι, ὡς ἐκεῖθεν ὑποστρέφων εἶδον πολλοὺς αἰχμαλώτους ἀνεσταυρωμένους καὶ τρεῖς ἐγνώρισα συνήθεις μοι γενομένους, ἤλγησά τε τὴν ψυχὴν καὶ μετὰ δακρύων προσελθὼν Τίτῳ εἶπον.

我奉提图斯·凯撒之命,与塞瑞阿里乌斯及一千名骑兵同赴一个名为特科亚的村庄,预先查勘该地是否适合安营扎寨;当我从那里折返时,望见许多俘虏被钉在十字架上,并认出其中三人曾是我的熟人。我内心悲痛,流着泪走到提图斯面前向他陈情。

§421

ὁ δʼ εὐθὺς ἐκέλευσεν καθαιρεθέντας αὐτοὺς θεραπείας ἐπιμελεστάτης τυχεῖν. καὶ οἱ μὲν δύο τελευτῶσιν θεραπευόμενοι, ὁ δὲ τρίτος ἔζησεν.

他立即下令将他们取下,给予最为悉心的医治救护。其中两人在医治中死去,第三个人则活了下来。

§422

Ἐπεὶ δὲ κατέπαυσεν τὰς ἐν τῇ Ἰουδαίᾳ ταραχὰς Τίτος, εἰκάσας τοὺς ἀγροὺς οὓς εἶχον ἐν τοῖς Ἱεροσολύμοις ἀνονήτους ἐσομένους μοι2 διὰ τὴν μέλλουσαν ἐκεῖ Ῥωμαίων φρουρὰν ἐγκαθέζεσθαι, ἔδωκεν ἑτέραν χώραν ἐν πεδίῳ, μέλλων τε ἀπαίρειν εἰς τὴν Ῥώμην σύμπλουν ἐδέξατο πᾶσαν τιμὴν ἀπονέμων.

当提图斯平息了犹地亚的动乱后,他料想我在耶路撒冷拥有的田产由于罗马驻军即将进驻该地将使我一无所获,便在平原赐给我另一处地产;当他准备启航前往罗马时,他接纳我同行登舟,并赐予我一切荣宠。

§423

ἐπεὶ δʼ εἰς τὴν Ῥώμην ἥκομεν, πολλῆς ἔτυχον παρὰ Οὐεσπασιανοῦ προνοίας· καὶ γὰρ καὶ κατάλυσιν ἔδωκεν ἐν τῇ οἰκίᾳ τῇ πρὸ τῆς ἡγεμονίας αὐτῷ γενομένῃ πολιτείᾳ τε Ῥωμαίων ἐτίμησεν καὶ σύνταξιν χρημάτων ἔδωκεν καὶ τιμῶν διετέλει μέχρι τῆς ἐκ τοῦ βίου μεταστάσεως οὐδὲν τῆς πρὸς ἐμὲ χρηστότητος ὑφελών, [ὅ μοι] διὰ τὸν φθόνον ἤνεγκε κίνδυνον·

当我们抵达罗马后,我受到了韦斯巴芗极其周全的关照;因为他在自己登基前居住的府邸中赐予我住所,授予我罗马公民权,发给我年金,直至他辞世为止一直厚待于我,对我的恩宠未有丝毫减损。然而,这却因遭人嫉妒而给我带来了险厄。

§424

Ἰουδαῖος γάρ τις Ἰωνάθης τοὔνομα στάσιν ἐξεγείρας ἐν Κυρήνῃ καὶ δισχιλίους τῶν ἐγχωρίων συναναπείσας, ἐκείνοις μὲν αἴτιος ἀπωλείας ἐγένετο, αὐτὸς δὲ ὑπὸ τοῦ τῆς χώρας ἡγεμονεύοντος δεθεὶς καὶ ἐπὶ τὸν αὐτοκράτορα πεμφθεὶς ἔφασκεν ἐμὲ αὐτῷ ὅπλα πεπομφέναι καὶ χρήματα.

因为有一名名叫约拿单的犹太人在昔兰尼煽动叛乱,策动当地两千人随其作乱,他招致了那些人的灭亡,而他本人被该地行省总督捆绑并解送至皇帝面前时,却声称是我向他提供了武器和金钱。

§425

οὐ μὴν Οὐεσπασιανὸν ψευδόμενος ἔλαθεν, ἀλλὰ κατέγνω θάνατον αὐτοῦ, καὶ παραδοθεὶς ἀπέθανεν. πολλάκις δὲ καὶ μετὰ ταῦτα τῶν βασκαινόντων μοι τῆς εὐτυχίας κατηγορίας ἐπί με συνθέντων θεοῦ προνοίᾳ πάσας διέφυγον. ἔλαβον δὲ παρὰ Οὐεσπασιανοῦ δωρεὰν γῆν οὐκ ὀλίγην ἐν τῇ Ἰουδαίᾳ.

然而他的谎言未能瞒过韦斯巴芗,皇帝判处他死刑,他被移交并处决。此后,那些嫉妒我幸运境遇的人虽屡次编造罪名控告我,但仰仗神明的眷顾,我全部化险为夷。我还从韦斯巴芗那里获得了犹地亚的一大片土地作为赏赐。

§426

καθʼ ὃν δὴ καιρὸν καὶ τὴν γυναῖκα μὴ ἀρεσκόμενος αὐτῆς τοῖς ἤθεσιν ἀπεπεμψάμην τριῶν παίδων γενομένην μητέρα, ὧν οἱ μὲν δύο ἐτελεύτησαν, εἷς δέ, ὃν Ὑρκανὸν προσηγόρευσα, περίεστιν.

就在那一时期,由于我对妻子的品行不满,在与她生下三个孩子后便休了她;其中两个孩子已夭折,一个我取名为许尔堪的至今健在。

§427

μετὰ ταῦτα ἠγαγόμην γυναῖκα κατῳκηκυῖαν μὲν ἐν Κρήτῃ, τὸ δὲ γένος Ἰουδαίαν, γονέων εὐγενεστάτων καὶ τῶν κατὰ τὴν χώραν ἐπιφανεστάτων, ἤθει πολλῶν γυναικῶν διαφέρουσαν, ὡς ὁ μετὰ ταῦτα βίος αὐτῆς ἀπέδειξεν. ἐκ ταύτης δή μοι γίνονται παῖδες δύο, πρεσβύτερος μὲν Ἰοῦστος, Σιμωνίδης δὲ μετʼ ἐκεῖνον ὁ καὶ Ἀγρίππας ἐπικληθείς.

此后,我娶了一位定居在克里特岛的女子为妻,她在血统上是犹太人,出身于当地最显赫且声名卓著的高贵门户,正如她后来的生活所昭示的那样,其德行超越了许多妇人。她为我生下两个儿子,长子名为尤斯图斯,次子名为西蒙尼德斯,又名阿格里帕。

§428

ταῦτα μέν μοι τὰ κατὰ τὸν οἶκον. διέμεινεν δὲ ὅμοια καὶ τὰ παρὰ τῶν αὐτοκρατόρων· Οὐεσπασιανοῦ γὰρ τελευτήσαντος Τίτος τὴν ἀρχὴν διαδεξάμενος ὁμοίαν τῷ πατρὶ τὴν τιμήν μοι διεφύλαξεν πολλάκις τε κατηγορηθέντος οὐκ ἐπίστευσεν.3

这就是我家庭中的各项情形。而来自历任皇帝的恩遇亦始终如一:因为韦斯巴芗去世后,提图斯继承帝位,对我保持着与其父同等的礼遇,虽然我屡遭控告,他却从未相信。

§429

διαδεξάμενος δὲ Τίτον Δομετιανὸς καὶ προσηύξησεν τὰς εἰς ἐμὲ τιμάς· τούς τε γὰρ κατηγορήσαντάς μου Ἰουδαίους ἐκόλασεν καὶ δοῦλον εὐνοῦχον παιδαγωγὸν τοῦ παιδός μου κατηγορήσαντα κολασθῆναι προσέταξεν, ἐμοὶ δὲ τῆς ἐν Ἰουδαίᾳ χώρας ἀτέλειαν ἔδωκεν, ἥπερ ἐστὶ μεγίστη τιμὴ τῷ λαβόντι. καὶ πολλὰ δʼ ἡ τοῦ Καίσαρος γυνὴ Δομετία διετέλεσεν εὐεργετοῦσά με.

图密善继承提图斯之后,对我施加的荣宠更是有增无减:因为他严惩了控告我的犹太人,又下令惩处控告我的那个身为我儿子侍从的阉人奴隶,并且免除了我在犹地亚田产的赋税,这对于获赐者而言乃是无上的殊荣。此外,凯撒的妻子多米提雅也始终给予我诸多恩惠。

§430

ταῦτα μὲν τὰ πεπραγμένα μοι διὰ παντὸς τοῦ βίου ἐστίν, κρινέτωσαν δʼ ἐξ αὐτῶν τὸ ἦθος ὅπως ἂν ἐθέλωσιν ἕτεροι. σοὶ δʼ ἀποδεδωκώς, κράτιστε ἀνδρῶν Ἐπαφρόδιτε, τὴν πᾶσαν τῆς ἀρχαιολογίας ἀναγραφὴν ἐπὶ τοῦ παρόντος ἐνταῦθα καταπαύω τὸν λόγον.

以上便是我毕生的所作所为,至于其他人愿如何据此评判我的人格,悉听尊便。最杰出的厄帕弗罗狄托斯啊,如今我已将整部《犹太古史》的记述奉献于你,至此我暂且结束本篇陈述。

语法注3 条
  1. 419συγχωρήσας αὐτοὺς τῇ προτέρᾳ τύχῃ

    动词 συγχωρέω 通常带与格表示“让步”或“准许”,在此处则兼带宾格(αὐτούς)与与格(τῇ προτέρᾳ τύχῃ),意为“使他们归还于先前的境遇(即自由身)”或“将他们交还给往昔的身份”。

  2. 422εἰκάσας τοὺς ἀγροὺς οὓς εἶχον ἐν τοῖς Ἱεροσολύμοις ἀνονήτους ἐσομένους μοι

    由表示推测与判断的分词 εἰκάσας(料想、推断)所引出的“宾格+将来时分词”(τοὺς ἀγροὺς ... ἐσομένους)结构,用以替代常规的将来时不定式(ἔσεσθαι),意为“断定我在耶路撒冷拥有的田产将对我毫无益处”。

  3. 428πολλάκις τε κατηγορηθέντος οὐκ ἐπίστευσεν

    这是一个属格绝对独立结构(genitive absolute),但其逻辑主语代词(μου)因承前文的与格 μοι 显而易见而在分词 κατηγορηθέντος 前被省略,意为“即便[我]屡遭控告,他亦不信”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0526.tlg002.humanitext-grc2:419-430