← 弗拉维奥·约瑟夫斯

约瑟夫斯自传

§394-405

进攻塞佛里斯与对阵塞拉斯时落马负伤

塞佛里斯迎来罗马援军后,约瑟夫斯发动夜袭却被迫撤退,并在其后的骑兵战中失利。随后面对国王的将领塞拉斯,约瑟夫斯设伏佯退几乎全歼敌军,但因落马受伤而中止追击并被后送治疗。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§394

Σεπφωρῖται δὲ παραδόξως τὸν πρῶτον κίνδυνον διαφυγόντες πρὸς Κέστιον Γάλλον ἔπεμψαν ἥκειν παρακαλοῦντες ὡς αὐτοὺς θᾶττον παραληψόμενον τὴν πόλιν, ἢ πέμπειν δύναμιν τὴν ἀνακόψουσαν τὰς ἐπʼ αὐτοὺς τῶν πολεμίων ἐπιδρομάς· καὶ τέλος ἔπεισαν τὸν Γάλλον πέμψαι δύναμιν αὐτοῖς ἱππικήν τε καὶ πεζικήν, ἣν ἐλθοῦσαν νυκτὸς εἰσεδέξαντο.

塞佛里斯人出乎意料地逃过了最初的危机之后,派人去见策斯提乌斯·加卢斯,恳请他尽快赶来接收该城,或是派遣军队以击退敌人对他们的进犯;他们最终说服加卢斯派遣了一支骑兵与步兵部队给他们,这支部队乘夜抵达后被迎入城中。

§395

κακουμένης δὲ ὑπὸ τῆς Ῥωμαϊκῆς στρατιᾶς τῆς [πέριξ] χώρας ἀναλαβὼν ἐγὼ τοὺς περὶ ἐμὲ στρατιώτας ἧκον εἰς Γαρεις κώμην. ἔνθα βαλόμενος χάρακα πόρρω τῆς Σεπφωριτῶν πόλεως ἀπὸ σταδίων εἴκοσι νυκτὸς ἐπʼ αὐτῇ προσέμιξα καὶ τοῖς τείχεσι προσέβαλλον, καὶ διὰ κλιμάκων ἐμβιβάσας συχνοὺς τῶν στρατιωτῶν ἐγκρατὴς τοῦ πλείστου τῆς πόλεως μέρους ἐγενόμην, μετʼ οὐ πολὺ δὲ διὰ τὴν τῶν τόπων ἄγνοιαν ἀναγκασθέντες ὑπεχωρήσαμεν, ἀνελόντες Ῥωμαίων μὲν ἱππεῖς δύο, πεζοὺς δὲ δέκα, ὀλίγους δὲ Σεπφωριτῶν, αὐτοὶ δʼ ἕνα μόνον ἀπεβάλομεν.

由于周围的乡村遭到罗马军队的蹂躏,我便率领身边的士兵来到一个名叫加里斯的村庄。我在那里扎下营寨,距塞佛里斯城二十斯塔德,乘夜逼近该城并发起攻墙;我用梯子将大批士兵送上城墙,攻占了该城的大半部分,但不久之后由于对地形不熟悉,我们被迫撤退;我们击毙了罗马人中的两名骑兵和十名步兵,以及少数塞佛里斯人,而我们自己只损失了一人。

§397

γενομένης δʼ ὕστερον ἡμῖν κατὰ τὸ πεδίον μάχης πρὸς τοὺς ἱππεῖς μέχρι πολλοῦ καρτερῶς διακινδυνεύσαντες ἡττήθημεν· περιελθόντων γὰρ τῶν Ῥωμαίων οἱ μετʼ ἐμοῦ δείσαντες ἔφυγον εἰς τοὐπίσω. πίπτει δʼ ἐπὶ τῆς παρατάξεως ἐκείνης εἷς τῶν πεπιστευμένων τὴν τοῦ σώματός μου φυλακὴν Ἰοῦστος τοὔνομα καὶ παρὰ βασιλεῖ ποτε τὴν αὐτὴν τάξιν ἐσχηκώς.

后来,我们在平原上与敌方骑兵交战,久经顽强奋战之后我们遭到溃败;因为罗马人展开迂回包围,我身边的部队心生恐惧而向后逃窜。在那场阵列交战中,负责护卫我人身安全的一名护卫战死了,此人名叫尤斯图斯,曾一度在国王麾下担任过同一职务。

§398

κατὰ τοῦτον δὲ τὸν καιρὸν ἡ παρὰ βασιλέως δύναμις ἧκεν ἱππική τε καὶ πεζικὴ καὶ Σύλλας ἐπʼ αὐτῆς ἡγεμὼν ὁ ἐπὶ τῶν σωματοφυλάκων. οὗτος οὖν βαλόμενος στρατόπεδον Ἰουλιάδος ἀπέχον σταδίους πέντε φρουρὰν ἐφίστησιν ταῖς ὁδοῖς, τῇ τε εἰς Σελεύκειαν ἀγούσῃ καὶ τῇ εἰς Γάμαλα τὸ φρούριον, ὑπὲρ τοῦ τὰς παρὰ τῶν Γαλιλαίων ὠφελείας τοῖς ἐνοίκοις ἀποκλείειν.

正当此时,国王派来的步骑部队抵达,由近卫军首领塞拉斯统领。他在距朱利亚斯五斯塔德处扎营,并在通往塞琉西亚的道路和通往加马拉要塞的道路上布置哨卡,以切断居民从加利利人那里获取粮秣补给的通路。

§399

Ταῦτα δʼ ὡς ἐπυθόμην ἐγὼ πέμπω δισχιλίους ὁπλίτας καὶ στρατηγὸν αὐτῶν Ἱερεμίαν, οἳ δὴ καὶ χάρακα θέντες ἀπὸ σταδίου τῆς Ἰουλιάδος πλησίον τοῦ Ἰορδάνου ποταμοῦ πλέον ἀκροβολισμῶν οὐδὲν ἔπραξαν, μέχρι τρισχιλίους στρατιώτας αὐτὸς ἀναλαβὼν ἧκον πρὸς αὐτούς.

我一得知此事,便派遣了两千名重装步兵及其统将耶利米,他们虽然在距朱利亚斯一斯塔德靠近约旦河的地方立起营寨,但除了小规模冲突外别无所为,直到我亲自率领三千名士兵赶来与他们会合。

§400

κατὰ δὲ τὴν ἐπιοῦσαν ἡμέραν ἔν τινι φάραγγι καθίσας λόχον οὐκ ἄπωθεν αὐτῶν τοῦ χάρακος προεκαλούμην τοὺς βασιλικοὺς εἰς μάχην, παραινέσας τοῖς μετʼ ἐμοῦ στρατιώταις στρέψαι τὰ νῶτα, μέχρις ἂν ἐπισπάσωνται τοὺς πολεμίους προελθεῖν· ὅπερ καὶ ἐγένετο.

到了翌日,我在离他们营寨不远的一处峡谷中设下伏兵,随后向王军挑战交锋,并吩咐身边的士兵转身佯败,直到将敌军引诱向前为止;事实也正是如此发生的。

§401

Σύλλας γὰρ εἰκάσας ταῖς ἀληθείαις τοὺς ἡμετέρους φεύγειν προελθὼν ἐπιδιώκειν οἷός τε ἦν, κατὰ νώτου δʼ αὐτὸν λαμβάνουσιν οἱ ἐκ τῆς ἐνέδρας καὶ σφόδρα πάντας ἐθορύβησαν.

因为塞拉斯以为我军当真溃逃,便向前推进并企图追击,但埋伏的部队从其背后杀出,令敌军全线大乱。

§402

ἐγὼ δʼ εὐθὺς ὀξείᾳ χρησάμενος ὑποστροφῇ μετὰ τῆς δυνάμεως ὑπήντησα τοῖς βασιλικοῖς καὶ εἰς φυγὴν ἔτρεψα. κἂν κατώρθωτό μοι κατὰ τὴν ἡμέραν ἐκείνην ἡ πρᾶξις μὴ ἐμποδὼν γενομένου δαίμονός τινος·1 ὁ γὰρ ἵππος, ἐφʼ ᾧ τὴν μάχην ἐποιούμην, εἰς τελματώδη τόπον ἐμπεσὼν συγκατήνεγκέ με ἐπὶ τοὔδαφος. θραύσεως δὲ τῶν ἄρθρων γενομένης ἐπὶ τὸν ταρσὸν τῆς χειρὸς ἐκομίσθην εἰς κώμην Κεφαρνωκὸν λεγομένην.

我随即率领全军迅速回戈迎击王军,将他们杀得四散奔逃。倘若不是某位神明横加阻拦,我那一日的行动本已大功告成;因为我作战时所骑的战马跌入泥沼之地,将我一并摔落在地。我的手腕关节发生骨折,遂被抬送至一个名为克法尔诺科斯的村庄。

§404

οἱ δὲ ταῦτʼ ἀκούσαντες καὶ δεδοικότες, μή τι χεῖρον ἔπαθον, τῆς μὲν ἐπὶ πλέον διώξεως ἀπέσχοντο, ὑπέστρεφον δὲ περὶ ἐμὲ λίαν ἀγωνιῶντες. μεταπεμψάμενος οὖν ἰατροὺς καὶ θεραπευθεὶς τὴν ἡμέραν ἐκείνην αὐτοῦ κατέμεινα πυρέξας, δόξαν τε τοῖς ἰατροῖς2 τῆς νυκτὸς εἰς Ταριχέας μετεκομίσθην.

士卒们听闻此事,害怕我遭遇了更严重的不测,便停止了进一步的追击,深为我担忧而折返。于是我召来医师接受救治,因发烧在那一天留宿该地,夜间按照医师们的决议,我被转移运往塔利凯埃。

§405

Σύλλας δὲ καὶ οἱ μετʼ αὐτοῦ πυθόμενοι τὰ κατʼ ἐμὲ πάλιν ἐθάρρησαν, καὶ γνόντες ἀμελεῖσθαι τὰ περὶ τὴν φυλακὴν τοῦ στρατοπέδου διὰ νυκτὸς ἱππέων λόχον ἱδρύσαντες ἐν τῷ πέραν τοῦ Ἰορδάνου, γενομένης ἡμέρας εἰς μάχην ἡμᾶς προεκαλέσαντο.

塞拉斯及其部下探知了我的伤情,便重整士气,获悉我军营地的防备有所松懈后,连夜在约旦河对岸设下一队骑兵伏兵,天明之时便向我们挑战决战。

语法注2 条
  1. 402κἂν κατώρθωτό μοι κατὰ τὴν ἡμέραν ἐκείνην ἡ πρᾶξις μὴ ἐμποδὼν γενομένου δαίμονός τινος

    主句 κἂν κατώρθωτο 由 καὶ ἄν 与直陈式过去完成时结合,表示过去非真实条件句的结论(“我的行动本已大功告成”)。而带有条件否定词 μή 的属格独立结构 μὴ ἐμποδὼν γενομένου δαίμονός τινος 则充当了否定条件从句(“倘若不是某位神明横加阻拦”)。

  2. 404δόξαν τε τοῖς ἰατροῖς

    此处是由非人称动词的中性单数宾格分词 δόξαν 构成的宾格独立结构(accusative absolute),与与格 τοῖς ἰατροῖς 连用,表情况或原因:“在医师们作出决议后 / 依医师们的判断”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0526.tlg002.humanitext-grc2:394-405