- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 4. Niese, Benedikt, editor. Berlin: Weidmann, 1890.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg002.humanitext-grc2:379-393
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
约瑟夫借罗马军进犯的虚假传闻保全了塞佛里斯,随后又通过巧妙说服群众并暗助国王信使克里斯普斯逃脱,再度解救了被控通敌的提比哩亚。接着,他记述了曾煽动叛乱的尤斯图斯因畏惧自己的惩处而逃往国王处的缘由。
ταῦτα δʼ ἐποίουν ὑπὲρ τοῦ τῆς φήμης ἐμπεσούσης ἐπισχεῖν1 μὲν τῶν Γαλιλαίων τὰς ὁρμάς, διασῶσαι δὲ τὴν τῶν Σεπφωριτῶν πόλιν. καὶ τέλος προυχώρησε τὸ στρατήγημα·
我这样做是为了在风声传开之后遏制加利利人的势头,保全塞佛里斯人的城市。最终,这一谋略收到了成效:
τῆς γὰρ ἀγγελίας ἀκούσαντες ἐφοβήθησαν ὑπὲρ αὑτῶν· καὶ καταλιπόντες τὰς ἁρπαγὰς ἔφευγον, μάλιστα δʼ, ἐπεὶ κἀμὲ τὸν στρατηγὸν ἑώρων ταῦτα ποιοῦντα· πρὸς γὰρ τὸ πιστὸν τῆς φήμης ἐσκηπτόμην ὁμοίως αὐτοῖς διατεθεῖσθαι. Σεπφωρῖται δὲ παρʼ ἐλπίδα τὴν ἑαυτῶν ὑπὸ τοῦ ἐμοῦ σοφίσματος ἐσώθησαν.
因为他们听到这消息后便为自身感到恐惧,放弃掠夺而逃跑,特别是看到我这位将领也同样如此行事的时候;盖为了使传言可信,我假装自己也陷入了与他们一样的惶恐之中。塞佛里斯人就这样出乎自己意料地借由我的妙计得以获救。
Καὶ Τιβεριὰς δὲ παρʼ ὀλίγον ἀνηρπάσθη ὑπὸ Γαλιλαίων τοιαύτης αἰτίας ὑποπεσούσης· τῶν ἐκ τῆς βουλῆς οἱ πρῶτοι γράφουσι πρὸς τὸν βασιλέα παρακαλοῦντες ἀφικέσθαι πρὸς αὐτοὺς παραληψόμενον τὴν πόλιν.
提比哩亚也因发生如下起因而险些被加利利人洗劫:市议会的领袖们写信给国王,请他前来接管这座城市。
ὑπέσχετο δʼ ὁ βασιλεὺς ἔρχεσθαι, καὶ τὰς ἐπιστολὰς ἀντιγράφει καὶ τῶν περὶ τὸν κοιτῶνα τινί, Κρίσπῳ μὲν τοὔνομα, τὸ δὲ γένος Ἰουδαίῳ, δίδωσι πρὸς τοὺς Τιβεριεῖς φέρειν.
国王答应前来,写了回信,交给寝宫侍从中的一人——其人名叫克里斯普斯,出身为犹太人——带给提比哩亚人。
τοῦτον κομίσαντα τὰ γράμματα γνωρίσαντες οἱ Γαλιλαῖοι καὶ συλλαβόντες ἄγουσιν ἐπʼ ἐμέ. τὸ δὲ πᾶν πλῆθος, ὡς ἤκουσεν, παροξυνθὲν ἐφʼ ὅπλα τρέπεται.
加利利人认出了带信的这名男子,将他捉拿并押送到我面前。全体大众听闻此事,大怒之下纷纷拿起武器。
συναχθέντες δὲ πολλοὶ πολλαχόθεν κατὰ τὴν ἐπιοῦσαν ἧκον εἰς Ἄσωχιν πόλιν, ἔνθα δὴ τὴν κατάλυσιν ἐποιούμην, καταβοήσεις τε σφόδρα ἐποιοῦντο, προδότιν ἀποκαλοῦντες τὴν Τιβεριάδα καὶ βασιλέως φίλην, ἐπιτρέπειν τε ἠξίουν αὐτοῖς καταβᾶσιν ἄρδην ἀφανίσαι· καὶ γὰρ πρὸς τοὺς Τιβεριεῖς εἶχον ἀπεχθῶς, ὡς πρὸς τοὺς Σεπφωρίτας.
翌日,许多人从四面八方聚集而来,赶到我驻宿的阿索基斯城,发出极为强烈的抗议呐喊,斥责提比哩亚为叛徒和国王的同党,并要求我准许他们冲下去将该城彻底毁灭;因为他们对提比哩亚人同样怀有敌意,正如对塞佛里斯人一样。
Ἐγὼ δʼ ἀκούσας ἠπόρουν, τίνα τρόπον ἐξαρπάσω τὴν Τιβεριάδα τῆς Γαλιλαίων ὀργῆς. ἀρνήσασθαι γὰρ οὐκ ἐδυνάμην μὴ γεγραφέναι2 τοὺς Τιβεριεῖς καλοῦντας τὸν βασιλέα· ἤλεγχον γὰρ αἱ παρʼ ἐκείνου πρὸς αὐτοὺς ἀντιγραφαὶ τὴν ἀλήθειαν.
我听后陷入了困境,不知该如何从加利利人的愤怒中解救提比哩亚。因为我无法否认提比哩亚人曾写信邀请国王,盖国王给他们的回信已证实了真相。
σύννους οὖν πολλὴν γενόμενος ὥραν, ὅτι μὲν ἠδικήκασιν, εἶπον, Τιβεριεῖς, οἶδα κἀγώ, τὴν πόλιν δʼ αὐτῶν ὑμᾶς οὐ κωλύσω διαρπάσαι. δεῖ δʼ ὅμως καὶ μετὰ κρίσεως τὰ τηλικαῦτα πράττειν· οὐ γὰρ μόνοι Τιβεριεῖς προδόται τῆς ἐλευθερίας ἡμῶν γεγόνασιν, ἀλλὰ πολλοὶ καὶ τῶν ἐν Γαλιλαίᾳ δοκιμωτάτων.
于是我深思良久后,说道:“提比哩亚人犯下了过错,我也心知肚明,我并不阻止你们去劫掠他们的城市。但如此重大的举措仍须审慎行事;因为沦为我们自由的叛徒的不仅有提比哩亚人,加利利境内许多最有声望之士亦在其中。
προσμείνατε δὴ μέχρι τοὺς αἰτίους ἀκριβῶς ἐκμάθω, καὶ τότε πάντας ὑποχειρίους ἕξετε καὶ ὅσους ἰδίᾳ ἐπάξαι δυνήσεσθε.
因此,请你们耐心等待,直到我确切查清罪魁祸首,届时你们便可将所有人,以及凡你们自己能够指控的,全都纳于你们的掌控之中”。
ταῦτʼ εἰπὼν ἔπεισα τὸ πλῆθος καὶ παυσάμενοι τῆς ὀργῆς διελύθησαν. τὸν παρὰ βασιλέως δὲ πεμφθέντα δῆσαι κελεύσας, μετʼ οὐ πολλὰς ἡμέρας ἐπί τινα τῶν ἐμαυτοῦ χρειῶν ἐπείγουσαν σκηψάμενος ἐκδημεῖν τῆς βασιλείας, καλέσας τὸν Κρῖσπον λάθρα προσέταξα μεθύσαι τὸν στρατιώτην φύλακα καὶ φυγεῖν πρὸς βασιλέα· μὴ γὰρ διωχθήσεσθαι.
说罢此番话,我劝服了大众,他们平息了怒气并散去。我下令将国王所遣之人拘禁起来,数日之后,我托词因自身某些紧急事务需离开王国,私下召来克里斯普斯,命他将看守的士兵灌醉后逃奔国王,因为他不会遭到追捕。
καὶ ὁ μὲν ταῖς ὑποθήκαις πεισθεὶς διέφυγε· Τιβεριὰς δὲ μέλλουσα δεύτερον ἀφανίζεσθαι στρατηγίᾳ τῇ ἐμῇ καὶ προνοίᾳ τῇ περὶ αὐτῆς ὀξὺν οὕτως κίνδυνον διέφυγεν.
他听从劝告成功逃脱;而濒临第二次覆灭的提比哩亚,因着我的韬略和对该城的顾念,逃过了这般迫在眉睫的凶险。
Κατὰ τοῦτον δὲ τὸν καιρὸν Ἰοῦστος ὁ Πιστοῦ παῖς λαθὼν ἐμὲ διαδιδράσκει πρὸς τὸν βασιλέα. τὴν αἰτίαν δὲ διʼ ἣν τοῦτʼ ἔπραξεν ἀφηγήσομαι.
正当此时,皮斯图斯之子尤斯图斯瞒过我逃奔国王。关于他为何如此行事,我将作一番叙述。
λαβόντος ἀρχὴν Ἰουδαίοις τοῦ πρὸς Ῥωμαίους πολέμου Τιβεριεῖς διεγνώκεισαν ὑπακούειν βασιλεῖ καὶ Ῥωμαίων μὴ ἀφίστασθαι. πείθει δʼ αὐτοὺς Ἰοῦστος ἐφʼ ὅπλα χωρῆσαι νεωτέρων αὐτὸς ἐφιέμενος πραγμάτων καὶ διʼ ἐλπίδος ἔχων ἄρξειν Γαλιλαίων τε καὶ τῆς ἑαυτοῦ πατρίδος.
当犹太人对罗马人的战争爆发之际,提比哩亚人本已决议归顺国王,不背叛罗马人。然而尤斯图斯却劝说他们诉诸武力,他本人图谋变乱,指望统治加利利人以及自己的本乡。
οὐ μὴν τῶν προσδοκηθέντων ἐπέτυχεν· Γαλιλαῖοί τε γὰρ ἐχθρῶς ἔχοντες πρὸς τοὺς Τιβεριεῖς διὰ μῆνιν ὧν ὑπʼ αὐτοῦ πρὸ τοῦ πολέμου πεπόνθεισαν,3 οὐκ ἠνείχοντο στρατηγοῦντος αὐτῶν Ἰούστου, κἀγὼ δὲ τὴν προστασίαν τῆς Γαλιλαίας πιστευθεὶς ὑπὸ τοῦ κοινοῦ τῶν Ἱεροσολυμιτῶν, πολλάκις εἰς τοσαύτην ἧκον ὀργήν, ὡς ὀλίγου δεῖν ἀποκτεῖναι τὸν Ἰοῦστον, φέρειν αὐτοῦ τὴν μοχθηρίαν οὐ δυνάμενος. δείσας οὖν ἐκεῖνος, μὴ καὶ λάβῃ τέλος ἅπαξ ὁ θυμός, ἔπεμψε πρὸς βασιλέα Κρῖσπον4 ἀσφαλέστερον οἰκήσειν παρʼ ἐκείνῳ νομίζων.
然而他未能遂其所愿;因为加利利人因战前从他那里遭受的苦楚而怀恨在心,对提比哩亚人抱有敌意,绝不容忍由尤斯图斯统领他们;加之我自己蒙耶路撒冷民众公社托付掌管加利利,因无法容忍他的恶行,屡屡怒不可遏,以致险些将尤斯图斯处死。因此,他惟恐我的愤怒哪怕有一次付诸行动,认为在国王那里居住更为安全,便将克里斯普斯遣往国王之处。
- 379ὑπὲρ τοῦ τῆς φήμης ἐμπεσούσης ἐπισχεῖν
在表目的的介词短语 ὑπὲρ τοῦ 与不定式(ἐπισχεῖν 及 διασῶσαι)之间,插入了属格绝对结构 τῆς φήμης ἐμπεσούσης(传言传开之际/借着传言的扩散)。冠词 τοῦ 的直接支配成分是不定式 ἐπισχεῖν。
- 385ἀρνήσασθαι γὰρ οὐκ ἐδυνάμην μὴ γεγραφέναι
在含有否定意义的动词(ἀρνήσασθαι,“否认”)之后,不定式补足语(γεγραφέναι)带有习惯性的冗余否定词 μή。整个句子的实际含义为肯定,即“我无法否认提比哩亚人写过信”。
- 392ὧν ὑπʼ αὐτοῦ πρὸ τοῦ πολέμου πεπόνθεισαν
关系代词 ὧν 发生了格同化(attraction):因先行词(τούτων)省略,原本应作 πεπόνθεισαν 宾语的宾格 ἅ 被同化为属格。代词 αὐτοῦ 在语境中指代前文出现的尤斯图斯。
- 393ἔπεμψε πρὸς βασιλέα Κρῖσπον
此为抄本所传文字。然而由于前文明确提出要交代尤斯图斯逃往国王处的缘由,且后文不定式 οἰκήσειν(居住)的主语也是尤斯图斯本人,因而学者通常认为此处系抄写讹误(可能受前文信使克里斯普斯之事的干扰,替代了原有的“ἔφυγε πρὸς τὸν βασιλέα,逃奔国王”)。本译文仍依现存原文译出。
