← 弗拉维奥·约瑟夫斯

约瑟夫斯自传

§364-378

阿格里帕王的书信与攻克塞佛里斯

著者引用阿格里帕王的两封信函佐证自身著述的真实性,结束了针对尤斯图斯的辩驳;随后叙述了他以通告和限期威慑迫使约翰的大批部下归降,攻克叛附罗马的塞佛里斯,并借散布罗马军来袭的伪报制止了加利利人对该城的劫掠。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§364

ὁ δὲ βασιλεὺς Ἀγρίππας ἑξηκονταδύο γέγραφεν ἐπιστολὰς τῇ τῆς ἀληθείας παραδόσει μαρτυρῶν. ὧν δὴ καὶ δύο ὑπέταξα καὶ βουληθέντι σοι τὰ γεγραμμένα γνῶναι πάρεστιν ἐξ αὐτῶν·

亚格里帕王写了六十二封信,见证了真理的传达。我在此附上其中两封,若你愿意知晓所写的内容,便可从中得悉:

§365

βασιλεὺς Ἀγρίππας Ἰωσήπῳ τῷ φιλτάτῳ χαίρειν. ἥδιστα διῆλθον τὴν βύβλον, καί μοι πολὺ ἐπιμελέστερον ἔδοξας τῶν ταῦτα συγγραψάντων ἠκριβωκέναι.

‘亚格里帕王问候至亲的约瑟夫。我怀着无比欣悦之情通读了这部书卷,在我看来,你比起撰写这些事迹的其他人,以更为审慎的态度追求了精确。

§366

πέμπε δέ μοι καὶ τὰς λοιπάς. ἔρρωσο. βασιλεὺς Ἀγρίππας Ἰωσήπῳ τῷ φιλτάτῳ χαίρειν. ἐξ ὧν ἔγραψας οὐδεμιᾶς ἔοικας χρῄζειν διδασκαλίας ὑπὲρ τοῦ μαθεῖν ἡμᾶς ὅλους ἀρχῆθεν. ὅταν μέντοι συντύχῃς μοι, καὶ αὐτός σε πολλὰ κατηχήσω τῶν ἀγνοουμένων.

请将余下的部分也寄给我。祝好。’‘亚格里帕王问候至亲的约瑟夫。从你所写的来看,为了让我们自始至终全盘了解实情,你似乎并不需要任何指教。不过,待你与我相会之时,我自己也会就诸多不为人知之事向你详加传授。’

§367

ἐμοὶ δὲ ἀπαρτισθείσης τῆς ἱστορίας1 ἀληθείᾳ οὐ κολακεύων, οὐδὲ γὰρ ἐπέβαλλεν αὐτῷ, οὐδὲ εἰρωνευόμενος, ὡς σὺ φήσεις, πόρρω γὰρ ἦν ἐκεῖνος τοιαύτης κακοηθείας, ἀλλὰ τὴν ἀλήθειαν ἐμαρτύρει, καθάπερ πάντες οἱ ταῖς ἱστορίαις ἐντυγχάνοντες. ἀλλὰ τὰ μὲν πρὸς Ἰοῦστον ἀναγκαίαν λαβόντα τὴν παρέκβασιν μέχρι τούτων ἡμῖν λελέχθω.

因此,当这部历史完稿之际,他确实为我见证了其真实性,既非出于谄媚——因为他本无须如此——亦非如你将会说的那样出于讥讽——因为他绝无这等恶念——而是正如所有读到这些历史的人一样见证了真理。然而,针对尤斯图斯的这段必要离题之言,至此便告一段落吧。

§368

Διοικήσας δʼ ἐγὼ τὰ κατὰ τὴν Τιβεριάδα καὶ καθίσας τῶν φίλων συνέδριον ἐβουλευόμην περὶ τῶν πρὸς Ἰωάννην πραχθησομένων. ἐδόκει μὲν οὖν πᾶσι τοῖς Γαλιλαίοις ὁπλίσαντα2 πάντας ἀπελθεῖν ἐπὶ τὸν Ἰωάννην καὶ λαβεῖν παρʼ αὐτοῦ δίκας ὡς πάσης τῆς στάσεως αἰτίου γεγονότος.

我处理完提比哩亚的事务后,召集了友人会议,商议针对约翰所当采取的行动。当时全体加利利人一致认为,应当由我率领全副武装的众人向约翰进军,并向他问罪,因为他是全部动乱的罪魁祸首。

§369

οὐκ ἠρεσκόμην δʼ ἐγὼ ταῖς γνώμαις αὐτῶν προαίρεσιν ἔχων τὰς ταραχὰς χωρὶς φόνου καταστέλλειν. ὅθεν δὴ παρῄνεσα πᾶσαν εἰσενέγκασθαι πρόνοιαν ὑπὲρ τοῦ γνῶναι τὰ ὀνόματα τῶν ὑπὸ τὸν Ἰωάννην ὄντων.

但我并不赞同他们的意见,因为我的意图是不流血地平息动乱。因此我建议大家全力查明约翰属下各人的姓名。

§370

ποιησάντων δʼ ἐκείνων γνοὺς ἐγὼ τοὺς ἀνθρώπους οἵτινες ἦσαν ἐξέθηκα πρόγραμμα, διὰ τούτου πίστιν καὶ δεξιὰν προτείνων τοῖς μετὰ Ἰωάννου θελήσασιν λαβεῖν μετάνοιαν, καὶ ἡμερῶν εἴκοσι χρόνον προέτεινα τοῖς βουλεύσασθαι θέλουσιν περὶ τῶν ἑαυτοῖς συμφερόντων. ἠπείλουν δέ, εἰ μὴ ῥίψουσιν τὰ ὅπλα, καταπρήσειν αὐτῶν τὰς οἰκήσεις καὶ δημοσιώσειν τὰς οὐσίας.

待他们查清、我也得知了这些人是谁之后,我便颁布了一道告示,借此向约翰部下中愿意悔过自新者伸出信约与誓言的右手,并为那些希望深思自身利益的人留出了二十天的时间。同时我警告道,如果他们不放下武器,我就将焚毁他们的居所并没收他们的财产。

§371

ταῦτα δὲ ἀκούσαντες οἱ ἄνθρωποι καὶ ταραχθέντες οὔ τι μετρίως καταλείπουσιν μὲν τὸν Ἰωάννην, τὰ δʼ ὅπλα ῥίψαντες ἧκον πρός με τετρακισχίλιοι τὸν ἀριθμὸν ὄντες.

人们听闻此言,惶恐万分,纷纷脱离了约翰,放下武器归附于我,人数达四千之众。

§372

μόνοι δὲ τῷ Ἰωάννῃ παρέμειναν οἱ πολῖται καὶ ξένοι τινὲς ἐκ τῆς Τυρίων μητροπόλεως ὡς χίλιοι καὶ πεντακόσιοι. Ἰωάννης μὲν οὖν οὕτω καταστρατηγηθεὶς ὑπʼ ἐμοῦ τὸ λοιπὸν ἐν τῇ πατρίδι περίφοβος ἔμεινεν.

留在约翰身边的只剩下当地市民以及来自提尔大都会的约一千五百名异邦人。约翰就这样被我在谋略上击败,此后在惶恐不安中一直滞留在自己的故乡。

§373

Κατὰ τοῦτον δὲ τὸν καιρὸν Σεπφωρῖται θαρρήσαντες ἀναλαμβάνουσιν ὅπλα πεποιθότες τῇ τε τῶν τειχῶν ὀχυρότητι καὶ τῷ πρὸς ἑτέροις ὄντα με ὁρᾶν. πέμπουσι δὴ πρὸς Κέστιον Γάλλον, Συρίας δʼ ἦν οὗτος ἡγεμών, παρακαλοῦντες ἢ αὐτὸν ἥκειν θᾶττον παραληψόμενον αὐτῶν τὴν πόλιν ἢ πέμψαι τοὺς φρουρήσοντας.

正当此时,塞佛里斯人壮起胆来,依仗其城墙的坚固,又见我正忙于其他事务,便拿起了武器。他们遣使去见叙利亚总督策斯提乌斯·加卢斯,敦促他要么亲自速来接管他们的城市,要么派来守军。

§374

ὁ δὲ Γάλλος ἐλεύσεσθαι μὲν ὑπέσχετο, πότε δὲ οὐ διεσάφησεν. κἀγὼ ταῦτα πυθόμενος, ἀναλαβὼν τοὺς σὺν ἐμοὶ στρατιώτας καὶ ὁρμήσας ἐπὶ τοὺς Σεπφωρίτας εἷλον αὐτῶν κατὰ κράτος τὴν πόλιν.

加卢斯答应会来,但并未说明具体时间。我探知此事后,率领身边的士兵扑向塞佛里斯人,以武力攻克了他们的城市。

§375

λαβόμενοι δʼ ἀφορμῆς οἱ Γαλιλαῖοι καὶ παρεῖναι τοῦ μίσους τὸν καιρὸν οὐ βουληθέντες, εἶχον γὰρ ἀπεχθῶς καὶ πρὸς ταύτην τὴν πόλιν, ὥρμησαν ὡς ἄρδην ἀφανίσοντες πάντας σὺν τοῖς ἐποίκοις.

加利利人抓住这个机会,不愿放过宣泄仇恨的时机——因为他们对这座城市同样怀有敌意——便冲杀进去,企图将所有人连同外来定居者一网打尽。

§376

εἰσδραμόντες οὖν ἐνεπίμπρασαν αὐτῶν τὰς οἰκίας ἐρήμους καταλαμβάνοντες· οἱ γὰρ ἄνθρωποι δείσαντες εἰς τὴν ἀκρόπολιν συνέφυγον· διήρπαζον δὲ πάντα καὶ τρόπον οὐδένα πορθήσεως κατὰ τῶν ὁμοφύλων παρελίμπανον.

他们闯入城中,见房屋空无一人便纵火焚烧,因为居民们恐惧万分,全都逃进了卫城避难;加利利人四处抢掠,对同胞施加了无所不用其极的破坏手段。

§377

ταῦτʼ ἐγὼ θεασάμενος σφόδρα διετέθην ἀνιαρῶς καὶ παύεσθαι προσέταττον αὐτοῖς, ὑπομιμνήσκων ὅτι τοιαῦτα δρᾶν ὁμοφύλους οὐκ ἔστιν ὅσιον.

我见此情景深感痛心,命令他们住手,提醒他们对同族之人施加这等暴行乃是不义之举。

§378

ἐπεὶ δʼ οὔτε παρακαλοῦντος οὔτε προστάσσοντος ἤκουον, ἐνίκα δὲ τὸ μῖσος τὰς παραινέσεις, τοὺς πιστοτάτους τῶν περὶ ἐμὲ φίλων ἐκέλευσα διαδοῦναι λόγους, ὡς Ῥωμαίων μετὰ μεγάλης δυνάμεως κατὰ τὸ ἕτερον μέρος τῆς πόλεως εἰσβεβληκότων.3

然而,他们既不听从我的恳请,也不遵从我的命令,仇恨压倒了劝诫;于是我命身边最值得信赖的友人散布传闻,声称罗马大军已从城市的另一侧攻了进来。

语法注3 条
  1. 367ἐμοὶ δὲ ἀπαρτισθείσης τῆς ἱστορίας

    与格ἐμοί与后文的主动词ἐμαρτύρει相连(意为“为我/向我作证”),而属格绝对结构ἀπαρτισθείσης τῆς ἱστορίας(“当历史完稿之际”)插在二者之间形成倒装(hyperbaton)。随后主语阿格里帕王由分词短语(οὐ κολακεύων... οὐδὲ εἰρωνευόμενος)修饰,直至主句动词ἐμαρτύρει出现。

  2. 368ὁπλίσαντα

    阳性单数宾格分词ὁπλίσαντα充当非人称动词ἐδόκει(“似乎最好/被决议”)所引出的不定式ἀπελθεῖν和λαβεῖν的逻辑主语。它采用宾格而非与判断主体πᾶσι τοῖς Γαλιλαίοις(与格)保持一致,是因为它指代作为指挥官的约瑟夫本人。

  3. 378ὡς Ῥωμαίων μετὰ μεγάλης δυνάμεως κατὰ τὸ ἕτερον μέρος τῆς πόλεως εἰσβεβληκότων

    连词ὡς与属格绝对结构(Ῥωμαίων ... εἰσβεβληκότων)连用,说明前述动词短语διαδοῦναι λόγους(“散布言论/谣言”)的具体内容,表示所散布的假借口或虚报。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0526.tlg002.humanitext-grc2:364-378