← 弗拉维奥·约瑟夫斯

约瑟夫斯自传

§351-363

批判尤斯图斯的伪史编造与蓄意延期出版

约瑟夫斯揭露了提比哩亚人和尤斯图斯本人参与叛乱及内讧的罪行,痛斥尤斯图斯在缺乏实地经历且未研读官方纪略的情况下撰写伪史,并批判其怯懦地等到韦斯帕芗、提图斯及阿格里帕王去世后才敢将著作公之于世。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§351

τότʼ οὖν ἐχρῆν ὑμᾶς παντὸς ἀπηλλαγμένους τοῦ διʼ ἐμὲ φόβου ῥῖψαί τε τὰ ὅπλα καὶ παραστῆσαι1 τῷ βασιλεῖ καὶ Ῥωμαίοις, ὅτι δὴ οὐχ ἑκόντες, ἀλλʼ ἀναγκασθέντες ἐπὶ τὸν πρὸς αὐτοὺς ὡρμήσατε πόλεμον.

因此,在那时,你们既然摆脱了因我而产生的一切恐惧,本就应当放下武器,向国王和罗马人表明,你们绝非出于自愿,而是被迫投入到反对他们的战争之中的。

§352

ὑμεῖς δὲ καὶ περιεμείνατε Οὐεσπασιανόν, ἕως αὐτὸς ἀφικόμενος μετὰ πάσης τῆς δυνάμεως προσέλθοι τοῖς τείχεσιν, καὶ τότε διὰ φόβον τὰ ὅπλα κατέθεσθε· καὶ πάντως ἂν ὑμῶν ἡ πόλις ἥλω κατὰ κράτος, εἰ μὴ τῷ βασιλεῖ δεομένῳ καὶ τὴν ἄνοιαν ὑμῶν παραιτουμένῳ συνεχώρησεν Οὐεσπασιανός. οὐκ ἐγὼ τοίνυν αἴτιος, ἀλλʼ ὑμεῖς οἱ πολεμικὰ φρονήσαντες.

然而你们却一直等待着韦斯帕芗,直到他率领全军亲自兵临城下,才因恐惧而放下了武器;而且,若非韦斯帕芗应允了为你们代求并恳请宽恕你们愚行之国王的请求,你们的城市必定已被强行攻破。由此可见,罪责不在于我,而在于你们这些心怀战意之人。

§353

ἢ οὐ μέμνησθε, ὅτι τοσαυτάκις ὑμῶν ἐγκρατὴς γενόμενος οὐδένα διέφθειρα, στασιάζοντες δʼ ὑμεῖς πρὸς ἀλλήλους, οὐ διὰ τὴν πρὸς Ῥωμαίους καὶ τὸν βασιλέα εὔνοιαν, διὰ δὲ τὴν ὑμετέραν αὐτῶν πονηρίαν ἑκατὸν ὀγδοηκονταπέντε τῶν πολιτῶν ἀπεκτείνατε, κατὰ τὸν καιρὸν ἐκεῖνον ἐμοῦ πολιορκουμένου ἐν Ἰωταπάτοις ὑπὸ Ῥωμαίων.

难道你们不记得,我曾多次将你们置于掌控之中,却未杀害一人;而你们彼此内讧,并非出于对罗马人和国王的善意,而是出于你们自身的邪恶,竟杀害了一百八十五名市民,而当时我正被罗马人围困在约塔帕塔。

§354

τί δʼ οὐχὶ καὶ κατὰ τὴν τῶν Ἱεροσολύμων πολιορκίαν δισχίλιοι Τιβεριέων ἐξητάσθησαν, οἱ μὲν πεπτωκότες, οἱ δὲ ληφθέντες αἰχμάλωτοι; ἀλλὰ σὺ πολέμιος οὐ γεγονέναι φήσεις, ὅτι πρὸς βασιλέα τότʼ ἔφυγες. καὶ τοῦτο δὲ διὰ τὸν ἐξ ἐμοῦ φόβον φημί σε πεποιηκέναι.

在耶路撒冷被围困期间,不也有两千名提比哩亚人被登记在册,其中一部分战死,另一部分沦为俘虏吗?但你必定会声称自己并未成为敌人,因为你当时逃到了国王那里。然而我要说,你这样做也同样是出于对我的恐惧。

§355

κἀγὼ μὲν πονηρός, ὡς λέγεις, ὁ δὲ βασιλεὺς Ἀγρίππας, ὁ τὴν ψυχήν σοι συγχωρήσας ὑπὸ Οὐεσπασιανοῦ θανεῖν κατακριθέντι, ὁ τοσούτοις δωρησάμενος χρήμασιν, τίνος ἕνεκεν ὕστερον δὶς μὲν ἔδησε, τοσαυτάκις δὲ φυγεῖν τὴν πατρίδα προσέταξεν, καὶ ἀποθανεῖν δὲ κελεύσας ἅπαξ τῇ ἀδελφῇ Βερενίκῃ πολλὰ δεηθείσῃ τὴν σὴν σωτηρίαν ἐχαρίσατο;

退一步说,就算我正如你所言是邪恶之徒,那么阿格里帕王——正是他赦免了被韦斯帕芗判处死刑的你的性命,又赠予你巨额财物——究竟是为了什么,后来两次将你捆绑入狱,同样两次下令将你驱逐出祖国,甚至在一次下令将你处死之后,又因其妹贝勒妮丝的苦苦恳求才饶了你一命?

§356

καὶ μετὰ τοσαῦτα δέ σου κακουργήματα τάξιν ἐπιστολῶν σοι πιστεύσας, ὡς καὶ ταύταις εὗρε ῥᾳδιουργόν, ἀπήλασε τῆς ὄψεως. ἀλλὰ περὶ μὲν τούτων ἐλέγχειν ἐπʼ ἀκριβὲς ἐῶ.

不仅如此,在你犯下如此多罪行之后,他依然委任你主管书信往来的职务,及至发现你在此职上也营私舞弊,便将你从他眼前驱逐出去。不过,关于这些事情,我暂且不对你进行详尽的指摘。

§357

θαυμάζειν δʼ ἔπεισί μοι τὴν σὴν ἀναίδειαν, ὅτι τολμᾷς λέγειν ἁπάντων τῶν τὴν πραγματείαν ταύτην γεγραφότων αὐτὸς ἄμεινον ἐξηγγελκέναι, μήτε τὰ πραχθέντα κατὰ τὴν Γαλιλαίαν ἐπιστάμενος, ἦς γὰρ ἐν Βηρυτῷ τότε παρὰ βασιλεῖ, μηθʼ ὅσα ἔπαθον Ῥωμαῖοι ἐπὶ τῆς Ἰωταπάτων πολιορκίας ἢ ἔδρασαν ἡμᾶς παρακολουθήσας, μήθʼ ὅσα κατʼ ἐμαυτὸν ἔπραξα πολιορκούμενος δυνηθεὶς πυθέσθαι· πάντες γὰρ οἱ ἀπαγγείλαντες ἂν διεφθάρησαν ἐπὶ τῆς παρατάξεως ἐκείνης.2

然而,你的不知羞耻却令我惊诧,因为你竟然胆敢宣称,在所有撰写这段历史的人当中,你自己叙述得最为出色,尽管你既不清楚加利利境内发生的事情——因为你当时在贝鲁特侍奉国王——也未亲历罗马人在围攻约塔帕塔时所承受的苦难或他们对我们施加的打击,更无法探知我自己在被围困时所做的一切;因为凡是能够告知实情的人,都在那场交战中阵亡了。

§358

ἀλλʼ ἴσως τὰ κατὰ τὴν Ἱεροσόλυμα πραχθέντα μετὰ ἀκριβείας φήσεις συγγεγραφέναι. καὶ πῶς οἷόν τε; οὔτε γὰρ τῷ πολέμῳ παρέτυχες οὔτε τὰ Καίσαρος ἀνέγνως ὑπομνήματα. μέγιστον δὲ τεκμήριον· τοῖς γὰρ Καίσαρος ὑπομνήμασιν ἐναντίαν πεποίησαι τὴν γραφήν.

不过,或许你会辩称自己极其准确地记述了发生在耶路撒冷的事情。但这又怎么可能呢?因为你既未亲历战事,也未阅读凯撒的御前记略。而最大的明证就是:你的著作与凯撒的御前记略背道而驰。

§359

εἰ δὲ θαρρεῖς ἄμεινον ἁπάντων συγγεγραφέναι, διὰ τί ζώντων Οὐεσπασιανοῦ καὶ Τίτου τῶν αὐτοκρατόρων τῶν τὸν πόλεμον κατεργασαμένων καὶ βασιλέως Ἀγρίππα περιόντος ἔτι καὶ τῶν ἐκ γένους αὐτοῦ πάντων, ἀνδρῶν τῆς Ἑλληνικῆς παιδείας ἐπὶ πλεῖστον ἡκόντων, τὴν ἱστορίαν οὐκ ἔφερες εἰς μέσον;

如果你真有自信认为自己的著述胜过所有人,那么,在完成这场战争的统治者韦斯帕芗与提图斯尚在人世、阿格里帕王及其所有同族之人——他们都是受过极高希腊文化熏陶的人——仍旧健在之时,你为何不将这部历史公之于世?

§360

πρὸ γὰρ εἴκοσι ἐτῶν εἶχες γεγραμμένην3 καὶ παρʼ εἰδότων ἔμελλες τῆς ἀκριβείας τὴν μαρτυρίαν ἀποφέρεσθαι· νῦν δʼ, ὅτʼ ἐκεῖνοι μὲν οὐκέτʼ εἰσὶν μεθʼ ἡμῶν, ἐλεγχθῆναι δʼ οὐ νομίζεις, τεθάρρηκας.

因为你早在二十年前就已经把它写成了,本可以从知情人那里获得关于其准确性的见证;可如今,当那些人已不再与我们同在,而你自以为不会遭到驳斥时,你才壮起胆子来。

§361

οὐ μὴν ἐγώ σοι τὸν αὐτὸν τρόπον περὶ τῆς ἐμαυτοῦ γραφῆς ἔδεισα, ἀλλʼ αὐτοῖς ἐπέδωκα τοῖς αὐτοκράτορσι τὰ βιβλία μόνον οὐ τῶν ἔργων ἔτι βλεπομένων· συνῄδειν γὰρ ἐμαυτῷ τετηρηκότι τὴν τῆς ἀληθείας παράδοσιν,4 ἐφʼ ᾗ μαρτυρίας τεύξεσθαι προσδοκήσας οὐ διήμαρτον.

然而,我对待自己的著述却绝不像你这般恐惧,相反,我恰恰在那些事迹尚历历在目之时,便将书卷呈献给皇帝们本人;因为我问心无愧,深知自己恪守了传达真理的原则,我指望以此获得见证,而且并未落空。

§362

καὶ ἄλλοις δὲ πολλοῖς εὐθὺς ἐπέδωκα τὴν ἱστορίαν, ὧν ἔνιοι καὶ παρατετεύχεισαν τῷ πολέμῳ, καθάπερ βασιλεὺς Ἀγρίππας καί τινες αὐτοῦ τῶν συγγενῶν.

我还立即将这部历史呈给了许多其他人,其中有些人亦曾亲历这场战争,正如阿格里帕王及其部分亲属那样。

§363

ὁ μὲν γὰρ αὐτοκράτωρ Τίτος ἐκ μόνων αὐτῶν ἐβουλήθη τὴν γνῶσιν τοῖς ἀνθρώποις παραδοῦναι τῶν πράξεων, ὥστε χαράξας τῇ ἑαυτοῦ χειρὶ τὰ βιβλία δημοσιῶσαι προσέταξεν,

因为提图斯皇帝甚至希望仅凭这些书卷向世人传递关于那些事迹的知识,以至于他亲笔批署,并下令将这些书卷公之于世。

语法注4 条
  1. 351τότʼ οὖν ἐχρῆν ὑμᾶς παντὸς ἀπηλλαγμένους τοῦ διʼ ἐμὲ φόβου ῥῖψαί τε τὰ ὅπλα καὶ παραστῆσαι

    未完成过去时无人称动词 ἐχρῆν 与表示逻辑主语的宾格 ὑμᾶς 及不定式(ῥῖψαι, παραστῆσαι)搭配,构成表示过去未履行的义务或与过去事实相反的虚拟句式(“本应当……却没有”)。完成时被动分词 ἀπηλλαγμένους 与 ὑμᾶς 保持性数格一致,并支配表示分离的属格 τοῦ διʼ ἐμὲ φόβου,阐明当时所处的前提条件。

  2. 357πάντες γὰρ οἱ ἀπαγγείλαντες ἂν διεφθάρησαν ἐπὶ τῆς παρατάξεως ἐκείνης

    带有定冠词的不定过去时分词 οἱ ἀπαγγείλαντες 与虚拟小词 ἄν 结合,具有与事实相反或潜在的意义(“本能够前来通报实情的人们”),起名词性作用,并充当主句谓语动词 διεφθάρησαν(不定过去时被动直陈语气)的逻辑主语。

  3. 360πρὸ γὰρ εἴκοσι ἐτῶν εἶχες γεγραμμένην

    这是后古典希腊语中常见的迂回完成时构式,由未完成过去时动词 εἶχες 与完成时被动分词 γεγραμμένην(阴性单数宾格,与省略的 τὴν ἱστορίαν 一致)构成,表示某种持续的完成状态,意为“早在二十年前你便已将其写成并持有了”。

  4. 361συνῄδειν γὰρ ἐμαυτῷ τετηρηκότι τὴν τῆς ἀληθείας παράδοσιν

    动词 σύνοιδα 支配与格反身代词 ἐμαυτῷ,并由与其一致的完成时主动分词 τετηρηκότι(阳性单数与格)作谓语性补足语,构成表示“自知自己做到某事(问心无愧)”的习用句式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0526.tlg002.humanitext-grc2:351-363