- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 4. Niese, Benedikt, editor. Berlin: Weidmann, 1890.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg002.humanitext-grc2:338-350
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
约瑟夫斯反驳了历史学家尤斯图斯在其著作中对他的指控,指明尤斯图斯本人才是煽动叛乱的祸首,并对比了塞普福里斯与提比哩亚两城的不同行径。
Ἰοῦστος γοῦν συγγράφειν τὰς περὶ τούτων ἐπιχειρήσας πράξεις τὸν πόλεμον,1 ὑπὲρ τοῦ δοκεῖν φιλόπονος εἶναι ἐμοῦ μὲν κατέψευσται, ἠλήθευσε δὲ οὐδὲ περὶ τῆς πατρίδος. ὅθεν ἀπολογήσασθαι γὰρ νῦν ἀνάγκην ἔχω καταψευδομαρτυρούμενος, ἐρῶ τὰ μέχρι νῦν σεσιωπημένα.
无论如何,尤斯图斯为了显得勤勉,竟着手撰述关于这些事迹——即这场战争——的著作,他不仅对我肆意捏造,就连论及自己的祖国时也未道出实情。因此,如今我既遭人作伪证陷害,便不得不为自己辩白,将迄今为止一直保持沉默的实情公之于众。
καὶ μὴ θαυμάσῃ τις, ὅτι μὴ πάλαι περὶ τούτων ἐδήλωσα· τῷ γὰρ ἱστορίαν ἀναγράφοντι τὸ μὲν ἀληθεύειν ἀναγκαῖον, ἔξεστιν δʼ ὅμως μὴ πικρῶς τὰς τινῶν πονηρίας ἐλέγχειν, οὐ διὰ τὴν πρὸς ἐκείνους χάριν, ἀλλὰ διὰ τὴν αὐτοῦ μετριότητα.
任何人都不应奇怪我为何没有更早揭露这些;因为对于修史者而言,讲写真话虽属必须,但不对某些人的恶行严加斥责亦属可行,这并非出于对他们的曲意奉承,而是出于作者自身的克制与温和。
πῶς οὖν, ἵνα φῶ πρὸς αὐτὸν ὡς παρόντα, Ἰοῦστε δεινότατε συγγραφέων, τοῦτο γὰρ αὐχεῖς περὶ σεαυτοῦ, αἴτιοι γεγόναμεν ἐγώ τε καὶ Γαλιλαῖοι τῇ πατρίδι σου τῆς πρὸς Ῥωμαίους καὶ πρὸς τὸν βασιλέα στάσεως;
那么——且让我如同他就在眼前一般对他发问——尤斯图斯,最善辩的著作家(因为你向来如此自诩),我和加利利人究竟如何成了你的祖国反叛罗马人及国王的罪魁祸首?
πρότερον γὰρ ἢ ἐμὲ τῆς Γαλιλαίας στρατηγὸν ὑπὸ τοῦ κοινοῦ τῶν Ἱεροσολυμιτῶν χειροτονηθῆναι2 σὺ καὶ πάντες Τιβεριεῖς οὐ μόνον ἀνειλήφατε τὰ ὅπλα, ἀλλὰ καὶ τὰς ἐν τῇ Συρίᾳ δέκα πόλεις ἐπολεμεῖτε· σὺ γοῦν τὰς κώμας αὐτῶν ἐνέπρησας καὶ ὁ σὸς οἰκέτης ἐπὶ τῆς παρατάξεως ἐκείνης ἔπεσεν.
因为早在耶路撒冷民众公会推选我为加利利的统帅之前,你和全体提比哩亚人不仅已经拿起了武器,而且还在向叙利亚境内的十邑进行征伐;你本人焚毁了他们的村庄,你的家仆也在那次交战中阵亡。
ταῦτα δὲ οὐκ ἐγὼ λέγω μόνος, ἀλλὰ καὶ ἐν τοῖς Οὐεσπασιανοῦ τοῦ αὐτοκράτορος ὑπομνήμασιν οὕτως γέγραπται, καὶ τίνα τρόπον ἐν Πτολεμαΐδι Οὐεσπασιανοῦ κατεβόησαν οἱ τῶν δέκα πόλεων ἔνοικοι τιμωρίαν ὑποσχεῖν σε τὸν αἴτιον ἀξιοῦντες.
这并非我一人的言辞,连皇帝韦斯帕芗的御前记略中也是这样记载的,其中还记述了十邑的居民如何在托勒迈斯向韦斯帕芗高声呼喊,要求严惩你这个罪魁祸首。
καὶ δεδώκεις ἂν δίκην Οὐεσπασιανοῦ κελεύσαντος, εἰ μὴ βασιλεὺς Ἀγρίππας λαβὼν ἐξουσίαν ἀποκτεῖναί σε, πολλὰ τῆς ἀδελφῆς Βερενίκης δεηθείσης οὐκ ἀνελὼν δεδεμένον ἐπὶ πολὺν χρόνον ἐφύλαξεν.3
若非阿格里帕王在获得处死你的权力后,因其妹贝勒妮丝苦苦恳求而未将你诛杀、仅将你长久监禁,你本该遵照韦斯帕芗的命令服刑领死了。
καὶ αἱ μετὰ ταῦτα δὲ πολιτεῖαί σου σαφῶς ἐμφανίζουσιν τόν τε βίον τὸν ἄλλον καὶ ὅτι σὺ τὴν πατρίδα Ῥωμαίων ἀπέστησας, ὧν τὰ τεκμήρια κἀγὼ δηλώσω μετʼ ὀλίγον.
不仅如此,你此后的政治行径也清楚暴露了你一贯的品行,并证明是你煽动祖国背叛了罗马人,关于这些的证据我稍后亦将阐明。
βούλομαι δʼ εἰπεῖν καὶ πρὸς τοὺς ἄλλους Τιβεριεῖς ὀλίγα διὰ σὲ καὶ παραστῆσαι τοῖς ἐντυγχάνειν μέλλουσιν ταῖς ἱστορίαις, ὅτι μήτε φιλορώμαιοι μήτε φιλοβασιλεῖς γεγόνατε·
因你的缘故,我也想对提比哩亚的其他人说几句话,好向将要阅读这些历史的人表明,你们既非亲罗马派,亦非忠君之徒。
τῶν ἐν τῇ Γαλιλαίᾳ πόλεων αἱ μέγισται Σέπφωρις καὶ Τιβεριὰς ἡ σὴ πατρίς, ὦ Ἰοῦστε. ἀλλὰ Σέπφωρις μὲν ἐν τῷ μεσαιτάτῳ τῆς Γαλιλαίας κειμένη καὶ περὶ αὐτὴν κώμας ἔχουσα πολλὰς καί τι καὶ θρασύνεσθαι δυναμένη πρὸς Ῥωμαίους εἴπερ ἠθέλησεν εὐχερῶς, διεγνωκυῖα τῇ πρὸς τοὺς δεσπότας ἐμμένειν πίστει κἀμὲ τῆς πόλεως αὐτῶν ἐξέκλεισε καὶ στρατεύσασθαί τινα τῶν πολιτῶν Ἰουδαίοις ἐκώλυσεν.
在加利利的诸城中,最大的是塞普福里斯以及你的祖国提比哩亚,尤斯图斯啊。然而,塞普福里斯虽然位于加利利的正中央,四周环绕着众多村庄,若是愿意,本可轻易地对罗马人肆无忌惮地抗衡,但他们立定心意保持对主人的忠诚,不仅将我拒之于城门之外,还禁止任何市民加入犹太人的军队。
ὅπως δὲ καὶ τὰ πρὸς ἡμᾶς ἀσφαλεῖς εἶεν,4 ἠπάτησάν με τείχεσιν αὐτῶν τὴν πόλιν ὀχυρῶσαι προτρέψαντες, καὶ παρὰ Κεστίου Γάλλου τοῦ τῶν ἐν τῇ Συρίᾳ Ῥωμαϊκῶν ταγμάτων ἡγεμονεύοντος φρουρὰν ἑκόντες ἐδέξαντο, καταφρονήσαντες ἐμοῦ τότε μέγα δυναμένου καὶ πᾶσιν διʼ ἐκπλήξεως ὄντος.
为了在面对我们时确保自身安全,他们哄骗我、催促我用城墙巩固他们的城防,并甘愿接受统领叙利亚境内罗马军团的克斯提乌斯·加卢斯派驻的驻军,丝毫不把我放在眼里——而我当时正握有大权,令众人畏惧。
πολιορκουμένης τε τῆς μεγίστης ἡμῶν πόλεως Ἱεροσολύμων καὶ τοῦ κοινοῦ πάντων ἱεροῦ κινδυνεύοντος ἐν τῇ τῶν πολεμίων ἐξουσίᾳ γενέσθαι συμμαχίαν οὐκ ἔπεμψαν μὴ βουλόμενοι δοκεῖν κατὰ Ῥωμαίων ὅπλα λαβεῖν.
不仅如此,当我们最伟大的城市耶路撒冷被围困、全体人民共有的圣殿面临落入敌手之危时,他们因不愿被视为拿起武器反抗罗马人,竟未派出一兵一卒进行增援。
ἡ δὲ σὴ πατρίς, ὦ Ἰοῦστε, κειμένη ἐν τῇ Γεννησαρίδι λίμνῃ καὶ ἀπέχουσα Ἵππου μὲν στάδια τριάκοντα, Γαδάρων δὲ ἑξήκοντα, Σκυθοπόλεως δὲ εἴκοσι καὶ ἑκατὸν τῆς ὑπηκόου βασιλεῖ, μηδεμιᾶς δὲ πόλεως Ἰουδαίων παρακειμένης, εἰ ἤθελεν τὴν πρὸς Ῥωμαίους πίστιν φυλάττειν, ῥᾳδίως ἐδύνατο.
而你的祖国,尤斯图斯啊,坐落在革尼撒勒湖畔,距离希波斯三十斯塔狄昂,距离加达拉六十斯塔狄昂,距离臣服于国王的斯基托波利斯一百二十斯塔狄昂,周围没有任何犹太城池毗邻,若真心愿意恪守对罗马人的忠诚,本是易如反掌之事。
καὶ γὰρ πολὺς ἦτε δῆμος καὶ ὅπλων εὐπορεῖτε. ἀλλʼ, ὡς σὺ φῄς, αἴτιος ὑμῖν ἐγὼ τότε. μετὰ ταῦτα δὲ τίς, ὦ Ἰοῦστε; πρὸ γὰρ τῆς Ἱεροσολύμων πολιορκίας οἶδας ὑπὸ Ῥωμαίοις ἐμὲ γενόμενον, καὶ Ἰωτάπατα κατὰ κράτος ληφθέντα φρούριά τε πολλά, πολύν τε Γαλιλαίων ὄχλον κατὰ τὴν μάχην πεσόντα.
因为你们人口众多,武器充裕。然而,正如你所声称的那样,当时是我成了你们〔反叛〕的肇因。但在那之后,又是谁的缘故呢,尤斯图斯啊?因为你明明知道,在耶路撒冷遭到围攻之前,我早已沦落到罗马人手中,约塔帕塔和许多要塞已被强行攻破,无数加利利民众也已在战斗中阵亡。
- 338τὰς περὶ τούτων ἐπιχειρήσας πράξεις τὸν πόλεμον
分词 ἐπιχειρήσας 支配前面的不定式 συγγράφειν,宾格 τὰς πράξεις 则是 συγγράφειν 的直接宾语(ἐπιχειρήσας 以超置法插入 τὰς περὶ τούτων 与 πράξεις 之间)。其后的 τὸν πόλεμον 作为同位语修饰 τὰς πράξεις,意为“关于这些事情的作为,即这场战争”。
- 341πρότερον γὰρ ἢ ἐμὲ τῆς Γαλιλαίας στρατηγὸν ὑπὸ τοῦ κοινοῦ τῶν Ἱεροσολυμιτῶν χειροτονηθῆναι
连词 πρότερον ἤ(“在……之前”)引导带不定式结构的时间从句。ἐμέ 是被动不定式 χειροτονηθῆναι 的逻辑主语,属格 τῆς Γαλιλαίας 则作表语宾格名词 στρατηγόν 的修饰语。
- 343καὶ δεδώκεις ἂν δίκην Οὐεσπασιανοῦ κελεύσαντος, εἰ μὴ βασιλεὺς Ἀγρίππας λαβὼν ἐξουσίαν ἀποκτεῖναί σε, πολλὰ τῆς ἀδελφῆς Βερενίκης δεηθείσης οὐκ ἀνελὼν δεδεμένον ἐπὶ πολὺν χρόνον ἐφύλαξεν.
与过去事实相反的虚拟条件句。归结从句使用过去完成时直说语气加 ἄν(δεδώκεις ἄν),强调“若非如此本已受罚”的必然性与确定性。条件从句(εἰ μὴ... ἐφύλαξεν)中,一个独立属格结构(πολλὰ... δεηθείσης)和两个分词(λαβών, οὐκ ἀνελών)层层环绕修饰主动词 ἐφύλαξεν。
- 347ὅπως δὲ καὶ τὰ πρὸς ἡμᾶς ἀσφαλεῖς εἶεν
由 ὅπως 搭配希求语气 εἶεν 引导的目的从句。中性复数宾格短语 τὰ πρὸς ἡμᾶς 用作关系/限制宾格(“在与我们相关的关系上”),修饰表语形容词 ἀσφαλεῖς。
