← 弗拉维奥·约瑟夫斯

约瑟夫斯自传

§323-337

平定提比哩亚与驳斥尤斯图斯

约瑟夫斯设谋生擒西门并奇袭攻克提比哩亚,平定叛乱并归还掠物后,转而落笔反驳歪曲历史的尤斯图斯等人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§323

οἱ δὲ Τιβεριεῖς ὁρῶντες ἐξέτρεχον συνεχῶς καὶ πολλὰ κατεκερτόμουν· τοσαύτη γοῦν ἀφροσύνη κατέσχεν αὐτούς, ὥστε ποιήσαντες εὐτρεπῆ κλίνην προύθεσαν καὶ περὶ αὐτὴν ἱστάμενοι ὠδύροντό με μετὰ παιδιᾶς καὶ γέλωτος. διετιθέμην δʼ ἐγὼ τὴν ψυχὴν ἡδέως τὴν ἄνοιαν αὐτῶν ἐπιβλέπων.

提比哩亚人看见我,便接连不断地跑出来大肆讥讽;甚至一种极大的愚蠢支配了他们,以至于他们备好一张床榻陈列在前,围着它站在四周,带着戏谑与笑声为我哀悼哭泣。而我注视着他们的愚妄,内心却觉得十分好笑。

§324

Βουλόμενος δὲ διʼ ἐνέδρας λαβεῖν τὸν Σίμωνα καὶ σὺν αὐτῷ Ἰώζαρον, πέμψας πρὸς αὐτοὺς παρεκάλουν ὀλίγον τῆς πόλεως πόρρω μετὰ φίλων πολλῶν τῶν παραφυλαξόντων αὐτοὺς ἐλθεῖν· βούλεσθαι γὰρ ἔφην καταβὰς σπείσασθαι πρὸς αὐτοὺς καὶ διανείμασθαι τὴν προστασίαν τῆς Γαλιλαίας.

但我意欲借设伏擒获西门及与他同行的约扎鲁斯,便派人前往他们那里,请求他们带领众多护卫自身的友人来到城外不远处;因为我说,我想亲自下山与他们立约,共同分管加利利的治理权。

§325

Σίμων μὲν οὖν διὰ νεότητα καὶ πρὸς ἐλπίδα κέρδους ἀπατηθεὶς οὐκ ὤκνησεν ἐλθεῖν, ὁ δʼ Ἰώζαρος ἐνέδραν ὑποπτεύσας ἔμεινεν. ἀναβάντα δὴ τὸν Σίμωνα μετὰ φίλων τῶν παραφυλασσόντων αὐτὸν ὑπαντιάσας ἠσπαζόμην τε φιλοφρόνως καὶ χάριν ἔχειν ὡμολόγουν ἀναβάντι.

于是西门因年轻且受利益前景的蒙骗,毫不犹豫地来了,约扎鲁斯则因怀疑有埋伏而留了下来。西门带着护卫他的友人上山后,我上前迎接,亲切致意,并向他的到来表示感谢。

§326

μετʼ οὐ πολὺ δὲ συμπεριπατῶν ὡς κατὰ μόνας τι βουλόμενος εἰπεῖν, ἐπεὶ πορρωτέρω τῶν φίλων ἀπήγαγον, μέσον ἀράμενος1 ἀγαγεῖν εἰς τὴν κώμην τοῖς μετʼ ἐμοῦ φίλοις ἔδωκα, τοὺς ὁπλίτας δὲ καταβῆναι κελεύσας προσέβαλλον μετʼ αὐτῶν τῇ Τιβεριάδι.

过了不久,我与他同行散步,假装要私下商议某事,当将他带得离他的友人更远时,我抱住他的腰,把他交给身边的友人押往村落;随后我命令重装步兵下山,率领他们进攻提比哩亚。

§327

μάχης δὲ γενομένης ἀμφοτέρωθεν καρτερᾶς καὶ ὅσον οὔπω τῶν Τιβεριέων νικώντων,2 πεφεύγεισαν γὰρ οἱ παρʼ ἡμῶν ὁπλῖται, τὸ γινόμενον ἰδὼν καὶ τοὺς μετʼ ἐμαυτοῦ παρακαλέσας νικῶντας ἤδη τοὺς Τιβεριεῖς εἰς τὴν πόλιν συνεδίωξα. ἑτέραν δὲ δύναμιν εἰσπέμψας διὰ τῆς λίμνης προσέταξα τὴν πρώτην λαβοῦσιν οἰκίαν ἐμπρῆσαι.

双方展开了激烈的交战,正当提比哩亚人胜券在握——因为我方的重装步兵已经溃逃——我见此情景,鼓舞身边的战士,将本已获胜的提比哩亚人逼退回城内。同时我经由湖面派入另一支部队,命他们占领第一所房屋后便纵火焚烧。

§328

τούτου γενομένου νομίσαντες οἱ Τιβεριεῖς εἰλῆφθαι κατὰ κράτος αὐτῶν τὴν πόλιν, ὑπὸ φόβου ῥίπτουσιν τὰ ὅπλα, μετὰ γυναικῶν δὲ καὶ τέκνων ἱκέτευον φείσασθαι τῆς πόλεως αὐτῶν.

此事一发生,提比哩亚人以为城池已被彻底攻陷,惊恐之下纷纷抛下武器,携同妇孺恳求我宽恕他们的城邦。

§329

ἐγὼ δὲ πρὸς τὰς δεήσεις ἐπικλασθεὶς τοὺς μὲν στρατιώτας τῆς ὁρμῆς ἐπέσχον, αὐτὸς δέ, καὶ γὰρ ἑσπέρα κατέλαβεν, μετὰ τῶν ὁπλιτῶν ἀπὸ τῆς πολιορκίας ὑποστρέψας περὶ τὴν τοῦ σώματος θεραπείαν ἐγινόμην.

我被他们的哀求所打动,制止了士兵们的冲杀;我自己则因夜幕降临,率重装步兵从围攻中撤回,前去调理将息身体。

§330

καλέσας δὲ ἐπὶ τὴν ἑστίασιν τὸν Σίμωνα παρεμυθούμην περὶ τῶν γεγονότων ὑπισχνούμην τε δοὺς ἐφόδια αὐτῷ καὶ τοῖς σὺν αὐτῷ παραπέμψειν εἰς Ἱεροσόλυμα μετὰ πάσης ἀσφαλείας.

我邀请西门赴宴,就所发生的事好言安慰他,并许诺将向他和他的同伴提供盘缠,在万全的护卫下护送他们前往耶路撒冷。

§331

Κατὰ δὲ τὴν ἐπιοῦσαν ἡμέραν μυρίους ἐπαγόμενος ὁπλίτας ἧκον εἰς τὴν Τιβεριάδα, καὶ μεταπεμψάμενος εἰς τὸ στάδιον τοὺς πρώτους αὐτῶν τοῦ πλήθους ἐκέλευσα φράζειν, οἵτινες εἶεν αἴτιοι τῆς ἀποστάσεως.

次日,我率领一万名重装步兵来到提比哩亚,把民众的首领们召集到竞技场,命他们指出谁是叛乱的祸首。

§332

ἐνδειξαμένων δὲ τοὺς ἄνδρας ἐκείνους μὲν δεδεμένους εἰς τὴν Ἰωταπάτην πόλιν ἐξέπεμψα, τοὺς δὲ περὶ τὸν Ἰωνάθην καὶ Ἀνανίαν λύσας τῶν δεσμῶν καὶ δοὺς ἐφόδια μετὰ Σίμωνος καὶ Ἰωζάρου καὶ ὁπλιτῶν πεντακοσίων, οἳ παραφυλάξουσιν αὐτούς, ἐξέπεμψα εἰς τὰ Ἱεροσόλυμα.

当他们指认出那些人后,我把那些人戴上锁链解押往约塔帕塔城;至于约拿单和亚拿尼亚一派,我解除了他们的束缚,发给盘缠,连同西门、约扎鲁斯以及负责护送的五百名重装步兵,一同送往耶路撒冷。

§333

Τιβεριεῖς δὲ πάλιν προσελθόντες συγγινώσκειν αὐτοῖς παρεκάλουν περὶ τῶν πεπραγμένων, ἐπανορθώσεσθαι τὰς ἁμαρτίας τῇ μετὰ ταῦτα πρὸς ἐμὲ πίστει λέγοντες, τὰ δʼ ἐκ τῆς διαρπαγῆς περισσεύσαντα σῶσαί με τοῖς ἀπολέσασιν ἐδέοντο.

提比哩亚人再次上前,恳求我宽恕他们以往的所作所为,声称日后将以对我的忠诚来弥补过错,并央求我将洗劫后残留的财物保全归还给蒙受损失的人。

§334

κἀγὼ τοῖς ἔχουσιν προσέταττον εἰς μέσον πάντα φέρειν, ἀπειθούντων δὲ μέχρι πολλοῦ, θεασάμενός τινα τῶν περὶ ἐμὲ στρατιωτῶν λαμπροτέραν τοῦ συνήθους περικείμενον στολὴν ἐπυθόμην, πόθεν ἔχοι.

我吩咐持有财物的人将一切交到公堂之上,但他们拖延良久拒不服从;这时我看见身旁的一名士兵身上裹着一件比平日华丽的披风,便盘问他从何处得来。

§335

εἰπόντος δὲ ἐκ τῆς κατὰ πόλιν ἁρπαγῆς, ἐκεῖνον μὲν πληγαῖς ἐκόλασα, τοῖς δὲ ἄλλοις ἅπασιν ἠπείλησα μείζω τιμωρίαν ἐπιθήσειν μὴ κομίσασιν εἰς τοὐμφανὲς ὅσα ἡρπάκεισαν. πολλῶν δὲ συνενεχθέντων ἑκάστῳ τῶν Τιβεριέων τὸ ἐπιγνωσθὲν ἀπέδωκα.

当他说来自城中的掠夺时,我用杖责惩罚了他,并威胁其余所有人,若不将抢掠之物公开展现出来,便要施以更严厉的惩罚。待许多财物集中归拢后,我便把认领出来的物品一一归还给提比哩亚人。

§336

Γεγονὼς δʼ ἐνταῦθα τῆς διηγήσεως βούλομαι πρὸς Ἰοῦστον καὶ αὐτὸν τὴν περὶ τούτων πραγματείαν γεγραφότα πρός τε τοὺς ἄλλους τοὺς ἱστορίαν μὲν γράφειν ὑπισχνουμένους, περὶ δὲ τὴν ἀλήθειαν ὀλιγώρους καὶ διʼ ἔχθραν ἢ χάριν τὸ ψεῦδος οὐκ ἐντρεπομένους, [μικρὰ διελθεῖν].

叙述至此,我想对尤斯图斯本人——他也曾撰写关于这些事件的专著——以及其他那些口口声声自称修史、却漠视真理、因私仇或阿谀而罔顾虚妄的人,略作辩驳。

§337

πράττουσι μὲν γὰρ ὅμοιόν τι τοῖς περὶ συμβολαίων πλαστὰ γράμματα συντεθεικόσι, τῷ δὲ μηδεμίαν ὁμοίως τιμωρίαν ἐκείνοις δεδιέναι3 καταφρονοῦσι τῆς ἀληθείας.

因为这些人的行径无异于伪造契约文书之徒,只因不像后者那样畏惧受到相同的刑罚,便肆意蔑视真理。

语法注3 条
  1. 326μέσον ἀράμενος

    动词 αἴρω 的中动不定过去时分词 ἀράμενος 与表示身体中部的宾格形容词 μέσον 结合,属于摔跤与生擒语境中的习用表达,意为“抱住其腰部将其举起”。

  2. 327ὅσον οὔπω τῶν Τιβεριέων νικώντων

    副词性成语 ὅσον οὔπω(意为“几乎”、“行将”)修饰属格独立结构(τῶν Τιβεριέων νικώντων),表示即将实现的事态:“正当提比哩亚人行将获胜之际”。

  3. 337τῷ δὲ μηδεμίαν ὁμοίως τιμωρίαν ἐκείνοις δεδιέναι

    带中性单数与格定冠词的动名词结构(τῷ δεδιέναι),表示原因(“因不惧怕……”)。ἐκείνοις 是由副词 ὁμοίως 所支配的与格,指代前文提及的文书伪造者,意为“(惧怕)与他们相同的惩罚”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0526.tlg002.humanitext-grc2:323-337