← 弗拉维奥·约瑟夫斯

约瑟夫斯自传

§309-322

耶路撒冷的裁决与提比哩亚的伏兵

从耶路撒冷返回的使节带回了确立约瑟普斯管辖权并命约拿单一派撤离的信函,但对方仍密谋对抗并试图派人回耶路撒冷。约瑟普斯在途中将其抓捕,并对提比哩亚布下了伏兵。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§309

Μετʼ οὐ πολλὰς δʼ ἡμέρας ἀφικνοῦνται πάλιν οὓς ἐπέμψαμεν καὶ ἀπήγγελλον σφόδρα τὸν δῆμον ἐπὶ τοὺς περὶ τὸν Ἄνανον καὶ τὸν Σίμωνα τὸν τοῦ Γαμαλιήλου παρωξύνθαι, ὅτι χωρὶς γνώμης τοῦ κοινοῦ πέμψαντες εἰς τὴν Γαλιλαίαν ἐκπεσεῖν με ταύτης παρεσκεύασαν.1

没过几天,我们派出的人返回,并报告说民众对亚拿努斯和伽玛列之子西门一派极为愤慨,因为他们未经公众决议便向加利利派遣使节,企图将我从那里驱逐出去。

§310

ἔφασαν δʼ οἱ πρέσβεις, ὅτι καὶ τὰς οἰκίας αὐτῶν ὁ δῆμος ὥρμησεν ἐμπιπράναι. ἔφερον δὲ καὶ γράμματα, διʼ ὧν οἱ τῶν Ἱεροσολυμιτῶν πρῶτοι πολλὰ τοῦ δήμου δεηθέντος αὐτῶν ἐμοὶ μὲν τὴν τῆς Γαλιλαίας ἀρχὴν ἐβεβαίουν, τοῖς περὶ τὸν Ἰωνάθην δὲ προσέτασσον εἰς τὴν οἰκείαν ὑποστρέφειν θᾶσσον.

使节们还说,民众甚至蜂拥前去焚烧他们的房屋。他们还带来了信函,其中耶路撒冷的首领们因民众的再三恳求,确认了我对加利利的总督权,并命令约拿单一派尽快返回故里。

§311

ἐντυχὼν οὖν ταῖς ἐπιστολαῖς εἰς Ἄρβηλα κώμην ἀφικόμην, ἔνθα σύνοδον τῶν Γαλιλαίων ποιησάμενος ἐκέλευσα τοὺς πρέσβεις διηγεῖσθαι τὴν ἐπὶ τοῖς πεπραγμένοις ὑπὸ τῶν περὶ τὸν Ἰωνάθην ὀργὴν καὶ μισοπονηρίαν, καὶ ὡς κυρώσειαν ἐμοὶ τῆς χώρας αὐτῶν τὴν προστασίαν, τά τε πρὸς τοὺς περὶ τὸν Ἰωνάθην γεγραμμένα περὶ ἀπαλλαγῆς, πρὸς οὓς δὴ καὶ τὴν ἐπιστολὴν εὐθέως διεπεμψάμην πολυπραγμονῆσαι τὸν κομίσαντα κελεύσας, τί ποιεῖν μέλλουσιν.

我阅读了信函后便抵达阿尔贝拉村,在那里召集了加利利人的集会,命令使节们向大家叙述众人对约拿单一派所作所为的愤慨与对恶行的憎恨,以及他们如何向我确立了对该地区的管辖权,还有写给约拿单一派关于离境的指令。我随即派人将信送达他们那里,并吩咐送信人探查清楚他们打算做些什么。

§313

Δεξάμενοι δʼ ἐκεῖνοι τὴν ἐπιστολὴν καὶ ταραχθέντες οὐχὶ μετρίως μεταπέμπονται τὸν Ἰωάννην καὶ τοὺς ἐκ τῆς βουλῆς τῶν Τιβεριέων τούς τε πρωτεύοντας Γαβάρων, βουλήν τε προτιθέασιν σκοπεῖσθαι κελεύοντες, τί πρακτέον ἐστὶν αὐτοῖς.

他们收到信后大为恐慌,便召来约翰、提比哩亚的议事会成员以及加巴拉的首要人物,主持评议并要求他们审议该采取什么行动。

§314

Τιβεριεῦσι μὲν οὖν ἀντέχεσθαι μᾶλλον ἐδόκει τῶν πραγμάτων· οὐ δεῖν γὰρ ἔφασαν ἐγκαταλιπέσθαι τὴν πόλιν αὐτῶν ἅπαξ ἐκείνοις προστεθειμένην, ἄλλως τε μηδʼ ἐμοῦ μέλλοντος αὐτῶν ἀφέξεσθαι· τοῦτο γὰρ ὡς ἠπειληκότος ἐμοῦ κατεψεύδοντο.2

对提比哩亚人来说,维持局势似乎更为有利;因为他们声称自己的城邦既然已经投靠了他们,就不该被弃置,更何况我也绝不会放过他们;他们谎称我曾做出过这样的威胁。

§315

ὁ δʼ Ἰωάννης οὐ μόνον τούτοις συνηρέσκετο, καὶ πορευθῆναι δὲ συνεβούλευεν αὐτῶν τοὺς δύο κατηγορήσοντάς μου πρὸς τὸ πλῆθος, ὅτι μὴ καλῶς τὰ κατὰ τὴν Γαλιλαίαν διοικῶ, καὶ πείσειν ῥᾳδίως αὐτοὺς ἔφη διά τε τὸ ἀξίωμα καὶ παντὸς πλήθους εὐτρέπτως ἔχοντος.3

约翰不仅赞同这一点,还建议他们派出两人前往民众面前控告我,说我未能妥善治理加利利的事物;他说,凭借他们自身的威望,加上民众向来容易动摇,他们必能轻易说服众人。

§316

δόξαντος οὖν τοῦ Ἰωάννου κρατίστην εἰσενηνοχέναι γνώμην, ἔδοξε δύο μὲν ἀπιέναι πρὸς τοὺς Ἱεροσολυμίτας, Ἰωνάθην καὶ Ἀνανίαν, τοὺς ἑτέρους δὲ δύο μένοντας ἐν τῇ Τιβεριάδι καταλιπεῖν. συνεπηγάγοντο δὲ φυλακῆς ἕνεκα τῆς ἑαυτῶν ὁπλίτας ἑκατόν.

既然约翰似乎提出了最高明的意见,他们便决定让两个人,即约拿单和亚拿尼亚,启程前往耶路撒冷人那里,而让其余两人继续留在提比哩亚。他们还带上了一百名重装步兵以护卫自身。

§317

Τιβεριεῖς δὲ τὰ μὲν τείχη προυνόησαν ἀσφαλισθῆναι, τοὺς ἐνοίκους δὲ κελεύουσιν ἀναλαβεῖν τὰ ὅπλα, καὶ παρὰ Ἰωάννου δὲ μετεπέμψαντο στρατιώτας οὐκ ὀλίγους συμμαχήσοντας, εἰ δεήσειεν, αὐτοῖς τὰ πρὸς ἐμέ.

提比哩亚人则设法加固了城墙,命居民拿起武器,并从约翰那里调来了不少士兵,以便在必要时协助他们对抗我。

§318

ἦν δὲ ὁ Ἰωάννης ἐν Γισχάλοις. οἱ τοίνυν περὶ τὸν Ἰωνάθην ἀναζεύξαντες ἀπὸ τῆς Τιβεριάδος, ὡς ἧκον εἰς Δαβάριττα κώμην ἐν ταῖς ἐσχατιαῖς τῆς Γαλιλαίας κειμένην ἐν τῷ μεγάλῳ πεδίῳ, περὶ μέσην νύκτα τοῖς ἐμοῖς φύλαξιν ἐμπίπτουσιν, οἳ καὶ κελεύσαντες αὐτοὺς τὰ ὅπλα καταθέσθαι ἐφύλασσον ἐν δεσμοῖς ἐπὶ τόπου καθὼς αὐτοῖς ἐντετάλμην.

约翰当时在吉斯卡拉。约拿单一派从提比哩亚拔营出发,当他们来到位于大平原加利利边境的达巴利塔村时,于午夜时分落入了我的警卫手中;警卫们命他们放下武器,并按照我的吩咐将他们戴上锁链就地看管起来。

§319

γράφει δὲ πρὸς ἐμὲ ταῦτα δηλῶν Λευίς, ᾧ τὴν φυλακὴν πεπιστεύκειν. παραλιπὼν οὖν ἡμέρας δύο καὶ μηδὲν ἐγνωκέναι προσποιησάμενος, πέμψας πρὸς τοὺς Τιβεριεῖς συνεβούλευον αὐτοῖς τὰ ὅπλα καταθεμένοις ἀπολύειν τοὺς ἀνθρώπους εἰς τὴν ἑαυτῶν.

我托付看守任务的利未写信向我禀报了这番情由。我便按兵不动过了两天,假装一无所知,派人去向提比哩亚人建言,劝他们放下武器,放那些人回归故里。

§320

οἱ δέ, δόξαν γὰρ εἶχον περὶ τὸν Ἰωνάθην εἰς τὰ Ἱεροσόλυμα ἤδη διαπεπορεῦσθαι, βλασφήμους ἐποιήσαντο τὰς ἀποκρίσεις· μὴ καταπλαγεὶς δʼ ἐγὼ καταστρατηγεῖν αὐτοὺς ἐπενόουν.

然而他们自以为约拿单等人已经抵达了耶路撒冷,便作出了蛮横傲慢的答复;但我毫不气馁,谋划着要以智谋战胜他们。

§321

πρὸς μὲν οὖν τοὺς πολίτας ἐξάπτειν πόλεμον οὐκ ἐνόμιζον εὐσεβὲς εἶναι, βουλόμενος δʼ αὐτοὺς ἀποσπάσαι τῶν Τιβεριέων, μυρίους ὁπλίτας τοὺς ἀρίστους ἐπιλέξας εἰς τρεῖς μοίρας διεῖλον, καὶ τούτους μὲν ἀφανῶς ἐν δώμαις προσέταξα λοχῶντας περιμένειν, χιλίους δʼ εἰς ἑτέραν κώμην ὀρεινὴν μὲν ὁμοίως, ἀπέχουσαν δὲ τῆς Τιβεριάδος τέσσαρας σταδίους, εἰσήγαγον κελεύσας ἐκείνους ἐπειδὰν λάβωσιν σημεῖον εὐθὺς καταβαίνειν· αὐτὸς δὲ τῆς κώμης προελθὼν ἐν προύπτῳ καθεζόμην.

我认为向同胞开战是不义的,但又想将他们与提比哩亚人分离开来,于是挑选了一万名最精锐的重装步兵分成三队,命他们秘密埋伏在民宅之中待命,又将一千人带入另一个同样是山地、距离提比哩亚四斯塔德的村子,命令他们一旦接到信号便立即冲下山去;我自己则走出村庄,坐在显眼之处。

语法注3 条
  1. 309ὅτι χωρὶς γνώμης τοῦ κοινοῦ πέμψαντες εἰς τὴν Γαλιλαίαν ἐκπεσεῖν με ταύτης παρεσκεύασαν

    分词 πέμψαντες 与主句主语(亚拿努斯和西门一派)保持一致。不及物动词 ἐκπεσεῖν 此处带有被动含义(“被逐出”),带分离属格 ταύτης(指加利利)和不定式主词 με,构成说明 παρεσκεύασαν 的结果或目的补足成分(“企图促成我被逐出此地”)。

  2. 314τοῦτο γὰρ ὡς ἠπειληκότος ἐμοῦ κατεψεύδοντο

    代词 τοῦτο 作 κατεψεύδοντο 的直接宾语,带有 ὡς 的属格绝对结构 ὡς ἠπειληκότος ἐμοῦ 则表示他们虚构的主观理由或托词(“假托我曾威胁过而捏造此言”)。

  3. 315διά τε τὸ ἀξίωμα καὶ παντὸς πλήθους εὐτρέπτως ἔχοντος

    介词 διά 后通过连词 τε...καί 并列了一个名词短语(τὸ ἀξίωμα)和一个属格绝对结构(παντὸς πλήθους εὐτρέπτως ἔχοντος)。尽管句法形式不对称,两者共同构成了他们认为容易说服众人的双重理由。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0526.tlg002.humanitext-grc2:309-322