- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 4. Niese, Benedikt, editor. Berlin: Weidmann, 1890.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg002.humanitext-grc2:295-308
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在祈祷所中,耶稣等人借公款问题盘问约瑟普斯以拖延时间,却遭到民众反感;得知约翰率军逼近后,他们试图当场刺杀约瑟普斯。约瑟普斯在侍卫与民众的解救下逃脱至塔里切亚,并制止了愤怒的加利利人立即发兵报复。
ἤδη δʼ ἡμῶν τὰ νόμιμα ποιούντων καὶ πρὸς εὐχὰς τραπομένων ἀναστὰς Ἰησοῦς περὶ τῶν ληφθέντων ἐκ τοῦ ἐμπρησμοῦ τῆς βασιλικῆς αὐλῆς σκευῶν τοῦ ἀσήμου ἀργυρίου ἐπυνθάνετό μου, παρὰ τίνι τυγχάνει κείμενα. ταῦτα δʼ ἔλεγεν διατρίβειν τὸν χρόνον βουλόμενος, ἕως ἂν ὁ Ἰωάννης παραγένηται.
正当我们履行既定礼仪并转向祈祷之际,耶稣站起身来,向我询问从王宫焚毁中取出的未铸银器究竟存放在谁处。他说这些话,是想拖延时间,直到约翰赶到。
κἀγὼ πάντα Καπέλλαν ἔχειν εἶπον καὶ τοὺς δέκα πρώτους Τιβεριέων· ἀνάκριναι δʼ αὐτός, ἔφην, οὐ ψεύδομαι. τῶν δὲ παρʼ ἑαυτοῖς εἶναι λεγόντων οἱ δʼ εἴκοσιν, εἶπεν, χρυσοῖ, οὓς ἔλαβες πωλήσας τινὰ σταθμὸν ἀσήμου, τί γεγόνασιν; καὶ τούτους ἔφην δεδωκέναι πρέσβεσιν αὐτῶν ἐφόδιον πεμφθεῖσιν εἰς Ἱεροσόλυμα. πρὸς ταῦτα οἱ μὲν περὶ τὸν Ἰωνάθην οὐ καλῶς ἔφασαν πεποιηκέναι με δόντα τοῖς πρέσβεσιν τὸν μισθὸν ἐκ τοῦ κοινοῦ.
我回答说,一切都在卡佩拉和提比哩亚的十位首领手中;我说:“你自己去查问吧,我没有说谎。” 当他们承认确实在自己处时,耶稣便说:“那么,你变卖一定重量的未铸银所得的二十个金币,又下落如何呢?” 我回答说,那些金币我也作为盘缠给了他们派往耶路撒冷的使节。对此,约拿单一派声称我从公款中支取酬金给使节是做错了。
παροξυνθέντος δὲ τοῦ πλήθους ἐπὶ τούτοις, ἐνόησαν γὰρ τῶν ἀνθρώπων τὴν πονηρίαν, συνεὶς ἐγὼ στάσιν μέλλουσαν ἐξάπτεσθαι καὶ προσεξερεθίσαι μᾶλλον βουλόμενος τὸν δῆμον ἐπὶ τοὺς ἀνθρώπους, ἀλλʼ εἴ γε μὴ ὀρθῶς, εἶπον, ἔπραξα δοὺς τὸν μισθὸν ἐκ τοῦ κοινοῦ τοῖς πρέσβεσιν ὑμῶν, παύεσθε χαλεπαίνοντες· ἐγὼ γὰρ τοὺς εἴκοσι χρυσοῦς αὐτὸς ἀποτίσω.
群众对此大为愤慨——因为他们看穿了这伙人的奸恶——我意识到内讧即将爆发,并希望使民众对这伙人更加愤激,便说道: “不过,若是我从公款中支取酬金给你们的使节是不正当的,你们就休要恼怒了;因为这二十个金币我将亲自偿还。”
Ταῦτʼ εἰπόντος, οἱ μὲν περὶ τὸν Ἰωνάθην ἡσύχασαν, ὁ δὲ δῆμος ἔτι μᾶλλον κατʼ αὐτῶν παρωξύνθη φανερὰν ἐπιδεικνυμένων τὴν ἄδικον πρὸς ἐμὲ δυσμένειαν.
我说了这些话后,约拿单一派默不作声,而民众对他们却更加愤恨,因为他们公然显露了对我不公的敌意。
συνιδὼν δὲ τὴν μεταβολὴν αὐτῶν Ἰησοῦς τὸν μὲν δῆμον ἐκέλευεν ἀναχωρεῖν, προσμεῖναι δὲ τὴν βουλὴν ἠξίωσεν· οὐ γὰρ δύνασθαι θορυβουμένους περὶ πραγμάτων τοιούτων τὴν ἐξέτασιν ποιεῖσθαι.
耶稣察觉到群众态度的转变,便命令民众退去,却要求议事会留下;因为他说,在喧嚷中无法对这类事情进行审讯。
τοῦ δὲ δήμου βοῶντος μὴ καταλείψειν παρʼ αὐτοῖς ἐμὲ μόνον, ἧκέν τις ἀγγέλλων κρύφα τοῖς περὶ τὸν Ἰησοῦν Ἰωάννην μετὰ τῶν ὁπλιτῶν πλησιάζειν. καὶ οἱ περὶ τὸν Ἰωνάθην οὐκέτι κατασχόντες αὑτούς, τάχα καὶ τοῦ θεοῦ προνοοῦντος τῆς ἐμῆς σωτηρίας, μὴ γὰρ ἂν γενομένου τούτου πάντως ὑπὸ τοῦ Ἰωάννου διεφθάρην,1 παύσασθε, ἔφη,2 ὦ Τιβεριεῖς, τὴν ζήτησιν εἴκοσι χρυσῶν ἕνεκεν· διὰ τούτους μὲν γὰρ οὐκ ἄξιός ἐστιν Ἰώσηπος ἀποθανεῖν, ὅτι δὲ τυραννεῖν ἐπεθύμησεν καὶ τὰ τῶν Γαλιλαίων πλήθη λόγοις ἀπατήσας τὴν ἀρχὴν αὑτῷ κατεκτήσατο. ταῦτα λέγοντος εὐθύς μοι τὰς χεῖρας ἐπέβαλον ἀναιρεῖν τʼ ἐπειρῶντο.
然而,当民众高呼决不让我独自留在他们那里时,有人暗中前来向耶稣一派报告说,约翰正率领重装步兵逼近。于是约拿单一派再也无法克制自己——或许也是神在顾念我的获救,因为若非如此,我必定已被约翰杀害——,其中一人说道:“提比哩亚人啊,不要再为二十个金币进行查问了!因为约瑟普斯并不是因为这些钱而该死,而是因为他企图称霸称暴,用言辞欺骗了加利利的群众,把统治权据为己有。” 说话之间,他们立刻对我下手,企图杀我。
ὡς δʼ εἶδον οἱ σὺν ἐμοὶ τὸ γιγνόμενον, σπασάμενοι τὰς μαχαίρας καὶ παίειν ἀπειλήσαντες, εἰ βιάζοιντο, τοῦ τε δήμου λίθους ἀραμένου καὶ βάλλειν ἐπὶ τὸν Ἰωνάθην ὁρμήσαντος ἐξαρπάζουσί με τῆς τῶν πολεμίων βίας.
随我同行的人见状,便拔出短剑,威胁说如果他们动粗就动手砍杀;而民众也拾起石块冲上前去要砸约拿单,他们这才将我从仇敌的暴力中夺救出来。
Ἐπεὶ δὲ προελθὼν ὀλίγον ὑπαντιάζειν ἔμελλον τῷ Ἰωάννῃ προσιόντι μετὰ τῶν ὁπλιτῶν, δείσας ἐκεῖνον μὲν ἐξέκλινα, διὰ στενωποῦ δέ τινος ἐπὶ τὴν λίμνην σωθεὶς καὶ πλοίου λαβόμενος, ἐμβὰς εἰς τὰς Ταριχέας διεπεραιώθην ἀπροσδοκήτως τὸν κίνδυνον διαφυγών.
我往前走了不远,眼看就要撞上率领重装步兵前来的约翰,我心生畏惧便避开他,经由一条狭窄的巷子逃往湖边,夺得一条小舟,登舟渡往塔里切亚,意外地逃脱了险境。
μεταπέμπομαί τʼ εὐθὺς τοὺς πρωτεύοντας τῶν Γαλιλαίων καὶ φράζω τὸν τρόπον, ᾧ παρασπονδηθεὶς ὑπὸ τῶν περὶ τὸν Ἰωνάθην καὶ τοὺς Τιβεριεῖς παρʼ ὀλίγον παρʼ αὐτῶν διαφθαρείην.3
我随即召集加利利人的首领,向他们陈述了约拿单一派和提比哩亚人如何背弃盟约、我险些遭他们杀害的经过。
ὀργισθὲν δʼ ἐπὶ τούτοις τῶν Γαλιλαίων τὸ πλῆθος παρεκελεύετό μοι μηκέτι μέλλειν τὸν πρὸς αὐτοὺς πόλεμον ἐκφέρειν, ἀλλʼ ἐπιτρέπειν αὐτοῖς ἐλθοῦσιν ἐπὶ τὸν Ἰωάννην ἄρδην αὐτὸν ἀφανίσαι καὶ τοὺς περὶ τὸν Ἰωνάθην.
加利利的民众对此大为震怒,竭力劝我不要再迟延向他们宣战,而应准许他们前去进攻约翰,将他与约拿单一派斩草除根。
ἐπεῖχον δʼ ὅμως αὐτοὺς ἐγὼ καίπερ οὕτως ὀργιζομένους, περιμένειν αὐτοὺς κελεύων ἕως μάθωμεν, τί οἱ πεμφθέντες ὑπʼ αὐτῶν εἰς τὴν Ἱεροσολυμιτῶν πόλιν ἀπαγγελοῦσιν· μετὰ τῆς ἐκείνων γὰρ γνώμης τὰ δοκοῦντα πράξειν αὐτοὺς ἔφην.
然而,尽管他们如此愤怒,我还是制止了他们,命他们等待,直到我们获知由他们派往耶路撒冷城的人带回什么消息;因为我表示,他们将根据那些人的裁决来行合宜之事。
καὶ ταῦτʼ εἰπὼν ἔπεισα. τότε δὴ καὶ Ἰωάννης οὐ λαβούσης αὐτοῦ τέλος τῆς ἐνέδρας ἀνεζεύγνυεν εἰς τὰ Γίσχαλα.
说了这些话,我劝服了他们。就在那时,约翰也因伏击未能得逞,撤回了吉斯卡拉。
- 301μὴ γὰρ ἂν γενομένου τούτου πάντως ὑπὸ τοῦ Ἰωάννου διεφθάρην
独立属格结构(μὴ... γενομένου τούτου)充当过去与事实相反的条件从句(“若非此事发生”)。前置的 ἄν 与主句的不定过去式直陈语气被动态动词 διεφθάρην 连用,表示假想的过去后果(“我必定已被约翰杀害”)。
- 302παύσασθε, ἔφη
前置的主语是复数 οἱ περὶ τὸν Ἰωνάθην(约拿单一派),但谓语动词却使用了单数 ἔφη。这种句法上的不一致(破格)表明该群体中的一人(很可能是约拿单本人)代表全伙开口说话。
- 305παρʼ ὀλίγον παρʼ αὐτῶν διαφθαρείην
介词短语 παρʼ ὀλίγον 为固定习语,意为“差一点、险些”。动词 διαφθαρείην(不定过去被动态)是在历史现在时 φράζω 所引导的间接引语从句中,用来替代原过去直陈语气的转述希求法。
