- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 4. Niese, Benedikt, editor. Berlin: Weidmann, 1890.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg002.humanitext-grc2:281-294
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
约拿单一派伪造敌袭警报和求援信试图调离并指控约瑟夫斯,约瑟夫斯则提议将部队分为五路命其同去前线以瓦解阴谋,并在随后的禁食集会中秘密武装以防暗算。
οἱ δὲ περὶ τὸν Ἰωνάθην ἀπροσδοκήτως θεασάμενοί με παρόντα διεταράχθησαν. εἶτʼ ἐπινοοῦσιν διαδοῦναι λόγον, ὅτι Ῥωμαίων ἱππεῖς ἐν τῇ μεθορίῳ πόρρω τριάκοντα σταδίων ἀπὸ τῆς πόλεως κατὰ τόπον λεγόμενον Ὁμόνοιαν εἰσὶν ἑωραμένοι.
约拿单一派出乎意料地看见我在场,顿时慌乱起来。随后他们心生一计,散布谣言称,在边界处距城三十斯塔德、一个名叫奥莫诺亚的地方,有人看见了罗马骑兵。
καὶ προσαγγελθέντων τούτων ἐξ ὑποβολῆς παρεκάλουν οἱ περὶ τὸν Ἰωνάθην μὴ περιιδεῖν ὑπὸ τῶν πολεμίων λεηλατουμένην αὐτῶν τὴν γῆν. ταῦτα δʼ ἔλεγον διʼ ἐννοίας ἔχοντες ἐμὲ προφάσει τῆς κατεπειγούσης βοηθείας μεταστήσαντες αὐτοὶ τὴν πόλιν ἐχθράν μοι κατασκευάσαι.
通过暗中策动报告了这些消息后,约拿单一派恳请我不要坐视他们的土地被敌人掳掠。他们说这些话,心中盘算的是以紧急救援为借口将我调离,由他们自己使该城与我为敌。
Ἐγὼ δὲ καίπερ εἰδὼς αὐτῶν τὸ ἐνθύμημα ὅμως ὑπήκουσα, μὴ δόξαν παράσχω τοῖς Τιβεριεῦσιν οὐ προνοούμενος αὐτῶν τῆς ἀσφαλείας. ἐξῆλθον οὖν, καὶ γενόμενος κατὰ τὸν τόπον, ὡς οὐδʼ ἴχνος πολεμίων εὗρον, ὑποστρέφω συντόνως ὁδεύσας, καὶ καταλαμβάνω τήν τε βουλὴν πᾶσαν συνεληλυθυῖαν καὶ τὸν δημοτικὸν ὄχλον ποιουμένους τε πολλὴν κατηγορίαν μου τοὺς περὶ τὸν Ἰωνάθην, ὡς τοῦ μὲν τὸν πόλεμον ἐπελαφρύνειν αὐτοῖς ἀμελοῦντος, ἐν τρυφαῖς δὲ διάγοντος.1
我虽知晓他们的图谋,但仍遵从了,免得给提比哩亚人留下我不顾念他们安全的印象。于是我便出征;但赶到该地后,发现连敌人的踪影都没有,我便急速行军折返,发现全体议事会和民众都已聚集,约拿单一派正对我提出激烈的指控,声称我不顾为他们减轻战祸的负担,反而在骄奢中度日。
ταῦτα δὲ λέγοντες προύφερον ἐπιστολὰς τέσσαρας ὡς ἀπὸ τῶν ἐν τῇ μεθορίᾳ τῆς Γαλιλαίας γεγραμμένας πρὸς αὐτοὺς ἐπὶ βοήθειαν ἥκειν παρακαλούντων,2 Ῥωμαίων γὰρ δύναμιν μέλλειν ἱππέων τε καὶ πεζῶν εἰς τρίτην ἡμέραν τὴν χώραν αὐτῶν λεηλατεῖν, ἐπισπεύδειν τε καὶ μὴ περιοφθῆναι δεομένων.
说着这些话,他们拿出了四封信,声称是加利利边界的居民写给他们的,恳求他们前去救援,因为罗马的骑兵和步兵部队将在三日内劫掠他们的土地,求他们加快速度,不要坐视不管。
ταῦτʼ ἀκούσαντες οἱ Τιβεριεῖς λέγειν ἀληθῆ δόξαντες αὐτοὺς καταβοήσεις ἐποιοῦντο, μὴ καθέζεσθαί με δεῖν λέγοντες, ἀλλʼ ἀπελθεῖν ἐπικουρήσοντα τοῖς ὁμοεθνέσιν αὐτῶν.
提比哩亚人听了这些,以为他们说的是真话,便大声喧嚷,说我不应安坐不动,而应前往援助他们的同胞。
πρὸς ταῦτʼ ἐγώ, συνῆκα γὰρ τὴν ἐπίνοιαν τῶν περὶ τὸν Ἰωνάθην, ὑπακούσεσθαι μὲν ἔφην ἑτοίμως καὶ χωρὶς ἀναβολῆς ὁρμήσειν πρὸς τὸν πόλεμον ἐπηγγειλάμην, συνεβούλευον δʼ ὅμως, ἐπεὶ τὰ γράμματα κατὰ τέσσαρας τόπους Ῥωμαίους σημαίνει προσβαλεῖν, εἰς πέντε μοίρας διελόντας τὴν δύναμιν ἑκάστῃ τούτων ἐπιστῆσαι τοὺς περὶ τὸν Ἰωνάθην καὶ τοὺς ἑταίρους αὐτοῦ· πρέπειν γὰρ ἀνδράσιν ἀγαθοῖς μὴ μόνον συμβουλεύειν, ἀλλὰ χρείας ἐπειγούσης ἡγουμένους βοηθεῖν· ἐγὼ γὰρ πλὴν μιᾶς μοίρας οὐκ ἔφην ἀφηγεῖσθαι δυνατὸς εἶναι.
对此,由于我已看穿了约拿单一派的企图,便表示愿意欣然遵从,并许诺毫不拖延地奔赴前线;但我仍建议,既然信中表明罗马人将从四个地点进攻,就应当将部队分成五路,派约拿单一派及其同伙统领其中的每一路;因为我表示,优秀的男子不仅应当出谋划策,在危急关头更应当率先领军前往救援;而我自己,除了其中一路以外,无法指挥更多部队。
σφόδρα τῷ πλήθει συνήρεσεν ἡ ʼμὴ συμβουλία· κἀκείνους οὖν ἠνάγκαζον ἐπὶ τὸν πόλεμον ἐξιέναι. τοῖς δʼ οὔτι μετρίως συνεχύθησαν αἱ γνῶμαι μὴ κατεργασαμένοις ἃ διενοήθησαν ἐμοῦ τοῖς ἐπιχειρήμασιν αὐτῶν ἀντιστρατηγήσαντος.
我的建议深得群众的赞同,于是他们便强迫那些人出征打仗。那些人见自己未能得逞所谋,因我用谋略反制了他们的企图,心绪大为混乱。
Εἷς δέ τις ἐξ αὐτῶν Ἀνανίας τοὔνομα, πονηρὸς ἀνὴρ καὶ κακοῦργος, εἰσηγεῖτο τοῖς πλήθεσι πανδημεὶ νηστείαν εἰς τὴν ἐπιοῦσαν τῷ θεῷ προθέσθαι καὶ κατὰ τὴν αὐτὴν ὥραν ἐκέλευεν εἰς τὸν αὐτὸν τόπον ἀνόπλους παρεῖναι τῷ θεῷ φανερὸν ποιήσοντας, ὅτι μὴ τῆς παρʼ ἐκείνου τυγχάνοντες βοηθείας3 πᾶν ὅπλον ἄχρηστον εἶναι νομίζουσιν.
他们当中有一个名叫阿纳尼亚的人,为人奸诈狡猾,向民众提议次日全城向神宣告禁食,并下令大家在同一时刻不带武器聚集到同一地点,向神表明:若非得到来自祂的援助,他们便认为一切武器皆属无用。
ταῦτα δʼ ἔλεγεν οὐ διʼ εὐσέβειαν, ἀλλʼ ὑπὲρ τοῦ λαβεῖν ἄνοπλόν με καὶ τοὺς ἐμούς. κἀγὼ διʼ ἀνάγκην ὑπήκουον, μὴ δόξω καταφρονεῖν τῆς περὶ τὴν εὐσέβειαν ὑποθήκης.
他说这些话并非出于虔诚,而是为了捉拿手无寸铁的我及我的随从。我也被迫遵从,免得显得藐视关乎虔诚的劝勉。
ὡς οὖν ἀνεχωρήσαμεν ἐπὶ τὰ ἑαυτῶν, οἱ μὲν περὶ τὸν Ἰωνάθην γράφουσι τῷ Ἰωάννῃ πρὸς αὐτοὺς ἕωθεν ἀφικέσθαι κελεύοντες μεθʼ ὅσων ἂν στρατιωτῶν δυνηθῇ· λήψεσθαι γὰρ εὖ ἐμὲ ὑποχείριον καὶ ποιήσειν ὅπερ ἔχει διʼ εὐχῆς. δεξάμενος δὲ τὴν ἐπιστολὴν ἐκεῖνος ὑπακούειν ἔμελλεν.
于是我们各自退回住所,约拿单一派随即写信给约翰,命他清晨率尽可能多的士兵前来与他们会合;因为他必能轻易将我制伏,做他所盼望的事。约翰收到信后,打算遵命行事。
ἐγὼ δὲ τῆς ἐπιούσης ἡμέρας δύο τῶν περὶ ἐμὲ σωματοφυλάκων τοὺς κατʼ ἀνδρείαν δοκιμωτάτους καὶ κατὰ πίστιν βεβαίους κελεύω ξιφίδια κρύψαντας ὑπὸ τὰς ἐσθῆτας ἐμοὶ συμπροελθεῖν, ἵνʼ εἰ γένοιτο παρὰ τῶν ἐχθρῶν ἐπίθεσις ἀμυνώμεθα. θώρακα δʼ ἔλαβον αὐτὸς καὶ μάχαιραν ὑπεζωσάμην ὡς οἷόν τʼ ἦν ἀφανέστατα καὶ ἦλθον εἰς τὴν προσευχήν.
次日,我命令身边的两名侍卫——他们在英勇上最受认可、忠诚坚定——将短剑藏在衣袍下随我同行,以便一旦遭遇仇敌袭击时能够自卫。我自己也穿上胸甲,尽可能隐蔽地佩上利剑,来到了祈祷所。
Τοὺς μὲν οὖν σὺν ἐμοὶ πάντας ἐκκλεῖσαι προσέταξεν Ἰησοῦς ὁ ἄρχων, αὐτὸς γὰρ ταῖς θύραις ἐφειστήκει, μόνον δʼ ἐμὲ μετὰ τῶν φίλων εἰσελθεῖν εἴασεν.
执政官耶稣亲自守在门前,下令将跟随我的所有人关在门外,只允许我带着朋友们进去。
- 284ὡς τοῦ μὲν τὸν πόλεμον ἐπελαφρύνειν αὐτοῖς ἀμελοῦντος, ἐν τρυφαῖς δὲ διάγοντος
由 ὡς 引导的属格绝对结构,说明紧接在前的控告(ποιουμένους τε πολλὴν κατηγορίαν μου)的内容与主观理由。逻辑主语(指约瑟夫斯自己,即 ἐμοῦ)因上下文明确而省略。句中构成 τοῦ μὲν ... ἀμελοῦντος 与 ἐν τρυφαῖς δὲ διάγοντος 的对比。
- 285ἐπιστολὰς τέσσαρας ὡς ἀπὸ τῶν ἐν τῇ μεθορίᾳ τῆς Γαλιλαίας γεγραμμένας πρὸς αὐτοὺς ἐπὶ βοήθειαν ἥκειν παρακαλούντων
句子的基本骨架是 προύφερον ἐπιστολὰς τέσσαρας ... γεγραμμένας(“他们拿出了写就的四封信”)。属格分词 παρακαλούντων(以及后文的 δεομένων)在语法上与介词短语中的 τῶν ἐν τῇ μεθορίᾳ(“在边界的人们”)保持一致,用以说明寄信者恳求救援的举动。
- 290μὴ τῆς παρʼ ἐκείνου τυγχάνοντες βοηθείας
分词 τυγχάνοντες 前加否定词 μή,构成表达条件的状语分词(相当于 εἰ μὴ τυγχάνοιεν,“若得不到来自祂的援助”)。它构成了 ὅτι 引出的宾语从句主干(πᾶν ὅπλον ἄχρηστον εἶναι νομίζουσιν)的前提条件。
