- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 4. Niese, Benedikt, editor. Berlin: Weidmann, 1890.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg002.humanitext-grc2:269-280
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
约瑟夫斯在确保前往耶路撒冷的使节安全启程后,得知敌对派系企图夺取提比哩亚,随即赶赴该城。约拿单一派假意效忠并诱导约瑟夫斯前往塔利切埃留宿,却在次日安息日于提比哩亚的祈祷所煽动民众,企图废黜约瑟夫斯。
ἔγραψα δὲ καὶ τοῖς ἐν Σαμαρείᾳ φίλοις προνοήσασθαι τοῦ ἀσφαλῆ γενέσθαι τὴν πορείαν αὐτοῖς· ἤδη γὰρ ὑπὸ Ῥωμαίοις ἦν ἡ Σαμάρεια καὶ πάντως ἔδει τοὺς ταχὺ βουλομένους ἀπελθεῖν διʼ ἐκείνης πορεύεσθαι· τρισὶν [γὰρ] ἡμέραις ἀπὸ Γαλιλαίας ἔνεστιν οὕτως εἰς Ἱεροσόλυμα καταλῦσαι.1
我也写信给撒马利亚的朋友们,让他们关照使这些人行程安全;因为撒马利亚当时已在罗马人的统治之下,凡希望迅速启程的人无论如何都必须途经该地;因为从加利利循此路线,确实三日内便能抵达耶路撒冷。
συμπαρέπεμψα δὲ τοὺς πρέσβεις κἀγὼ μέχρι τῶν τῆς Γαλιλαίας ὅρων φύλακας ἐπιστήσας ταῖς ὁδοῖς ὑπὲρ τοῦ μὴ ῥᾳδίως τινὰ μαθεῖν ἀπαλλαττομένους. καὶ ταῦτα πράξας ἐν Ἰάφοις τὴν διατριβὴν ἐποιούμην.
我亲自将使者们护送至加利利边境,并在道路上设立岗哨,以免有人轻易得知他们的离去。做完这些事后,我便滞留在伊亚法。
Οἱ δὲ περὶ τὸν Ἰωνάθην διαμαρτόντες τῆς κατʼ ἐμοῦ πράξεως Ἰωάννην ἀπέλυσαν εἰς τὰ Γίσχαλα, αὐτοὶ δʼ εἰς τὴν Τιβεριέων πόλιν πεπόρευντο λήψεσθαι προσδοκῶντες αὐτὴν ὑποχείριον, ἐπειδὴ καὶ Ἰησοῦς κατὰ τὸν καιρὸν τοῦτον ἐγεγράφει πρὸς αὐτοὺς πείσειν ἐπαγγελλόμενος τὸ πλῆθος ἐλθόντας ὑποδέχεσθαι καὶ αὐτοῖς ἑλέσθαι προστεθῆναι.
约拿单一派对我施展的阴谋落空后,便打发约翰返回吉斯卡拉,他们自己则进发前往提比哩亚城,期望将其控制在手中,因为此时耶稣也曾写信给他们,许诺待他们到来时会说服民众接纳他们,并选择归附他们。
ἐκεῖνοι μὲν οὖν ἐπὶ τοιαύταις ἐλπίσιν ἀπῆλθον, ἀπαγγέλλει δέ μοι ταῦτα Σίλας διὰ γραμμάτων, ὃν ἔφην τῆς Τιβεριάδος ἐπιμελητὴν καταλελοιπέναι, καὶ σπεύδειν ἠξίου. κἀγὼ ταχέως ὑπακούσας αὐτῷ καὶ παραγενόμενος εἰς κίνδυνον ἀπωλείας κατέστην ἐξ αἰτίας τοιαύτης.
于是他们怀着这样的期望离去;但我曾说过由我留下担任提比哩亚监察官的西拉,通过书信将这些事向我作了报告,并敦促我迅速赶往。我迅速听从了他的话并赶到那里,却因如下缘由陷入了丧命的危险之中。
οἱ περὶ τὸν Ἰωνάθην γενόμενοι παρὰ τοῖς Τιβεριεῦσιν καὶ πολλοὺς πείσαντες ἀποστῆναί μου διαφόρους ὄντας, ὡς ἤκουσαν τὴν ἐμὴν παρουσίαν, δείσαντες περὶ ἑαυτῶν ἧκον πρὸς ἐμέ, καὶ ἀσπασάμενοι μακαρίζειν ἔλεγον οὕτως περὶ τὴν Γαλιλαίαν ἀναστραφέντα, συνήδεσθαί τε διὰ τιμῆς ἀγομένῳ· κόσμον γὰρ ἑαυτῶν εἶναι τὴν ἐμὴν δόξαν ἔφασαν, ὡς ἂν διδασκάλων τέ μου γενομένων καὶ πολιτῶν ὄντων,2 δικαιοτέραν τε τῆς Ἰωάννου τὴν ἐμὴν πρὸς αὐτοὺς φιλίαν ὑπάρχειν ἔλεγον, καὶ σπεύδειν μὲν εἰς τὴν οἰκείαν ἀπελθεῖν, περιμένειν δʼ ἕως ὑποχείριον τὸν Ἰωάννην ἐμοὶ ποιήσωσιν.
约拿单一派来到提比哩亚人当中,并说服了许多本就与我不睦的人脱离我;他们一听说我已到来,出于对自身安全的担忧便来到我面前;向我问候之后,他们宣称祝贺我在加利利有如此作为,并为我备受尊荣而同感欣喜;因为他们声称,我的荣耀乃是他们自身的装点,鉴于他们既曾为我的导师又是同胞公民;他们还说,我对他们的友谊比起约翰的友谊更为正当,他们虽急于返回故里,却在等待直到将约翰交在我手中为止。
καὶ ταῦτα λέγοντες ἐπώμοσαν τοὺς φρικωδεστάτους ὅρκους παρʼ ἡμῖν, διʼ οὓς ἀπιστεῖν οὐ θεμιτὸν ἡγούμην. καὶ δὴ παρακαλοῦσίν με τὴν κατάλυσιν ἀλλαχοῦ ποιήσασθαι διὰ τὸ τὴν ἐπιοῦσαν ἡμέραν εἶναι σάββατον· ὀχλεῖσθαι δὲ μὴ δεῖν ὑπʼ αὐτῶν τὴν πόλιν τῶν Τιβεριέων ἔφασκον.3
说着这些话,他们发了我们当中最可怕的重誓,因着这些誓言,我认为不信任他们是不合道义的。并且他们极力恳请我在别处下榻,因为次日是安息日;他们声称提比哩亚城不应因他们而受到纷扰。
Κἀγὼ μηδὲν ὑπονοήσας ἐς τὰς Ταριχέας ἀπῆλθον καταλιπὼν ὅμως ἐν τῇ πόλει τοὺς πολυπραγμονήσοντας, τί περὶ ἡμῶν λέγοιτο. διὰ πάσης δὲ τῆς ὁδοῦ τῆς ἀπὸ Ταριχεῶν εἰς Τιβεριάδα φερούσης ἐπέστησα πολλούς, ἵνα μοι διʼ ἀλλήλων σημαίνωσιν ἅπερ ἂν παρὰ τῶν ἐν τῇ πόλει καταλειφθέντων πύθωνται.
我毫无怀疑地前往塔利切埃,但仍在城中留下了打探有关我们的言论的人。在从塔利切埃通往提比哩亚的整条道路上,我部署了许多人,以便他们彼此辗转传达从城中留下的人那里探听到的任何消息。
κατὰ τὴν ἐπιοῦσαν οὖν ἡμέραν συνάγονται πάντες εἰς τὴν προσευχὴν μέγιστον οἴκημα καὶ πολὺν ὄχλον ἐπιδέξασθαι δυνάμενον. εἰσελθὼν δὲ ὁ Ἰωνάθης φανερῶς μὲν περὶ τῆς ἀποστάσεως οὐκ ἐτόλμα λέγειν, ἔφη δὲ στρατηγοῦ κρείττονος χρείαν τὴν πόλιν αὐτῶν ἔχειν.
到了次日,众人全都聚集在祈祷所中,那是一座极为宏大的建筑,能够容纳大量人群。约拿单走进去后,不敢公开谈论反叛之事,只是说他们的城需要一位更优秀的将领。
Ἰησοῦς δʼ ὁ ἄρχων οὐδὲν ὑποστειλάμενος ἀναφανδὸν εἶπεν· ἄμεινόν ἐστιν, ὦ πολῖται, τέσσαρσιν ἡμᾶς ἀνδράσιν ὑπακούειν ἢ ἑνί, καὶ κατὰ γένος λαμπροῖς καὶ κατὰ σύνεσιν οὐκ ἀδόξοις. ὑπεδείκνυε δὲ τοὺς περὶ Ἰωνάθην.
执政官耶稣则毫无遮掩,公然说道: “公民们,我们服从四个人总胜过服从一个人,他们既出身显赫,在才智上亦非没有名望。” 他顺势指了指约拿单一派。
ταῦτʼ εἰπόντα τὸν Ἰησοῦν ἐπῄνει παρελθὼν Ἰοῦστος καί τινας ἐκ τοῦ δήμου συνέπειθεν. οὐκ ἠρέσκετο δὲ τοῖς λεχθεῖσιν τὸ πλῆθος καὶ πάντως ἂν εἰς στάσιν ἐχώρησαν, εἰ μὴ τὴν σύνοδον διέλυσεν ἐπελθοῦσα ἕκτη ὥρα,4 καθʼ ἣν τοῖς σάββασιν ἀριστοποιεῖσθαι νόμιμόν ἐστιν ἡμῖν, καὶ οἱ περὶ τὸν Ἰωνάθην εἰς τὴν ἐπιοῦσαν ὑπερθέμενοι τὴν βουλὴν ἀπῄεσαν ἄπρακτοι.
耶稣说完这些,尤斯图斯便出面赞同他,并说服了民众中的一部分人。但群众并不满意所说的话,若不是第六时到来解散了集会——在安息日那是我们依例吃午餐的时刻——他们势必会走向内讧;约拿单一派将商议推迟到次日,未果而归。
εὐθὺς δέ μοι τούτων ἀπαγγελθέντων πρωῒ διέγνων εἰς τὴν Τιβεριέων πόλιν ἀφικέσθαι, καὶ τῇ ἐπιούσῃ περὶ τὴν ὥραν ἧκον ἀπὸ τῶν Ταριχεῶν, καταλαμβάνω δὲ συναγόμενον ἤδη τὸ πλῆθος εἰς τὴν προσευχήν· ἐφʼ ὅ τι δʼ ἦν αὐτοῖς ἡ σύνοδος οὐκ ἐγίνωσκον οἱ συλλεγόμενοι.
这些事立刻向我作了报告,我便决定清晨赶到提比哩亚城;次日大约那个时刻我从塔利切埃赶来,发现群众已经在向祈祷所聚集;然而聚集而来的众人并不知晓他们这次集会究竟是为了何事。
- 269τρισὶν [γὰρ] ἡμέραις ἀπὸ Γαλιλαίας ἔνεστιν οὕτως εἰς Ἱεροσόλυμα καταλῦσαι
τρισὶν ἡμέραις 为表示时间跨度或所需期限的与格。动词 καταλῦσαι 原意为“解鞍留宿”,在此引申为“抵达旅途终点/到达”,作为无人称动词 ἔνεστιν(“有可能”)的主语不定式。
- 274ὡς ἂν διδασκάλων τέ μου γενομένων καὶ πολιτῶν ὄντων
连词 ὡς ἄν 接属格独立结构(διδασκάλων... γενομένων, πολιτῶν ὄντων),表示所声称的理由或假设的前提(“鉴于他们曾为我的导师又是同胞公民”),是说话者用来论证约瑟夫斯的名声理应增辉于他们自身的遁词修辞。
- 275ὀχλεῖσθαι δὲ μὴ δεῖν ὑπʼ αὐτῶν τὴν πόλιν τῶν Τιβεριέων ἔφασκον
间接引语中的对格带不定式结构。介词短语 ὑπʼ αὐτῶν 中的 αὐτῶν 结合上下文指约瑟夫斯及其随行人员(尽管在语法上理论上也可作为间接反身代词指约拿单一派自身,但根据要求约瑟夫斯移宿别处以免引起城中纷扰的语境,指约瑟夫斯一行最为自然)。受动态不定式 ὀχλεῖσθαι(“被搅扰/陷入骚乱”)的逻辑主语为对格的 τὴν πόλιν τῶν Τιβεριέων。
- 279καὶ πάντως ἂν εἰς στάσιν ἐχώρησαν, εἰ μὴ τὴν σύνοδον διέλυσεν ἐπελθοῦσα ἕκτη ὥρα
过去非真实条件句(与过去事实相反的虚拟假设)。主句采用 ἂν + 不定过去时直陈式(ἂν... ἐχώρησαν),条件从句采用 εἰ μή + 不定过去时直陈式(διέλυσεν)。意为“若不是第六时到来解散了集会,他们势必已经陷入内讧”,生动展现了当时一触即发的危险局势。
