- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 4. Niese, Benedikt, editor. Berlin: Weidmann, 1890.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg002.humanitext-grc2:15-27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者在罗马促成祭司获释后返回故土,却未能压制民众的叛乱狂热而被迫避入圣殿;在刻斯提乌斯溃败及邻近城市屠杀犹太人之后,战争最终沦为必然。
βαπτισθέντος γὰρ ἡμῶν τοῦ πλοίου κατὰ μέσον τὸν Ἀδρίαν περὶ ἑξακοσίους τὸν ἀριθμὸν ὄντες διʼ ὅλης τῆς νυκτὸς ἐνηξάμεθα, καὶ περὶ ἀρχομένην ἡμέραν ἐπιφανέντος ἡμῖν κατὰ θεοῦ πρόνοιαν Κυρηναϊκοῦ πλοίου φθάσαντες τοὺς ἄλλους ἐγώ τε καί τινες ἕτεροι περὶ ὀγδοήκοντα σύμπαντες ἀνελήφθημεν εἰς τὸ πλοῖον.
因为当我们的船在亚得里亚海中央沉没时,我们大约有六百人,整夜都在游水;到了拂晓时分,承蒙神的眷顾,一艘昔兰尼的船向我们显现,我和其他一些人共约八十人赶在其他人前面,被救上了那艘船。
διασωθεὶς δʼ εἰς τὴν Δικαιάρχειαν, ἣν Ποτιόλους Ἰταλοὶ καλοῦσιν, διὰ φιλίας ἀφικόμην Ἁλιτύρῳ,1 μιμολόγος δʼ ἦν οὗτος μάλιστα τῷ Νέρωνι καταθύμιος Ἰουδαῖος τὸ γένος, καὶ διʼ αὐτοῦ Ποππαίᾳ τῇ τοῦ Καίσαρος γυναικὶ γνωσθεὶς προνοῶ ὡς τάχιστα παρακαλέσας αὐτὴν τοὺς ἱερεῖς λυθῆναι. μεγάλων δὲ δωρεῶν πρὸς τῇ εὐεργεσίᾳ ταύτῃ τυχὼν παρὰ τῆς Ποππαίας ὑπέστρεφον ἐπὶ τὴν οἰκείαν.
在安全抵达被意大利人称为波提奥利的迪凯阿尔基亚之后,我与阿里图卢斯结下了友谊;此人是一名滑稽戏演员,深得尼禄喜爱,血统上是犹太人。通过他,我得以结识凯撒的妻子波佩亚,并通过恳求她,设法使那些祭司尽快获得释放。在从波佩亚那里获得此番恩惠以及丰厚的礼物之后,我返回了故土。
Καταλαμβάνω δʼ ἤδη νεωτερισμῶν ἀρχὰς καὶ πολλοὺς ἐπὶ τῇ Ῥωμαίων ἀποστάσει μέγα φρονοῦντας. καταστέλλειν οὖν ἐπειρώμην τοὺς στασιώδεις καὶ μετανοεῖν ἔπειθον ποιησαμένους πρὸ ὀφθαλμῶν2 πρὸς οὓς πολεμήσουσιν, ὅτι Ῥωμαίων οὐ κατʼ ἐμπειρίαν μόνον πολεμικήν, ἀλλὰ καὶ κατʼ εὐτυχίαν ἐλαττοῦνται· καὶ μὴ προπετῶς καὶ παντάπασιν ἀνοήτως πατρίσι καὶ γενεαῖς καὶ σφίσιν αὐτοῖς τὸν περὶ τῶν ἐσχάτων κακῶν κίνδυνον ἐπάγειν.
然而我发现叛乱的苗头已经显现,许多人因背叛罗马人而自视甚高。于是我试图平息那些作乱者,并劝说他们回心转意,让他们看清自己将与何人作战,明白他们不仅在军事经验上,而且在机运上也逊色于罗马人;切不可草率且极其愚蠢地将灭顶之灾的危险引向祖国、宗族和他们自身。
ταῦτα δʼ ἔλεγον καὶ λιπαρῶς ἐνεκείμην ἀποτρέπων, δυστυχέστατον ἡμῖν τοῦ πολέμου τὸ τέλος γενήσεσθαι προορώμενος. οὐ μὴν ἔπεισα· πολὺ γὰρ ἡ τῶν ἀπονοηθέντων ἐπεκράτησεν μανία.
我说了这些话,并恳切地极力劝阻,因为我预见到战争的结局对我们而言将是极为悲惨的。但我未能说服他们;因为绝望之人的疯狂大占上风。
Δείσας οὖν, μὴ ταῦτα συνεχῶς λέγων διὰ μίσους ἀφικοίμην καὶ ὑποψίας ὡς τὰ τῶν πολεμίων φρονῶν καὶ κινδυνεύσω ληφθεὶς ὑπʼ αὐτῶν ἀναιρεθῆναι, ἐχομένης ἤδη τῆς Ἀντωνίας, ὅπερ ἦν φρούριον, εἰς τὸ ἐνδοτέρω ἱερὸν ὑπεχώρησα.
因此,我担心不断谈论这些会导致我招致仇恨和嫌疑,被认为心向敌人,并冒着被他们抓住处死的危险;当时作为要塞的安东尼亚堡已被占领,我便退入了内殿。
μετὰ δὲ τὴν ἀναίρεσιν Μαναήμου καὶ τῶν πρώτων τοῦ λῃστρικοῦ στίφους ὑπεξελθὼν τοῦ ἱεροῦ πάλιν τοῖς ἀρχιερεῦσιν καὶ τοῖς πρώτοις τῶν Φαρισαίων συνδιέτριβον.
在马拿罕和强盗团伙的首领被杀之后,我走出圣殿,再次与大祭司们和法利赛派的领袖们共处。
φόβος δʼ οὔτι μέτριος εἶχεν ἡμᾶς ὁρῶντας τὸν μὲν δῆμον ἐν τοῖς ὅπλοις, αὐτοὶ δʼ ὄντες ἐν ἀπόρῳ, τί ποιήσομεν, καὶ τοὺς νεωτεριστὰς παύειν οὐ δυνάμενοι, προδήλου δʼ ἡμῖν τοῦ κινδύνου παρεστῶτος, συγκατανεύειν μὲν αὐτῶν ταῖς γνώμαις ἐλέγομεν, συνεβουλεύομεν δὲ μένειν ἐφʼ αὑτῶν, καὶ τοὺς πολεμίους ἐπελθόντας ἐᾶν, ἵνα τοῦ δικαίως ἀνταίρειν ὅπλα πίστιν εὕρωνται.3
看着民众手执武器,而我们自己却不知所措,无法制止那些革命分子,且明显的危险就摆在我们面前,我们心中不胜恐惧。于是我们表面上声称赞同他们的观点,但劝告他们按兵不动,任由敌人进攻,以便获得正当拿起武器反击的依据。
ταῦτα δʼ ἐπράττομεν ἐλπίζοντες οὐκ εἰς μακρὰν Κέστιον μετὰ μεγάλης δυνάμεως ἀναβάντα παύσειν τὸν νεωτερισμόν.
我们这样做,是寄希望于刻斯提乌不久便会率领大军前来平息叛乱。
Ὁ δʼ ἐπελθὼν καὶ συμβαλὼν μάχῃ ἐνικήθη πολλῶν τῶν μετʼ αὐτοῦ πεσόντων. καὶ γίνεται τὸ Κεστίου πταῖσμα συμφορὰ τοῦ σύμπαντος ἡμῶν ἔθνους· ἐπήρθησαν γὰρ ἐπὶ τούτῳ μᾶλλον οἱ τὸν πόλεμον ἀγαπήσαντες καὶ νικήσαντες τοὺς Ῥωμαίους εἰς τέλος ἤλπισαν προσγενομένης καὶ ἑτέρας τινὸς τοιαύτης αἰτίας· οἱ τὰς πέριξ τῆς Συρίας πόλεις κατοικοῦντες τοὺς παρʼ ἑαυτοῖς Ἰουδαίους συλλαμβάνοντες σὺν γυναιξὶ καὶ τέκνοις ἀνῄρουν οὐδεμίαν αὐτοῖς αἰτίαν ἐπικαλεῖν ἔχοντες· οὔτε γὰρ ἐπὶ Ῥωμαίων ἀποστάσει νεώτερόν τι πεφρονήκεσαν οὔτε πρὸς αὐτοὺς ἐκείνους ἐχθρὸν ἢ ἐπίβουλον.
然而他前来交战却遭遇惨败,随行者死伤甚众。刻斯提乌的挫败成了我们整个民族的灾难;因为那些渴望战争的人因此更加亢奋,并期望能彻底战胜罗马人,此外又添了如下的一重缘由: 叙利亚周边各城市的居民将散居在他们之中的犹太人逮捕,连同妇女儿童一并杀害,却无法对他们提出任何指控;因为这些人既没有背叛罗马人的图谋,对当地居民也无任何敌意或阴谋。
Σκυθοπολῖται δὲ πάντων ἀσεβέστατα καὶ παρανομώτατα διεπράξαντο· ἐπελθόντων γὰρ αὐτοῖς Ἰουδαίων ἔξωθεν πολεμίων τοὺς παρʼ αὐτοῖς Ἰουδαίους ἐβιάσαντο κατὰ τῶν ὁμοφύλων ὅπλα λαβεῖν, ὅπερ ἐστὶν ἡμῖν ἀθέμιτον, καὶ μετʼ ἐκείνων συμβαλόντες ἐκράτησαν τῶν ἐπελθόντων· ἐπειδὴ δʼ ἐνίκησαν, ἐκλαθόμενοι τῆς πρὸς τοὺς ἐνοίκους καὶ συμμάχους πίστεως πάντας αὐτοὺς διεχρήσαντο πολλὰς μυριάδας ὄντας.
锡托波利斯人的行径在所有人中最是不敬且不法:当外来的犹太敌人进攻他们时,他们强迫城内的犹太人拿起武器攻打同胞——这在我们看来是不合律法的——并与他们联手击退了来犯者;但在获胜之后,他们却背弃了对同住者及盟友的信义,将数以万计的犹太人尽数屠杀。
ὅμοια δʼ ἔπαθον καὶ οἱ Δαμασκὸν Ἰουδαῖοι κατοικοῦντες. ἀλλὰ περὶ μὲν τούτων ἀκριβέστερον ἐν ταῖς περὶ τοῦ Ἰουδαϊκοῦ πολέμου βίβλοις δεδηλώκαμεν· νῦν δʼ αὐτῶν ἐπεμνήσθην βουλόμενος παραστῆσαι τοῖς ἀναγινώσκουσιν, ὅτι οὐ προαίρεσις ἐγένετο τοῦ πολέμου πρὸς Ῥωμαίους Ἰουδαίοις, ἀλλὰ τὸ πλέον ἀνάγκη.
定居大马士革的犹太人也遭遇了类似的不幸。关于这些事,我们在《犹太战记》诸卷中已有更详尽的叙述;如今提及这些,是希望向读者表明,犹太人与罗马人交战并非出于自愿选择,而在很大程度上乃是出于被迫。
- 16διὰ φιλίας ἀφικόμην Ἁλιτύρῳ
短语 διὰ φιλίας ἀφικνεῖσθαί τινι 是一个习语,意为“与某人结下友谊/成为朋友”。与格 Ἁλιτύρῳ 表示建立友谊的对象。
- 17ποιησαμένους πρὸ ὀφθαλμῶν
宾格分词 ποιησαμένους 与不定式 μετανοεῖν 的逻辑主语(即 ἔπειθον 的宾语 τοὺς στασιώδεις)在格上取得一致,引出后面的 ὅτι 从句作为其内容(“使之置于眼前,即……”)。
- 22ἵνα τοῦ δικαίως ἀνταίρειν ὅπλα πίστιν εὕρωνται
带冠词属格不定式 τοῦ ... ἀνταίρειν 修饰 πίστιν εὕρωνται,意为“获得正当拿起武器反击的依据/凭信”。其逻辑是通过等待敌军先进攻,从而确立正当防卫的借口。
