← 弗拉维奥·约瑟夫斯

约瑟夫斯自传

§255-268

约瑟夫斯的申辩与促请召回约拿单的使团

约瑟夫斯在约拿单一派面前将全体加利利民众作为自己清白的证人,当众宣读截获的诽谤信件,并在民众暴怒之际将他们引向索加内,随后派遣百人使团前往耶路撒冷谋求召回约拿单等人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§255

καὶ ταῦτα διεξιὼν τὴν ἐπιστολὴν εἰς μέσους προύτεινον, ἵνα μηδὲν ἀρνήσασθαι δυνηθῶσιν ἐλεγχόντων αὐτοὺς τῶν γραμμάτων.1

我一边陈述这些,一边将信件展示在众人当中,以便在字据的驳斥下使他们无可抵赖。

§256

καὶ μήν, ἔφην, Ἰωνάθη ὑμεῖς τε οἱ συμπρέσβεις, εἰ πρὸς Ἰωάννην κρινόμενος ὑπὲρ τοῦ παραστῆσαι τὸν ἐμαυτοῦ βίον δύο τινὰς ἢ τρεῖς μάρτυρας καλοὺς κἀγαθοὺς ἤγαγον, δῆλον ὡς ἀνάγκην ἂν εἴχετε προεξετάσαντες καὶ τοὺς τούτων βίους ἀπαλλάξαι2 με τῶν ἐγκλημάτων.

“况且,”我说,“约拿单以及诸位同僚使者,假若在与约翰受审争辩时,为了证明我自己的生平,我带来了两三个德才兼备之人作为证人,显然你们在预先审查了他们的品行之后,也不得不免除我的罪名。

§257

ἵνʼ οὖν γνῶτε καλῶς πεπρᾶχθαί μοι τὰ κατὰ τὴν Γαλιλαίαν, τρεῖς μὲν μάρτυρας ὀλίγους εἶναι νομίζω τῷ καλῶς βεβιωκότι, τούτους δὲ πάντας ὑμῖν δίδωμι.

因此,为了使你们知道我在加利利的事行纯正无暇,我认为对于一个一生光明磊落的人而言,三个证人实属太少,我将这里所有的人都呈示给你们。

§258

παρὰ τούτων οὖν πύθεσθε, τίνα τρόπον ἐβίωσα, εἰ μετὰ πάσης σεμνότητος καὶ πάσης ἀρετῆς ἐνθάδε πεπολίτευμαι. καὶ δὴ ὁρκίζω ὑμᾶς, ὦ Γαλιλαῖοι, μηδὲν ἐπικρύψασθαι τῆς ἀληθείας, λέγειν δʼ ἐπὶ τούτων ὡς δικαστῶν, εἴ τι μὴ καλῶς πέπρακται.

那么你们就向他们询问吧,我是如何度日的,我在此地处理政务时是否怀着全然的庄重与全然的德行。加利利人啊,我也确实向你们起誓要求,绝不要隐瞒任何真相,而要在这几位如法官般的人面前直言,若有什么事情做得不当的话。”

§259

Ταῦτʼ ἔτι λέγοντος3 κοιναὶ παρὰ πάντων ἐγένοντο φωναὶ καλούντων εὐεργέτην με καὶ σωτῆρα, καὶ περὶ μὲν τῶν πεπραγμένων ἐμαρτύρουν, περὶ δὲ τῶν πραχθησομένων παρεκάλουν, πάντες δʼ ὤμνυον ἀνυβρίστους μὲν ἔχειν τὰς γυναῖκας, λελυπῆσθαι δὲ μηδέποτε μηδὲν ὑπʼ ἐμοῦ.

我话音未落,众人异口同声地呼喊起来,称我为恩人和救星;他们对已往之事作证,对将来之事提出恳求,并且人人都起誓说,他们的妇女未受任何凌辱,他们自己也从未遭受过我任何形式的侵害。

§260

μετὰ τοῦτο δύο τῶν ἐπιστολῶν, ἃς οἱ κατασταθέντες ὑπʼ ἐμοῦ φρουροὶ πεμφθείσας ὑπὸ τῶν περὶ τὸν Ἰωνάθην ἑλόντες ἀπεστάλκεισαν πρὸς ἐμέ, παρανεγίνωσκον τοῖς Γαλιλαίοις πολλῶν βλασφημιῶν πλήρεις καὶ καταψευδομένας, ὅτι τυραννίδι μᾶλλον ἢ στρατηγίᾳ χρῶμαι κατʼ αὐτῶν.

此后,我向加利利人朗读了其中的两封信——那是我设立的守卫拦截了约拿单一派所发出并解送给我的信件;信中充斥着许多诽谤,诬陷我对他们施行的与其说是将领之职,不如说是暴政。

§261

ἕτερά τε πολλὰ πρὸς τούτοις ἐνεγέγραπτο μηδὲν παραλιπόντων ἀναισχύντου ψευδολογίας. ἔφην δʼ ἐγὼ πρὸς τὸ πλῆθος τὰ γράμματα λαβεῖν δόντων ἑκουσίως τῶν κομιζόντων· οὐ γὰρ ἐβουλόμην αὐτοὺς τὰ περὶ τὰς φρουρὰς τοὺς ἐναντίους εἰδέναι, μὴ δείσαντες τοῦ γράφειν ἀποστῶσιν.

除此之外信中还写了许多其他事情,无耻的谎言无所不用其极。但我对民众说,我得到这些书信是因为送信人自愿交出的;因为我不希望对手知道设卡防守之事,以免他们心生畏惧而停止通信。

§262

Ταῦτʼ ἀκοῦσαν τὸ πλῆθος σφόδρα παροξυνθὲν ἐπὶ τὸν Ἰωνάθην ὥρμα καὶ τοὺς σὺν αὐτῷ συμπαρόντας ὡς διαφθεροῦντες· κἂν ἐπεπράχεισαν τὸ ἔργον, εἰ μὴ τοὺς μὲν Γαλιλαίους ἔπαυσα4 τῆς ὀργῆς, τοῖς περὶ τὸν Ἰωνάθην δʼ ἔφην συγγινώσκειν τῶν ἤδη πεπραγμένων, εἰ μέλλοιεν μετανοήσειν καὶ πορευθέντες εἰς τὴν πατρίδα λέγοιεν τοῖς πέμψασι τἀληθῆ περὶ τῶν ἐμοὶ πεπολιτευμένων.

民众听闻这些,勃然大怒,向约拿单及其同伴扑去,意图将他们除掉;若不是我制止了加利利人的愤怒,并向约拿单一派表示,只要他们愿意悔改,返回故里并向差遣他们的人讲明有关我从政的真相,我便宽恕他们已犯下的罪行,民众早就把这桩事做成了。

§263

ταῦτʼ εἰπὼν ἀπέλυον αὐτοὺς καίτοι γιγνώσκων, ὅτι μηδὲν ὧν ὑπέσχοντο ποιήσουσιν. τὸ πλῆθος δʼ εἰς ὀργὴν ἐξεκαίετο κατʼ αὐτῶν κἀμὲ παρεκάλουν ἐπιτρέπειν αὐτοῖς τιμωρήσασθαι τοὺς τοιαῦτα τολμήσαντας.

说完这些,我放他们离去,尽管我心知肚明他们绝不会履行任何诺言。然而民众对他们的怒火熊熊燃烧,恳请我准许他们惩罚那些敢于做出这等勾当的人。

§264

παντοῖος μὲν [οὖν] ἐγινόμην πείθων αὐτοὺς φείσασθαι τῶν ἀνδρῶν· πᾶσαν γὰρ ᾔδειν στάσιν ὄλεθρον οὖσαν τοῦ κοινῇ συμφέροντος· τὸ δὲ πλῆθος ἔσχεν τὴν κατʼ αὐτῶν ὀργὴν ἀμετάβλητον, καὶ πάντες ὥρμησαν ἐπὶ τὴν οἰκίαν, ἐν ᾗ κατήγοντο οἱ περὶ τὸν Ἰωνάθην.

于是我竭尽全力劝说他们饶恕这些人;因为我知道,一切内讧皆是对公共利益的毁灭;然而民众对他们的怒火难以动摇,所有人全都冲向约拿单一派下榻的宅邸。

§265

ἐγὼ δὲ συνορῶν τὴν ὁρμὴν οὖσαν αὐτῶν ἀνεπίσχετον ἀναπηδήσας ἐφʼ ἵππον ἐκέλευσα τοῖς πλήθεσιν πρὸς Σωγάνην κώμην ἕπεσθαι Γαβάρων ἀπέχουσαν εἴκοσι στάδια. καὶ τοιούτῳ στρατηγήματι χρησάμενος παρέσχον ἐμαυτῷ τὸ μὴ δοκεῖν ἐμφυλίου πολέμου κατάρχειν.

我见他们的冲势势不可挡,便跃上马背,命令民众跟随我前往距离加巴拉二十斯塔德的索加内村。采用了这样的谋略,我便使自己免于落下挑起内战的嫌疑。

§266

Ἐπεὶ δὲ περὶ τὰς Σωγανέας ἐγενόμην, ἐπιστήσας τὸ πλῆθος καὶ παραινέσει χρησάμενος περὶ τοῦ μὴ πρὸς τὰς ὀργὰς καὶ ταῦτʼ ἐπʼ ἀνηκέστοις τιμωρίαις ὀξέως φέρεσθαι, κελεύω τοὺς καθʼ ἡλικίαν ἤδη προβεβηκότας καὶ πρώτους παρʼ αὐτοῖς ἑκατὸν ἄνδρας ὡς πορευσομένους εἰς τὴν Ἱεροσολυμιτῶν πόλιν εὐτρεπίζεσθαι, μέμψιν ποιησομένους ἐπὶ τοῦ δήμου τῶν τὴν χώραν διαστασιαζόντων.5

当我抵达索加内一带时,我止住了民众,并告诫他们切莫因一时激愤而迅速诉诸无可挽回的惩罚,随后我命令民众中年事已高且名列前茅的一百人做好准备,前往耶路撒冷城,在民众大会上控告那些使地方陷入内讧之人。

§267

καὶ ἐὰν ἐπικλασθῶσιν, ἔφην, πρὸς τοὺς λόγους ὑμῶν, παρακαλέσατε τὸ κοινὸν γράψαι πρὸς ἐμὲ μένειν κελεύοντας ἐπὶ τῆς Γαλιλαίας, τοὺς δὲ περὶ τὸν Ἰωνάθην ἀναχωρεῖν ἐκεῖθεν. ταύτας αὐτοῖς τὰς ὑποθήκας δοὺς ἐναρμοσαμένων τε ταχέως ἐκείνων ἡμέρᾳ τρίτῃ μετὰ τὴν ἐκκλησίαν τὴν ἀποστολὴν ἐποιησάμην, συμπέμψας ὁπλίτας πεντακοσίους.

“若是他们被你们的言辞所打动,”我说,“你们就恳请公社向我写信,命令我留驻加利利,而令约拿单一派撤离此地。” 我向他们交代了这些嘱托,而在他们迅速准备就绪之后,在大会后的第三天,我便将他们派遣出去,并派了五百名重装步兵随行护送。

语法注5 条
  1. 255ἐλεγχόντων αὐτοὺς τῶν γραμμάτων

    由名词 τῶν γραμμάτων 与现在分词 ἐλεγχόντων 构成的属格独立结构,位于 ἵνα 目的从句中,表伴随情况或原因(“有字据驳斥他们/在字据的驳斥下”)。

  2. 256εἰ ... ἤγαγον, δῆλον ὡς ἀνάγκην ἂν εἴχετε ... ἀπαλλάξαι

    与过去事实相反的非真实条件句。条件从句采用 εἰ + 不定过去时直说语气(ἤγαγον),结论从句在插入语 δῆλον ὡς 之后为 ἄν + 未完成过去时直说语气(ἀνάγκην ἂν εἴχετε),表示过去的一种必然逻辑结论(“你们就必定不得不免除我的罪责”)。

  3. 259Ταῦτʼ ἔτι λέγοντος

    属格独立结构,但分词 λέγοντος 的逻辑主语(即代词属格 μου)被省略。在希腊语散文中,当主语在上下文中极易判明时常有此类省略,增强了叙述的紧凑感。

  4. 262κἂν ἐπεπράχεισαν τὸ ἔργον, εἰ μὴ ... ἔπαυσα

    过去非真实条件句。κἄν 为 καὶ ἄν 的缩合,与过去完成时直说语气 ἐπεπράχεισαν 一同构成主句结论(“他们早就把这桩事做成了”);条件从句为 εἰ μή + 不定过去时直说语气 ἔπαυσα(“若不是我制止了……”)。过去完成时强调该动作的彻底完成。

  5. 266μέμψιν ποιησομένους ἐπὶ τοῦ δήμου τῶν τὴν χώραν διαστασιαζόντων

    将来时分词 ποιησομένους 表目的。介词短语 ἐπὶ τοῦ δήμου 意为“在民众(大会)面前”,属格短语 τῶν τὴν χώραν διαστασιαζόντων 作名词 μέμψιν 的宾格性属格,意为“对那些使该地区陷入内讧之人的控诉”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0526.tlg002.humanitext-grc2:255-268