- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 4. Niese, Benedikt, editor. Berlin: Weidmann, 1890.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg002.humanitext-grc2:242-254
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
约瑟夫斯在加巴洛斯集结兵力,截获了约拿单信使的信函,避开了对方的暗算圈套,并在民众的拥戴下直面约拿单一派。
Ταῦτα τοῖς πεμπομένοις ἐντειλάμενος Γαλιλαίοις διήγγειλα κελεύων εἰς τὴν ἐπιοῦσαν ἀναλαβόντας τὰ ὅπλα καὶ τριῶν ἡμερῶν τροφὴν εἰς Γαβαρὼθ κώμην παραγενέσθαι πρός με. τῶν δὲ περὶ ἐμὲ ὁπλιτῶν μοίρας τέτταρας νείμας τοὺς πιστοτάτους αὐτῶν περὶ τὴν τοῦ σώματος φυλακὴν ἔταξα, ταξιάρχους αὐτοῖς ἐπιστήσας καὶ φροντίζειν κελεύσας ὑπὲρ τοῦ μηδένα στρατιώτην ἄγνωστον αὐτοῖς συναναμίγνυσθαι.
我向派出的人员下达了这些命令后,又通报了加利利人,命令他们次日拿起武器,带上三天的干粮,前往加巴洛斯村与我汇合。我将身边的重装步兵分为四队,指派其中最忠诚的人负责贴身护卫,为他们设立百夫长,并吩咐他们务必留意,切勿让任何不相识的士兵混入他们之中。
τῇ δʼ ἐπιούσῃ περὶ πέμπτην ὥραν ἐν Γαβαρὼθ γενόμενος εὑρίσκω πᾶν τὸ πεδίον τὸ πρὸ τῆς κώμης ὁπλιτῶν πλῆρες τῶν ἐκ τῆς Γαλιλαίας ἐπὶ τὴν συμμαχίαν παρόντων, ὡς αὐτοῖς παρηγγέλκειν· πολὺς δὲ καὶ ἄλλος ἐκ τῶν κωμῶν ὄχλος συνέτρεχεν.
次日约第五时,我抵达加巴洛斯,见村前的整个平原上挤满了如我所令前来结盟助阵的加利利重装步兵;又有来自各村庄的大群民众纷至沓来。
ἐπεὶ δὲ καταστὰς εἰς αὐτοὺς λέγειν ἠρξάμην, ἐβόων ἅπαντες εὐεργέτην καὶ σωτῆρα τῆς χώρας αὐτῶν καλοῦντες. κἀγὼ χάριν αὐτοῖς ἔχειν ὁμολογήσας συνεβούλευον πρὸς μηδένα μήτε πολεμεῖν μήτε ἁρπαγῇ μολύνειν τὰς χεῖρας, ἀλλὰ σκηνοῦν κατὰ τὸ πεδίον ἀρκουμένους τοῖς ἑαυτῶν ἐφοδίοις· θέλειν γὰρ ἔφασκον τὰς ταραχὰς χωρὶς φόνων καταστεῖλαι.
当我站定开始向他们讲话时,众人齐声欢呼,称我为家乡的恩人和救星。我也向他们表示感谢,并告诫他们切莫与任何人开战,亦切莫以劫掠玷污双手,只需在平原上安营扎寨,以自带的口粮为足;因为我说,我希望不流血地平息动乱。
συνέβη δʼ αὐθημερὸν εἰς τὰς ὑπʼ ἐμοῦ κατασταθείσας τῶν ὁδῶν φυλακὰς τοὺς παρὰ τοῦ Ἰωνάθου πεμφθέντας μετὰ τῶν ἐπιστολῶν ἐμπεσεῖν. καὶ οἱ μὲν ἄνδρες ἐφυλάχθησαν ἐπὶ τῶν τόπων, ὡς παρήγγειλα, τοῖς δὲ γράμμασιν ἐντυχὼν πλήρεσι βλασφημιῶν καὶ ψευσμάτων, οὐδενὶ ταῦτα φράσας ὁρμᾶν ἐπʼ αὐτοὺς διενοούμην.
当天恰好发生了一件事:约拿单派来携信的人落入了我所设下的道路哨卡之中。那些人按我的吩咐被就地扣押,而我读完那些满纸诽谤与谎言的信件后,未向任何人透露,便决意向他们进发。
Ἀκούσαντες δὲ οἱ περὶ τὸν Ἰωνάθην περὶ τῆς ἐμῆς ἀφίξεως τοὺς ἰδίους πάντας ἀναλαβόντες καὶ τὸν Ἰωάννην ὑπεχώρησαν εἰς τὴν Ἰησοῦ οἰκίαν· βᾶρις δʼ ἦν αὕτη μεγάλη καὶ οὐδὲν ἀκροπόλεως ἀποδέουσα. κρύψαντες οὖν λόχον ὁπλιτῶν ἐν αὐτῇ καὶ τὰς ἄλλας ἀποκλείσαντες θύρας, μίαν δὲ ἀνοίξαντες, προσεδόκων ἥκειν ἐκ τῆς ὁδοῦ με πρὸς αὐτοὺς ἀσπασόμενον.
约拿单一派听说我已抵达,便带着所有的亲信和约翰退入耶稣的宅邸;那是一座巨大的堡垒,丝毫不逊色于卫城。于是他们在其中埋伏了一队重装步兵,封锁了其余的门户,只留下一扇门开着,指望我远道而来时会前去向他们致意。
καὶ δὴ διδόασιν ἐντολὰς τοῖς ὁπλίταις, ἐπειδὰν παραγένωμαι, μόνον εἰσελθεῖν ἐᾶσαι τοὺς ἄλλους ἀπείρξαντας· οὕτως γὰρ ᾤοντό με γενήσεσθαι ῥᾳδίως αὐτοῖς ὑποχείριον.
他们甚至向重装步兵下令,一旦我到来,便将其他人拒之门外,只放我一人进入;因为他们以为这样一来我便能轻易落入他们的掌心。
ἐψεύσθησαν δὲ τῆς ἐλπίδος· ἐγὼ γὰρ τὴν ἐπιβουλὴν προαισθόμενος, ὡς ἐκ τῆς ὁδοῦ παρεγενόμην καταλύσας ἄντικρυς αὐτῶν καθεύδειν ἐσκηπτόμην.
然而他们的算盘落空了;因为我早已察觉了这桩阴谋,远道抵达后便在他们对面下榻,假装入睡。
καὶ οἱ περὶ τὸν Ἰωνάθην ὑπολαμβάνοντες ὄντως ἀναπαύεσθαί με καθυπνωμένον ὥρμησαν καταβάντες εἰς τὸ πλῆθος μεταπείθειν αὐτοὺς ὡς ἐμοῦ κακῶς στρατηγοῦντος.
约拿单一派以为我确实在熟睡休息,便下楼走向民众,企图劝说他们相信我并非良将。
τἀναντία δὲ αὐτοῖς συνέπεσεν· ὀφθέντων γὰρ εὐθὺς ἐγένετο βοὴ παρὰ τῶν Γαλιλαίων πρὸς ἐμὲ τὸν στρατηγὸν εὐνοίας ἀξία, κατάμεμψίν τε ἐποιοῦντο τῶν περὶ τὸν Ἰωνάθην, ὅτι πάρεισιν οὐδὲν μὲν αὐτοὶ κακὸν προπεπονθότες, ἀνατρέψοντες δὲ τὰ ἐκείνων πράγματα, καὶ παρεκελεύοντο ἀπιέναι· μὴ γὰρ ἄν ποτε μεταπεισθῆναι1 προστάτην ἕτερον ἀντʼ ἐμοῦ λαβεῖν.
然而等待他们的却是适得其反的结果;因为他们一露面,加利利人便立刻爆发出一阵欢呼,彰显出对我这位统帅的深厚好意,并厉声斥责约拿单一派,指责他们自身未受丝毫损害却跑来颠覆民众的事务,敦促他们离开;因为加利利人声称他们绝不会被说服以他人取代我作为领袖。
τούτων ἀπαγγελθέντων μοι προελθεῖν εἰς μέσους οὐκ ὤκνησα. κατέβαινον οὖν εὐθέως, αὐτὸς τί λέγουσιν οἱ περὶ τὸν Ἰωνάθην ἀκουσόμενος. προελθόντος δέ μου κρότος παρὰ παντὸς τοῦ πλήθους εὐθὺς ἦν καὶ μετʼ εὐφημιῶν ἐπιβοήσεις χάριν ἔχειν ὁμολογούντων τῇ ʼμῇ στρατηγίᾳ.
这些情况传到我这里后,我毫不犹豫地走入众人之中。我随即下楼,想亲自听听约拿单一派在说些什么。当我走上前去时,全体民众立刻爆发出热烈的掌声和赞美的欢呼,齐声表达对我统率之恩的感激。
Ταῦτα δʼ οἱ περὶ τὸν Ἰωνάθην ἀκούοντες ἐφοβήθησαν, μὴ καὶ κινδυνεύσωσιν ἀποθανεῖν ἐπʼ αὐτοὺς ὁρμησάντων τῶν Γαλιλαίων κατὰ τὴν πρὸς ἐμὲ χάριν· δρασμὸν οὖν ἐπενόουν. μὴ δυνηθέντες δὲ ἀπελθεῖν, προσμεῖναι γὰρ αὐτοὺς ἠξίωσα, κατηφεῖς ἐστησάμενοι τῷ λόγῳ.
约拿单一派听闻此声甚是恐惧,害怕加利利人出于对我的拥戴而扑向他们,使他们丧命;于是他们图谋逃跑。但他们未能走脱——因为我要求他们留下来——他们垂头丧气地聆听我的讲话。
προστάξας οὖν τῷ μὲν πλήθει τὰς εὐφημίας ἐπισχεῖν, καὶ τῶν ὁπλιτῶν τοὺς πιστοτάτους ταῖς ὁδοῖς ἐπιστήσας ὑπὲρ τοῦ φρουρεῖν, μὴ ἀπροσδοκήτως ἡμῖν ὁ Ἰωάννης ἐπιπέσῃ, παραινέσας δὲ καὶ τοῖς Γαλιλαίοις ἀναλαβεῖν τὰ ὅπλα, μὴ πρὸς τὴν ἔφοδον τῶν πολεμίων, ἐὰν γένηταί τις αἰφνίδιος ταραχθῶσιν, πρῶτον τῆς ἐπιστολῆς τοὺς περὶ τὸν Ἰωνάθην ὑπεμίμνησκον, ὃν τρόπον γράψειαν ὑπὸ τοῦ κοινοῦ τῶν Ἱεροσολυμιτῶν πεπέμφθαι διαλύσοντές μου τὰς πρὸς τὸν Ἰωάννην φιλονεικίας, ὡς παρακαλέσειάν τέ2 με πρὸς αὐτοὺς ἀφικέσθαι.
于是我先命令民众停止欢呼,又派最忠诚的重装步兵驻守各条要道进行警戒,以免约翰出其不意地袭击我们,并告诫加利利人拿起武器,免得敌军若突然来袭而陷入惊慌,随后我首先提醒约拿单一派注意他们的信件,指出他们是如何写道自己受耶路撒冷公社派遣来调解我与约翰的争执,以及他们是如何恳请我前去与他们相见的。
- 250μὴ γὰρ ἄν ποτε μεταπεισθῆναι
间接引语中的 ἄν 搭配不定词(不定过去时被动态),承接前文 παρεκελεύοντο 所蕴含的言语内容。这相当于直接引语中的潜在希求法(οὐκ ἄν ποτε μεταπεισθείημεν),表达加利利人断然拒绝换帅的坚定立场。
- 254ὃν τρόπον γράψειαν... ὡς παρακαλέσειάν τέ
主句主要动词 ὑπεμίμνησκον(未完成过去时)为过去时态,因而间接疑问句与从属节中的陈述语气过去时转化为斜格希求法(optativus obliquus)。此句型引导约瑟夫斯向约拿单一派严词对质的信件要点。
