← 弗拉维奥·约瑟夫斯

约瑟夫斯自传

§229-241

加利利民众的抵制与使节密谋宣布公敌

约拿单等人再次要求约瑟夫斯出面应讯,却在加利利各村镇遭到民众强烈抵制,随后在加巴拉与约翰汇合密谋宣布约瑟夫斯为公敌;约瑟夫斯从叛逃者处获悉阴谋后,部署部队封锁要道以拦截其信使和书信。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§229

καὶ οἱ μὲν ἐπορεύθησαν. οἱ δὲ περὶ τὸν Ἰωνάθην τῆς πρώτης πείρας ἁμαρτόντες ἑτέραν ἐπιστολήν μοι τοιαύτην ἔπεμψαν· Ἰωνάθης καὶ οἱ σὺν αὐτῷ Ἰωσήπῳ χαίρειν. παραγγέλλομέν σοι χωρὶς ὁπλιτῶν εἰς τρίτην1 παραγενέσθαι πρὸς ἡμᾶς εἰς Γαβαρὼθ κώμην, ἵνα διακούσωμεν τῶν πρὸς Ἰωάννην ἐγκλημάτων σοι γεγονότων. ταῦτα γράψαντες καὶ ἀσπασάμενοι τοὺς Γαλιλαίους, οὓς πεπόμφειν, ἀφίκοντο εἰς Ἰαφὰν κώμην μεγίστην οὖσαν τῶν ἐν τῇ Γαλιλαίᾳ, τείχεσιν ὀχυρωτάτην καὶ πολλῶν οἰκητόρων μεστήν. ὑπηντίαζεν δὲ τὸ πλῆθος αὐτοὺς μετὰ γυναικῶν καὶ τέκνων καὶ κατεβόων κελεύοντες ἀπιέναι καὶ μὴ φθονεῖν αὐτοῖς ἀγαθοῦ τοῦ στρατηγοῦ.2

于是他们出发了。然而约拿单一派首发受挫,便又寄给我这样一封信: “约拿单及随行人员向约瑟夫斯致意。我们命令你在第三天不得携带重装步兵,前来加巴洛斯村与我们会面,以便我们审理你对约翰提出的各项指控。” 他们写完这些,并向我所派遣的加利利人致候之后,便来到了雅法,这是加利利最大的一座村庄,城墙极为坚固,居民众多。然而民众携同妇孺迎面拦住他们,大声斥责,勒令他们离开,切莫剥夺他们优秀的统帅。

§231

παρηρεθίζοντο δὲ ταῖς φωναῖς οἱ περὶ τὸν Ἰωνάθην, καὶ φανεροῦν μὲν τὴν ὀργὴν οὐκ ἐτόλμων, οὐκ ἀξιώσαντες δʼ αὐτοὺς ἀποκρίσεως εἰς τὰς ἄλλας κώμας ἐπορεύοντο. ὅμοιαι δʼ ὑπήντων αὐτοῖς παρὰ πάντων αἱ καταβοήσεις μεταπείσειν αὐτοὺς βοώντων οὐδένα περὶ τοῦ μὴ στρατηγὸν ἔχειν Ἰώσηπον.3

约拿单一派被这些喊叫声激怒,虽不敢公然发怒,却认为不屑予以答复,便向其他村庄走去。然而各地迎面而来的斥责之声如出一辙,众人皆高呼绝无人能劝使他们不再以约瑟夫斯为统帅。

§232

ἄπρακτοι δὲ παρὰ τούτων ἀπελθόντες οἱ περὶ τὸν Ἰωνάθην εἰς Σέπφωριν μεγίστην τῶν ἐν τῇ Γαλιλαίᾳ πόλιν ἀφικνοῦνται. οἱ δʼ ἐντεῦθεν ἄνθρωποι πρὸς Ῥωμαίους ταῖς γνώμαις ἀποβλέποντες, ἐκείνοις μὲν ὑπήντων, ἐμὲ δὲ οὔτε ἐπῄνουν οὔτʼ ἐβλασφήμουν.

约拿单一派从这些人那里徒劳而返,来到了加利利最大的城市塞普霍里斯。那里的市民心向罗马人,虽出面迎接他们,却对我既不称赞也不诋毁。

§233

παρὰ δὲ Σεπφωριτῶν εἰς Ἀσωχὶν καταβάντες οἱ ἐντεῦθεν παραπλησίως τοῖς Ἰαφηνοῖς κατεβόων αὐτῶν. οἱ δὲ τὴν ὀργὴν οὐκέτι κατασχόντες κελεύουσιν τοῖς μετʼ αὐτῶν ὁπλίταις τύπτειν ξύλοις τοὺς καταβοῶντας. κατὰ Γάβαρα δὲ γενομένους ὑπαντιάζει μετὰ τρισχιλίων ὁπλιτῶν ὁ Ἰωάννης.

他们从塞普霍里斯人那里下到阿索基斯,那里的居民也像雅法人一样斥责他们。他们再也无法遏制怒火,便命令随行的重装步兵用棍棒殴打那些斥责的人。当他们抵达加巴拉时,约翰率领三千名重装步兵迎上前来。

§234

ἐγὼ δʼ ἐκ τῆς ἐπιστολῆς ἤδη συνεικώς, ὅτι διεγνώκασι πρός με πολεμεῖν, ἀναστὰς ἀπὸ Χαβώλων μετὰ τρισχιλίων ὁπλιτῶν, καταλιπὼν ἐν τῷ στρατοπέδῳ τὸν πιστότατον τῶν φίλων εἰς Ἰωτάπατα παρεγενόμην πλησίον αὐτῶν εἶναι βουλόμενος ὅσον ἀπὸ τεσσαράκοντα σταδίων, καὶ γράφω πρὸς αὐτοὺς τάδε·

我从信中早已料知他们决意向我开战,于是率领三千名重装步兵离开哈博洛,将最忠实的朋友留在营中,来到了约塔帕塔,希望留在距他们仅约四十斯塔德的近处,并给他们写信如下:

§235

εἰ πάντως με πρὸς ὑμᾶς ἐλθεῖν βούλεσθε, διακόσιαι καὶ τέσσαρες κατὰ τὴν Γαλιλαίαν εἰσὶν πόλεις καὶ κῶμαι. τούτων εἰς ἣν θελήσετε παραγενήσομαι χωρὶς Γαβάρων καὶ Γισχάλων· ἡ μὲν γὰρ πατρίς ἐστιν Ἰωάννου, ἡ δὲ σύμμαχος αὐτῷ καὶ φίλη.

“你们若执意要我前去见你们,加利利境内共有二百零四座城镇与乡村。除加巴拉和吉斯卡拉之外,你们若指定其中任何一处,我均将前往;因为一处是约翰的故乡,另一处则是他的盟友兼友邦。”

§236

Ταῦτα τὰ γράμματα λαβόντες οἱ περὶ τὸν Ἰωνάθην οὐκέτι μὲν ἀντιγράφουσιν· συνέδριον δὲ τῶν φίλων καθίσαντες καὶ τὸν Ἰωάννην παραλαβόντες ἐβουλεύοντο, τίνα τρόπον ἐπιχειρήσωσί μοι.

约拿单一派收到这封信后便不再回复;他们召集了亲友的会议,并拉入约翰,商议当以何种手段对我下手。

§237

καὶ Ἰωάννῃ μὲν ἐδόκει γράφειν πρὸς πάσας τὰς ἐν τῇ Γαλιλαίᾳ πόλεις καὶ κώμας, εἶναι γὰρ ἐν ἑκάστῃ πάντως ἕνα γοῦν καὶ δεύτερον διάφορον ἐμοί, καὶ καλεῖν τούτους ὡς ἐπὶ πολέμιον ἐκελεύετο πέμπειν τὸ δόγμα τοῦτο καὶ εἰς τὴν Ἱεροσολυμιτῶν πόλιν, ἵνα κἀκεῖνοι γνόντες ὑπὸ τῶν Γαλιλαίων κεκρίσθαι με πολέμιον καὶ αὐτοὶ ψηφίσωνται· γενομένου γὰρ τούτου καὶ τοὺς εὔνως ἔχοντάς μοι Γαλιλαίους ἐγκαταλείψειν ἔφη φοβηθέντας.

约翰主张写信给加利利所有的城镇与乡村——因为在每一处必然总有一两个与我敌对之人——并召集他们如伐公敌一般,同时要求将此项决议亦送往耶路撒冷城,以便他们〔耶路撒冷人〕在得知我已被加利利人判定为公敌后,也投票做出同样的决议;他说,一旦如此,就连对我怀有好感的加利利人也会因恐惧而离弃我。

§238

ταῦτα συμβουλεύσαντος Ἰωάννου σφόδρα καὶ τοῖς ἄλλοις ἤρεσεν τὰ λεχθέντα.

约翰提出此项建议后,众人对所言之策亦大加赞赏。

§239

περὶ δʼ ὥραν τῆς νυκτὸς τρίτην εἰς γνῶσιν ἧκέ μοι ταῦτα, Σακχαίου τῶν σὺν αὐτοῖς τινος αὐτομολήσαντος πρός με καὶ τὴν ἐπιχείρησιν αὐτῶν ἀπαγγείλαντος· οὐκέτι δὴ δεῖν ὑπερτίθεσθαι τὸν καιρόν.4

夜间第三更前后,这事传到了我的耳中,乃是因随同他们的撒该叛逃到我这里,通报了他们的图谋;此时断不可再延误时机了。

§240

ἄξιον δὲ κρίνας Ἰάκωβον ὁπλίτην τῶν περὶ ἐμὲ πιστὸν κελεύω διακοσίους ὁπλίτας λαβόντα φρουρεῖν τὰς ἀπὸ Γαβάρων εἰς τὴν Γαλιλαίαν ἐξόδους, καὶ τοὺς παριόντας συλλαμβάνοντα πρὸς ἐμὲ πέμπειν, μάλιστα δὲ τοὺς μετὰ γραμμάτων ἁλισκομένους· Ἰερεμίαν δὲ καὶ αὐτὸν ἐκ τῶν φίλων μου μεθʼ ἑξακοσίων ὁπλιτῶν εἰς τὴν μεθόριον τῆς Γαλιλαίας ἔπεμψα τὰς ἀπὸ ταύτης εἰς τὴν Ἱεροσολυμιτῶν πόλιν ὁδοὺς παραφυλάξοντα, πρόσταγμα δοὺς κἀκείνῳ τοὺς μετʼ ἐπιστολῶν ὁδεύοντας συλλαμβάνειν καὶ τοὺς μὲν ἄνδρας ἐν δεσμοῖς ἐπὶ τόπου φυλάττειν, τὰ δὲ γράμματα πρὸς ἐμὲ διαπέμπειν.

我认为亲信重装步兵雅各堪当此任,便命令他率领二百名重装步兵把守自加巴拉通往加利利各处的要道,缉拿过往行人并押送至我处,尤其是那些携带信件被捕获的人;我又派遣同为挚友的耶利米率领六百名重装步兵前往加利利边境,监视自该地通往耶路撒冷城的道路,同样命令他缉拿携信而行的过客,将那些人就地戴锁看押,而将信件转呈给我。

语法注4 条
  1. 229εἰς τρίτην

    时间副词性短语,意为“在第三天”(即后天),省略了 ἡμέραν。

  2. 230μὴ φθονεῖν αὐτοῖς ἀγαθοῦ τοῦ στρατηγοῦ

    动词 φθονέω 支配受影响的人的与格(αὐτοῖς)以及被吝惜或剥夺之物的属格(ἀγαθοῦ τοῦ στρατηγοῦ),意为“不要剥夺他们优秀的统帅/不要吝于让他们拥有优秀的统帅”。

  3. 231μεταπείσειν αὐτοὺς βοώντων οὐδένα περὶ τοῦ μὴ στρατηγὸν ἔχειν Ἰώσηπον

    在从属于 βοώντων 的间接引语中,οὐδένα 是不定词 μεταπείσειν 的宾格主语(逻辑主语),αὐτούς 是其宾语(“没有人能够说服他们”)。随后的介词冠词性不定词 περὶ τοῦ μὴ ... ἔχειν 带有阻碍/劝阻动词后常见的冗余否定词 μή,表示“使他们不再以约瑟夫斯为统帅”。

  4. 239οὐκέτι δὴ δεῖν ὑπερτίθεσθαι τὸν καιρόν

    承接上文撒该的报告与紧迫局势,省略了表达思考或判断的动词而构成的间接引语(宾格不定词结构)。非人称不定词 δεῖν 统领现在中动不定词 ὑπερτίθεσθαι,意为“[约瑟夫斯意识到]断不可再延误时机”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0526.tlg002.humanitext-grc2:229-241