← 弗拉维奥·约瑟夫斯

约瑟夫斯自传

§215-228

约拿单的诱捕密谋与信使泄露的阴谋

在与普拉基杜斯的军队频繁进行小规模冲突之际,约瑟夫斯收到了约拿单等人企图诱捕他的伪善信件;约瑟夫斯灌醉信使从而探明了阴谋,随即回信拒绝前往会面并反邀对方前来。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§215

πολλάκις μὲν οὖν τὰς δυνάμεις προηγάγομεν ὡς εἰς μάχην, πλέον δʼ οὐδὲν ἀκροβολισμῶν ἐπράξαμεν· ὁ γὰρ Πλάκιδος ὅσῳπερ ἐγίνωσκεν σπεύδοντά με πρὸς μάχην αὐτὸς καταπληττόμενος ὑπεστέλλετο· τῆς μέντοι Πτολεμαΐδος οὐκ ἐχωρίζετο.

于是,我们屡次率军出战,摆出决战的态势,却未进行超过小规模冲突的战斗;因为普拉基杜斯越是看出我急于交战,他自己就越是因恐惧而退缩;然而他并未离开托勒迈斯。

§216

Κατὰ τοῦτον δὲ τὸν καιρὸν ἀφικόμενος Ἰωνάθης μετὰ τῶν συμπρέσβεων, ὧν ἔφαμεν ἐκ τῶν Ἱεροσολύμων ὑπὸ τῶν περὶ Σίμωνα καὶ Ἄνανον τὸν ἀρχιερέα πεπέμφθαι, λαβεῖν διʼ ἐνέδρας ἐπεβούλευεν· φανερῶς γὰρ ἐπιχειρεῖν οὐκ ἐτόλμα.

正值此时,约拿单带着他的同僚使节们抵达了——正如我们前面所言,他们是由西蒙和大祭司阿纳努斯一派从耶路撒冷派来的——,图谋设下伏兵逮捕我;因为他不敢公开下手。

§217

γράφει δὲ πρός με τοιαύτην ἐπιστολήν· Ἰωνάθης καὶ οἱ σὺν αὐτῷ πεμφθέντες ὑπὸ τῶν Ἱεροσολυμιτῶν Ἰωσήπῳ χαίρειν. ἡμεῖς ὑπὸ τῶν ἐν Ἱεροσολύμοις πρώτων ἀκουσάντων τὸν ἀπὸ Γισχάλων Ἰωάννην ἐπιβεβουλευκέναι σοι πολλάκις ἐπέμφθημεν ἐπιπλήξοντες αὐτῷ καὶ παραινέσοντες εἰς τὸ λοιπὸν ὑπακούειν σοι.

他给我写了这样一封信: “耶路撒冷人所派遣的约拿单及随行人员,向约瑟夫斯致意。耶路撒冷的首脑人物听闻吉斯卡拉的约翰屡次对你图谋不轨,我们受他们派遣前来责备他,并劝诫他今后听命于你。

§218

βουλεύσασθαι δὲ σὺν σοὶ θέλοντες περὶ τῶν κοινῇ πρακτέων παρακαλοῦμεν ἥκειν θᾶττον πρὸς ἡμᾶς μὴ μετὰ πολλῶν· οὐδὲ γὰρ ἡ κώμη δύναιτʼ ἂν στρατιωτῶν πλῆθος ἐπιδέξασθαι.

我们希望能与你商议共同当办之事,请你尽快前来与我们会面,切勿携带大批随从;因为这村庄无法容纳大批驻军。”

§219

ταῦτα δʼ ἔγραφον προσδοκῶντες δυοῖν θάτερον, ἢ ὅτι χωρὶς ὅπλων ἀφικόμενον πρὸς αὐτοὺς ἕξουσιν ὑποχείριον, ἢ πολλοὺς ἐπαγόμενον κρινοῦσι πολέμιον.1

他们写这些话,指望出现两种情况之一:要么我赤手空拳前去见他们,从而落入他们的掌控;要么我带了大批人马前来,从而被他们定性为公敌。

§220

ἧκεν δέ μοι τὴν ἐπιστολὴν ἱππεὺς κομίζων θρασὺς ἄλλως νεανίας τῶν παρὰ βασιλεῖ ποτε στρατευσαμένων. ἦν δʼ ὥρα νυκτὸς ἤδη δευτέρα, καθʼ ἣν ἐτύγχανον μετὰ τῶν φίλων καὶ τῶν τῆς Γαλιλαίας πρώτων ἑστιώμενος.

把信送来给我的是一名骑兵,那是一个在其他方面也十分狂妄的年轻人,曾在国王麾下从过军。当时已是夜间第二更时分,我正巧同朋友们以及加利利的首领人物一同饮宴。

§221

οὗτος δὴ προσαγγείλαντος οἰκέτου μοι ἥκειν τινὰ ἱππέα Ἰουδαῖον, εἰσκληθεὶς ἐμοῦ κελεύσαντος ἠσπάσατο μὲν οὐδʼ ὅλως, τὴν δὲ ἐπιστολὴν προτείνας, ταύτην, εἶπεν, οἱ ἐξ Ἱεροσολύμων ἥκοντες πεπόμφασί σοι. γράφε δὴ τάχιστα καὶ σύ· καὶ γὰρ ἐπείγομαι πρὸς αὐτοὺς ὑποστρέφειν. οἱ μὲν οὖν κατακείμενοι τὴν τοῦ στρατιώτου τόλμαν ἐθαύμασαν, ἐγὼ δὲ καθέζεσθαι παρεκάλουν καὶ συνδειπνεῖν ἡμῖν. ἀρνησαμένου δὲ τὴν μὲν ἐπιστολὴν μετὰ χεῖρας εἶχον ὡς ἐδεξάμην, πρὸς δὲ τοὺς φίλους περὶ πραγμάτων ἑτέρων τὴν ὁμιλίαν ἐποιούμην.

有一名家奴向我禀报说有一名犹太骑兵到来,经我吩咐引其入内后,他根本毫无敬意地不行致候礼,只递过信件说道: “从耶路撒冷来的人把这个送给你。你也尽快写复信吧;因为我正急着赶回去见他们。” 在座的人对这名士兵的大胆无礼深感震惊,我却请他坐下与我们一同进餐。当他予以拒绝后,我将信件照原样拿在手中,转而同朋友们攀谈起其他事情。

§223

μετʼ οὐ πολλὴν δʼ ὥραν ἐξαναστὰς καὶ τοὺς μὲν ἄλλους ἀπολύσας ἐπὶ κοίτην, τέσσαρας δέ μοι μόνον τῶν ἀναγκαίων φίλων προσμεῖναι κελεύσας καὶ τῷ παιδὶ προστάξας οἶνον ἑτοιμάσαι, τὴν ἐπιστολὴν ἀναπτύξας μηδενὸς ἐμβλέποντος κἀξ αὐτῆς ταχὺ συνεὶς τὴν τῶν γεγραμμένων ἐπίνοιαν, πάλιν αὐτὴν ἐσημηνάμην.

过了不久,我便起身,打发其余的人去就寝,只吩咐我四位亲近的朋友留下来,并命令仆人备好酒水;随后,趁无人注视之时拆开信函,迅速洞悉了信中文字的用意,便将信重新封好。

§224

καὶ ὡς μὴ προανεγνωκώς, ἀλλὰ μετὰ χεῖρας αὐτὴν ἔχων, προσέταξα τῷ στρατιώτῃ δραχμὰς εἴκοσι ἐφόδιον δοθῆναι. τοῦ δὲ λαβόντος καὶ χάριν ἔχειν φήσαντος συνεὶς τὴν αἰσχροκέρδειαν αὐτοῦ καὶ ὡς ταύτῃ μάλιστά ἐστιν ἁλώσιμος, ἀλλʼ εἰ συμπιεῖν ἡμῖν, ἔφην, θελήσειας, λήψει κατὰ κύαθον δραχμὴν μίαν. ὁ δʼ ἄσμενος ὑπήκουσεν, καὶ πολὺν τὸν οἶνον προσφερόμενος ὑπὲρ τοῦ πλέον λαβεῖν τὸ ἀργύριον καὶ μεθυσθεὶς οὐκέτι τὰ ἀπόρρητα στέγειν ἐδύνατο, ἀλλʼ ἔφραζεν οὐκ ἐρωτώμενος τήν τε συνεσκευασμένην ἐπιβουλὴν καὶ ὡς κατεψηφισμένος εἴην θάνατον παρʼ αὐτοῖς.2

我装作未曾提前阅读过的样子,只是把它拿在手中,吩咐赏给该士兵二十德拉克马作为盘缠。他收下钱并表示感谢之后,我察觉到他的贪婪,看出这是他最易被攻破的软肋,便说道:“不过,你若愿意与我们共饮,每饮一杯便可得一德拉克马。” 他欣然遵命,为了赚取更多银钱而大口豪饮,喝醉之后便再也无法守住机密,未等询问便全盘托出了精心策划的阴谋,以及在他们那里我已被判处死刑的实情。

§226

ταῦτʼ ἀκούσας ἀντιγράφω τὸν τρόπον τοῦτον· Ἰώσηπος Ἰωνάθῃ καὶ τοῖς σὺν αὐτῷ χαίρειν. ἐρρωμένους ὑμᾶς εἰς τὴν Γαλιλαίαν ἥκειν πυθόμενος ἥδομαι, μάλιστα δʼ ὅτι δυνήσομαι παραδοὺς ὑμῖν τὴν τῶν ἐνθάδε πραγμάτων ἐπιμέλειαν εἰς τὴν πατρίδα πορευθῆναι· τοῦτο γὰρ καὶ πάλαι ποιεῖν ἤθελον.

听闻这些后,我如此回复道: “约瑟夫斯向约拿单及其随行人员致意。获悉你们安抵加利利,我甚感欣慰,尤其是因为把此地的治理之权移交给你们后,我便能启程前往我的祖国;因为这本是我早想做的事。

§227

ἔδει μὲν οὖν μὴ μόνον εἰς Ξαλὼθ παραγενέσθαι με πρὸς ὑμᾶς, ἀλλὰ πόρρω καὶ μηδὲ κελευσάντων,3 συγγνώμης δὲ τυχεῖν ἀξιῶ μὴ δυνάμενος τοῦτο ποιῆσαι παραφυλάσσων ἐν Χαβωλὼ Πλάκιδον εἰς τὴν Γαλιλαίαν ἀναβῆναι διʼ ἐννοίας ἔχοντα. ἥκετε οὖν ὑμεῖς πρός με τὴν ἐπιστολὴν ἀναγνόντες. ἔρρωσθε.

本来我不仅应当去克萨洛特与你们会面,即使未奉指令,也当走得更远;但请体谅我因在哈博洛防备意欲进犯加利利的普拉基杜斯而无法脱身。故请你们读罢来信后,亲自前来我处。祝安好。”

§228

Ταῦτα γράψας δοὺς τῷ στρατιώτῃ φέρειν συνεξέπεμψα τριάκοντα τῶν Γαλιλαίων δοκιμωτάτους, ὑποθέμενος αὐτοῖς ἀσπάσασθαι μὲν ἐκείνους, ἕτερον δὲ μηδὲν λέγειν. ἔταξα δὲ καθʼ ἕκαστον αὐτῶν πιστῶν ὁπλιτῶν ἕνα παραφυλάξοντα, μή τις τοῖς πεμφθεῖσιν ὑπʼ ἐμοῦ πρὸς τοὺς περὶ τὸν Ἰωνάθην ὁμιλία γένηται.

我写好信交给那名士兵携带,并派出三十名最有声望的加利利人与他同行,吩咐他们只向对方致意,不可多言其他。我还为他们每人配备了一名我所信任的重装步兵予以监视,以免我派出的人与约拿单一派发生交谈。

语法注3 条
  1. 219προσδοκῶντες δυοῖν θάτερον, ἢ ὅτι χωρὶς ὅπλων ἀφικόμενον πρὸς αὐτοὺς ἕξουσιν ὑποχείριον, ἢ πολλοὺς ἐπαγόμενον κρινοῦσι πολέμιον

    短语 δυοῖν θάτερον(二者之一)由表示选择的 ἢ... ἤ...(要么……要么……)结构展开说明。前半分句带有引导名词性从句的连词 ὅτι(ἢ ὅτι... ἕξουσιν),后半分句中 ὅτι 被省略,直接由 ἢ... κρινοῦσι 并列。分词 ἀφικόμενον 与 ἐπαγόμενον 均为指代约瑟夫斯的宾格分词,分别充当 ἕξουσιν 与 κρινοῦσι 的宾语。

  2. 225ὡς κατεψηφισμένος εἴην θάνατον παρʼ αὐτοῖς

    在 ὡς 引导的间接引语从句中使用了祈愿法 εἴην。动词 καταψηφίζομαι 通常要求“被判决者(属格)+惩罚(宾格)”的结构;在此处转化为以人为被动主语的完成时分词(κατεψηφισμένος),表示刑罚的名词 θάνατον 则作为被动语态中的保留宾格(retained accusative)得以保留。

  3. 227ἔδει μὲν οὖν μὴ μόνον εἰς Ξαλὼθ παραγενέσθαι με πρὸς ὑμᾶς, ἀλλὰ πόρρω καὶ μηδὲ κελευσάντων

    无人称过去未完成时动词 ἔδει 加上不定词 παραγενέσθαι 构成了表示过去未履行的应然/义务的反事实表达(“本来应当……却未能”)。句末的 μηδὲ κελευσάντων 是独立属格结构,其逻辑主语代词(ὑμῶν)根据语境省略(意为“即便你们未曾下令”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0526.tlg002.humanitext-grc2:215-228