← 弗拉维奥·约瑟夫斯

约瑟夫斯自传

§202-214

暗杀密谋败露与约瑟夫斯留守加利利

得知耶路撒冷使团受命暗杀自己后,约瑟夫斯本打算启程回乡,但在梦兆的启示和加利利民众的哀求下决定留任,并率军前往边境村庄哈博洛以防备罗马将领普拉基杜斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§202

λαβόντες ἐντολὰς παρὰ τῶν πεμψάντων, εἰ μὲν ἑκὼν καταθείμην τὰ ὅπλα, ζῶντα πέμπειν εἰς τὴν Ἱεροσολυμιτῶν πόλιν, εἰ δʼ ἀντιτασσοίμην, ἀποκτεῖναι μηδὲν δεδιότας·1 αὐτῶν γὰρ εἶναι τὸ πρόσταγμα.

使节们从派遣者那里领受了指示:如果我自愿放下武器,就将我活着押送到耶路撒冷城;如果我反抗,就毫不畏惧地将我杀死,因为这正是他们的命令。

§203

ἐγεγράφεισαν δὲ καὶ τῷ Ἰωάννῃ πρὸς τὸν κατʼ ἐμοῦ πόλεμον ἑτοιμάζεσθαι, τοῖς τε Σέπφωριν καὶ Γάβαρα κατοικοῦσιν καὶ Τιβεριεῦσιν προσέταττον συμμαχίαν τῷ Ἰωάννῃ πέμπειν.

他们还致信约翰,让他准备对我发起战争,并命令塞福里斯、加巴拉和提比里亚的居民向约翰派出援军。

§204

Ταῦτά μοι τοῦ πατρὸς γράψαντος, ἐξεῖπε δὲ πρὸς αὐτὸν Ἰησοῦς ὁ τοῦ Γαμαλᾶ τῶν ἐν αὐτῇ τῇ βουλῇ γενομένων εἷς, φίλος ὢν καὶ συνήθης ἐμοί, σφόδρα περιήλγησα τούς τε πολίτας οὕτως περὶ ἐμὲ γενομένους ἀχαρίστους ἐπιγνοὺς διὰ φθόνον ἀναιρεθῆναί με προστάξαι, καὶ τῷ τὸν πατέρα διὰ τῶν γραμμάτων πολλά με παρακαλεῖν ἀφικέσθαι πρὸς αὐτόν·2 ποθεῖν γὰρ ἔφη θεάσασθαι τὸν υἱὸν πρὸ τοῦ τελευτῆσαι.

当我的父亲将这些情况写信告知我时——向他透露消息的是当时议事会成员之一、迦马拉之子赫苏斯,他是我的老友和亲密同伴——,我深感悲痛:一方面得知同胞市民们对我竟然如此忘恩负义,出于嫉妒竟下令将我处死;另一方面,父亲在信中一再恳求我去见他,因为他说希望在死前见儿子一面。

§205

ταῦτα δὴ πρὸς τοὺς φίλους εἶπον καὶ ὅτι μετὰ τρίτην ἡμέραν καταλιπὼν τὴν χώραν αὐτῶν εἰς τὴν πατρίδα πορευσοίμην. λύπη δʼ ἅπαντας τοὺς κἀκούσαντας κατέσχε παρεκάλουν τε κλαίοντες μὴ ἐγκαταλιπεῖν αὐτοὺς ἀπολουμένους, εἰ τῆς ἐμῆς στρατηγίας ἀποστερηθεῖεν.

于是,我将这些事告诉了朋友们,并表示三天后将离开他们的土地返回家乡。听闻此言者无不陷入悲痛之中,他们哭泣着恳求我不要抛弃他们,因为一旦失去我的统领,他们就将走向毁灭。

§206

οὐ κατανεύοντος δέ μου ταῖς ἱκετείαις αὐτῶν, ἀλλὰ περὶ τῆς ἐμαυτοῦ φροντίζοντος σωτηρίας, δείσαντες οἱ Γαλιλαῖοι, μὴ ἀπελθόντος εὐκαταφρόνητοι τοῖς λῃσταῖς γένοιντο, πέμπουσιν εἰς τὴν Γαλιλαίαν ἅπασαν τοὺς σημανοῦντας τὴν ἐμὴν γνώμην περὶ τῆς ἀπαλλαγῆς.

由于我没有应允他们的恳请,而是为自己的安危考量,加利利人担心我离去后他们会轻易任由强盗宰割,便派人前往整个加利利,宣告我决意离去的打算。

§207

πολλοὶ δὲ καὶ πανταχόθεν συνήχθησαν, ὡς ἤκουσαν, μετὰ γυναικῶν καὶ τέκνων, οὐ πόθῳ, δοκῶ μοι, τῷ πρὸς ἐμὲ μᾶλλον ἢ τῷ περὶ αὐτῶν δέει τοῦτο πράττοντες· ἐμοῦ γὰρ παραμένοντος πείσεσθαι κακὸν οὐδὲν ὑπελάμβανον. ἧκον οὖν πάντες εἰς τὸ μέγα πεδίον, ἐν ᾧ διέτριβον· Ἀσωχίς ἐστιν ὄνομα αὐτῷ.

许多人闻讯后从各地携妻带子聚集而来,依我之见,他们这样做与其说是出于对我的爱戴,不如说是出于对自身的恐惧;因为他们认为只要我留下来,他们就不会遭受任何祸患。于是他们全都来到了我当时驻扎的大平原,该平原名叫阿索基斯。

§208

Διὰ δὲ τῆς νυκτὸς ἐκείνης θαυμάσιον οἷον ὄνειρον3 ἐθεασάμην· ἐπεὶ γὰρ εἰς κοίτην ἐτραπόμην διὰ τὰ γραφέντα λυπούμενος καὶ τεταραγμένος, ἔδοξά τινα λέγειν ἐπιστάντα μοι, παῦσαι τὴν ψυχήν, ὦ οὗτος, ἀλγῶν,4 παντὸς δʼ ἀπαλλάσσου φόβου· τὰ γὰρ λυποῦντά σε μέγιστον ποιήσει καὶ ἐν πᾶσιν εὐτυχέστατον, κατορθώσεις δʼ οὐ μόνον ταῦτα, ἀλλὰ καὶ πολλὰ ἕτερα. μὴ κάμνε δή, μέμνησο δʼ ὅτι καὶ Ῥωμαίοις δεῖ σε πολεμῆσαι. τοῦτον δὲ τὸν ὄνειρον θεασάμενος διανίσταμαι καταβῆναι προθυμούμενος εἰς τὸ πεδίον. πρὸς δὲ τὴν ἐμὴν ὄψιν πᾶν τὸ πλῆθος τῶν Γαλιλαίων, ἦσαν δʼ ἐν αὐτοῖς γυναῖκές τε καὶ παῖδες, ἐπὶ στόμα ῥίψαντες ἑαυτοὺς καὶ δακρύοντες ἱκέτευον μὴ σφᾶς ἐγκαταλιπεῖν τοῖς πολεμίοις, μηδʼ ἀπελθεῖν ἐάσαντα τὴν χώραν αὐτῶν ἐνύβρισμα τοῖς ἐχθροῖς ἐσομένην.

在那天夜里,我看到了一个何等神异的梦境:由于被信中所写的内容所折磨与扰乱,我躺到床上后,仿佛觉得有人站在我身旁说道: “喂,此人啊,莫要再让你的心灵受苦,抛开一切恐惧吧!因为此刻令你痛苦的事,将使你成为最伟大、在万事上最为幸运的人,你不仅会成功渡过这些难关,还会成就许多别的大事。切莫沮丧;还要谨记,你还必须与罗马人作战。” 目睹了这个梦境后,我起身急切地想要下到平原上去。而加利利民众一见到我——其中还有妇女和儿童——便仆倒在地,流着泪哀求我不要将他们丢弃给仇敌,也不要离去而任由他们的土地沦为仇敌侮慢践踏的对象。

§211

ὡς δὲ ταῖς δεήσεσιν οὐκ ἔπειθον, κατηνάγκαζον ὅρκοις μένειν παρʼ ἑαυτοῖς ἐλοιδοροῦντό τε τῷ δήμῳ πολλὰ τῶν Ἱεροσολυμιτῶν ὡς εἰρηνεύεσθαι τὴν χώραν αὐτῶν οὐκ ἐῶντι.

当他们发现哀求无法说服我时,便以誓言强迫我留与他们同在,并极力咒骂耶路撒冷民众不让他们的土地享有和平。

§212

Ταῦτα δὴ καὶ ἐπακούων αὐτῶν καὶ βλέπων τοῦ πλήθους τὴν κατήφειαν ἐκλάσθην πρὸς ἔλεον, ἄξιον εἶναι νομίζων ὑπὲρ τοσούτου πλήθους καὶ προδήλους κινδύνους ὑπομένειν. κατανεύω δὴ μένειν, καὶ πεντακισχιλίους ἐξ αὐτῶν ὁπλίτας ἥκειν κελεύσας ἔχοντας ἑαυτοῖς τροφὰς ἐπὶ τὰς οἰκήσεις διαφῆκα τοὺς ἄλλους.

我既听到了他们的这番话,又看到了众人的沮丧之情,便心生怜悯,认为为如此众多的人民承受明知不可避免的危险也是值得的。于是我答应留下来,并命令他们中的五千名重装步兵自备口粮前来集结,遣散了其他人返回各自的居所。

§213

ἐπεὶ δὲ οἱ πεντακισχίλιοι παρεγένοντο, τούτους ἀναλαβὼν καὶ τρισχιλίους τοὺς σὺν ἐμαυτῷ στρατιώτας, ἱππεῖς δʼ ὀγδοήκοντα, τὴν πορείαν εἰς Χαβωλὼ κώμην Πτολεμαΐδος μεθόριον οὖσαν ἐποιησάμην, κἀκεῖ τὰς δυνάμεις συνεῖχον ἑτοιμάζεσθαι σκηπτόμενος ἐπὶ τὸν πρὸς Πλάκιδον πόλεμον.

当这五千人到达后,我率领他们以及随我同在的三千名士兵和八十名骑兵,行军至托勒迈斯边境的一座名叫哈博洛的村庄,在那里整饬军队,托辞准备迎战普拉基杜斯。

§214

ἀφίκετο δʼ οὗτος μετὰ δύο σπειρῶν πεζοῦ στρατεύματος καὶ ἱππέων ἴλης μιᾶς ὑπὸ Κεστίου Γάλλου πεμφθείς, ἵνʼ ἐμπρήσῃ τὰς κώμας τῶν Γαλιλαίων, αἳ πλησίον ἦσαν Πτολεμαΐδος. βαλλομένου δʼ ἐκείνου χάρακα πρὸ τῆς Πτολεμαέων πόλεως τίθεμαι κἀγὼ στρατόπεδον τῆς κώμης ὅσον ἑξήκοντα σταδίους ἀποσχών.

此人是受塞斯提乌斯·加卢斯派遣,率领两支步兵大队和一队骑兵前来的,目的是焚毁托勒迈斯附近的加利利人村落。当他在托勒迈斯城前修筑营垒时,我也在距该村约六十斯塔德处扎下了营盘。

语法注4 条
  1. 202λαβόντες ἐντολὰς παρὰ τῶν πεμψάντων, εἰ μὲν ἑκὼν καταθείμην τὰ ὅπλα, ζῶντα πέμπειν εἰς τὴν Ἱεροσολυμιτῶν πόλιν, εἰ δʼ ἀντιτασσοίμην, ἀποκτεῖναι μηδὲν δεδιότας

    分词 λαβόντες 承接前一语段末尾主句的主语(约拿单等使节)。不定词 πέμπειν 与 ἀποκτεῖναι 用作间接命令的不定式,解释说明 ἐντολάς(指令)的具体内容;条件从句中的动词 καταθείμην 和 ἀντιτασσοίμην 则是在间接引语中表示过去转述的斜格祈愿语气(oblique optative)。

  2. 204σφόδρα περιήλγησα τούς τε πολίτας οὕτως περὶ ἐμὲ γενομένους ἀχαρίστους ἐπιγνοὺς διὰ φθόνον ἀναιρεθῆναί με προστάξαι, καὶ τῷ τὸν πατέρα διὰ τῶν γραμμάτων πολλά με παρακαλεῖν ἀφικέσθαι πρὸς αὐτόν

    该句是主动词 περιήλγησα(我深感悲痛)之后并列其原因的长句结构。由 καί 连接的两个表示原因的成分并列:(1) 分词短语 ἐπιγνοὺς...(得知……),后接宾格加不定式从句;(2) 带有原因与格定冠词的不定式短语 καὶ τῷ τὸν πατέρα... παρακαλεῖν(以及父亲……恳求)。

  3. 208θαυμάσιον οἷον ὄνειρον

    θαυμάσιον οἷον 是一个习语性紧缩表达(类似于 θαυμαστόν ὅσον 或拉丁语的 mirum quantum),作副词性或强化形容词性修饰,意为“何等惊人的(梦)”或“令人惊叹的(梦)”。

  4. 209παῦσαι τὴν ψυχήν, ὦ οὗτος, ἀλγῶν

    παῦσαι 是中动动词 παύομαι(停止)的第二人称单数不定过去式祈使语气,后接补充性分词 ἀλγῶν(痛苦、受苦)。宾格 τὴν ψυχήν 在此作为关系/限制宾格(accusative of respect),意为“在心灵上”停止痛苦。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0526.tlg002.humanitext-grc2:202-214