- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 4. Niese, Benedikt, editor. Berlin: Weidmann, 1890.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg002.humanitext-grc2:189-201
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
吉斯卡拉的约翰通过迦玛列之子西蒙用金钱收买大祭司阿纳努斯等人,密谋罢免并驱逐加利利统帅约瑟普斯,并派遣了一个使节团及武装部队。
Ἰωάννῃ δὲ τῷ τοῦ Ληουεῖ τὸ κατʼ ἐμοῦ μῖσος προσηύξετο βαρέως φέροντι τὴν ἐμὴν εὐπραγίαν. προθέμενος οὖν πάντως ἐκποδών με ποιήσασθαι τῇ μὲν αὐτοῦ πατρίδι τοῖς Γισχάλοις κατασκευάζει τείχη, τὸν ἀδελφὸν δὲ Σίμωνα καὶ τὸν τοῦ Σισέννα Ἰωνάθην ὁπλιτῶν περὶ ἑκατὸν εἰς Ἱεροσόλυμα πέμπει πρὸς τὸν τοῦ Γαμαλιήλου Σίμωνα παρακαλέσοντας αὐτὸν πεῖσαι τὸ κοινὸν τῶν Ἱεροσολυμιτῶν τὴν ἀρχὴν ἀφελομένους ἐμὲ τῶν Γαλιλαίων1 αὐτῷ ψηφίσασθαι τὴν ἐξουσίαν τούτων.
列维之子约翰对我的成就深感不悦,对我的仇恨也随之加深。因此,他立意千方百计除掉我,一方面为自己的家乡吉斯卡拉修筑城墙,另一方面派他的兄弟西蒙和西森纳之子约拿单率领约百名重装步兵前往耶路撒冷,去见迦玛列之子西蒙,恳求他劝说耶路撒冷民众大会剥夺我对加利利人的统帅权,并将对他们的统治权投票授予他。
ὁ δὲ Σίμων οὗτος ἦν πόλεως μὲν Ἱεροσολύμων, γένους δὲ σφόδρα λαμπροῦ, τῆς δὲ Φαρισαίων αἱρέσεως, οἳ περὶ τὰ πάτρια νόμιμα δοκοῦσιν τῶν ἄλλων ἀκριβείᾳ διαφέρειν.
这位西蒙是耶路撒冷城人,出身极为显赫,属于法利赛派——该派在祖传规条上被认为比其他人更为严谨。
ἦν δʼ οὗτος ἀνὴρ πλήρης συνέσεως καὶ λογισμοῦ δυνάμενός τε πράγματα κακῶς κείμενα φρονήσει τῇ ἑαυτοῦ διορθώσασθαι, φίλος τε παλαιὸς τῷ Ἰωάννῃ καὶ συνήθης, πρὸς ἐμὲ δὲ τότε διαφόρως εἶχεν.
此人富有智谋与见识,善于以自身的聪明才智扭转不利的局势;他是约翰的老友和亲故,当时却对我怀有敌意。
δεξάμενος οὖν τὴν παράκλησιν ἔπειθεν τοὺς ἀρχιερεῖς Ἄνανον καὶ Ἰησοῦν τὸν τοῦ Γαμαλᾶ τινάς τε τῶν τῆς αὐτῶν στάσεως ἐκείνους ἐκκόπτειν με φυόμενον καὶ μὴ περιιδεῖν ἐπὶ μήκιστον αὐξηθέντα δόξης, συνοίσειν αὐτοῖς λέγων, εἰ τῆς Γαλιλαίας ἀφαιρεθείην· μὴ μέλλειν δὲ παρεκάλει τοὺς περὶ τὸν Ἄνανον, μὴ καὶ φθάσας γνῶναι μετὰ πολλῆς ἐπέλθω τῇ πόλει δυνάμεως.2
他接受了这一请求后,便劝说大祭司阿纳努斯和加马拉之子耶稣,以及他们党派中的若干人,应当在我羽翼未丰时将我铲除,切勿放任我达到声望的顶峰;他声称如果将我从加利利革职,将对他们大有裨益;他更敦促阿纳努斯等人不可拖延,以免我先发觉实情而率大军进犯该城。
ὁ μὲν Σίμων ταῦτα συνεβούλευεν· ὁ δὲ ἀρχιερεὺς Ἄνανος οὐ ῥᾴδιον εἶναι τὸ ἔργον ἀπέφαινεν· πολλοὺς γὰρ τῶν ἀρχιερέων καὶ τοῦ πλήθους προεστῶτας μαρτυρεῖν, ὅτι καλῶς ἐγὼ στρατηγῶ· ποιεῖσθαι δὲ κατηγορίαν ἀνδρός, καθʼ οὗ μηδὲν λέγειν δύνανται δίκαιον, φαύλων ἔργον εἶναι.
西蒙提出了这些建议,大祭司阿纳努斯却指出此事绝非易事:因为许多大祭司和民众的领袖都证明我统率得当,而对一个无可指责的人进行诬告,实属卑劣之徒的行径。
Σίμων δʼ ὡς ἤκουσεν ταῦτα παρὰ τοῦ Ἀνάνου, σιωπᾶν μὲν ἐκείνους ἠξίωσεν μηδʼ εἰς πολλοὺς ἐκφέρειν τοὺς λόγους αὐτῶν· προνοήσεσθαι γὰρ αὐτὸς ἔφασκεν, ἵνα θᾶττον μετασταθείην ἐκ τῆς Γαλιλαίας· προσκαλεσάμενος δὲ τὸν ἀδελφὸν τοῦ Ἰωάννου προσέταξεν πέμπειν δωρεὰς τοῖς περὶ τὸν Ἄνανον· τάχα γὰρ οὕτως ἔφη πείσειν αὐτοὺς μεταθέσθαι τὰς γνώμας.
西蒙从阿纳努斯那里听到这些话后,要求他们保持沉默,切勿向众人泄露这些谈话;因为他说自己会想方设法让我尽快被撤出加利利。他召来约翰的兄弟,吩咐他向阿纳努斯一派送礼;因为他说,或许这样就能说服他们改变主意。
καὶ τέλος ἔπραξεν ὁ Σίμων ὃ προύθετο· ὁ γὰρ Ἄνανος καὶ οἱ σὺν αὐτῷ τοῖς χρήμασιν διαφθαρέντες συντίθενται τῆς Γαλιλαίας ἐκβαλεῖν με μηδενὸς ἄλλου τῶν κατὰ τὴν πόλιν τοῦτο γινώσκοντος. καὶ δὴ ἔδοξεν αὐτοῖς πέμπειν ἄνδρας κατὰ γένος μὲν διαφέροντας, τῇ παιδείᾳ δʼ ὁμοίους.
最终西蒙达成了他的企图:阿纳努斯和同谋者被金钱腐蚀,在城中其他人都被蒙在鼓里的情况下,同意将我逐出加利利。他们遂决定派遣几名出身不同但在学养上旗鼓相当的人去办此事。
ἦσαν δʼ αὐτῶν οἱ μὲν δύο δημοτικοί, Ἰωνάθης καὶ Ἀνανίας Φαρισαῖοι τὴν αἵρεσιν, ὁ δὲ τρίτος Γόζορος ἱερατικοῦ γένους, Φαρισαῖος καὶ αὐτός· Σίμων δʼ ἐξ ἀρχιερέων νεώτατος ἐκείνων.
他们中有两人是平民,即法利赛派的约拿单和阿纳尼亚斯;第三位戈佐罗斯出身祭司家族,自己也是法利赛人;而西蒙则是他们中最年轻的,出身于大祭司家族。
τούτους ἐκέλευον ἀφικομένους εἰς τὸ πλῆθος τῶν Γαλιλαίων πυθέσθαι παρʼ αὐτῶν τὴν αἰτίαν, διʼ ἣν ἐμὲ φιλοῦσιν· εἰ δὲ φαῖεν, ὅτι πόλεως εἴην τῆς Ἱεροσολύμων, καὶ αὐτοὺς ἐξ ἐκείνων λέγειν ὑπάρχειν τοὺς τέσσαρας,3 εἰ δὲ διὰ τὴν ἐμπειρίαν τῶν νόμων, μηδʼ αὐτοὺς ἀγνοεῖν ἔθη τὰ πάτρια φάσκειν, εἰ δʼ αὖ διὰ τὴν ἱερωσύνην λέγοιεν ἀγαπᾶν με, καὶ αὐτῶν ἀποκρίνεσθαι δύο ἱερεῖς ὑπάρχειν.
他们命令这些人一到达加利利民众面前,就询问他们爱戴我的原因。如果民众说是由于我来自耶路撒冷城,他们就说他们四人也来自那里;如果是由于精通律法,就声称他们自己也并非不谙祖传风俗;如果又说是因祭司身份而爱戴我,就回答说他们当中也有两位祭司。
Ταῦθʼ ὑποθέμενοι τοῖς περὶ τὸν Ἰωνάθην τέσσαρας μυριάδας ἀργυρίου διδόασιν αὐτοῖς ἐκ τῶν δημοσίων χρημάτων.
向约拿单等人交代了这些计策后,他们从公款中拨出四万银币付给他们。
ἐπεὶ δέ τινα Γαλιλαῖον ἤκουσαν Ἰησοῦν ὄνομα περὶ αὐτὸν τάξιν ἑξακοσίων ὁπλιτῶν ἔχειν ἐπιδημοῦντα τοῖς Ἱεροσολύμοις, τότε μεταπεμψάμενοι τοῦτον καὶ τριῶν μηνῶν μισθὸν δόντες ἐκέλευον ἕπεσθαι τοῖς περὶ τὸν Ἰωνάθην πειθαρχοῦντα αὐτοῖς, καὶ τῶν πολιτῶν δὲ τριακοσίοις ἀνδράσιν δόντες ἀργύριον εἰς τροφὴν τῶν ὅλων προσέταξαν ἀκολουθεῖν τοῖς πρέσβεσιν.
当他们听说有一位名叫耶稣的加利利人正留居耶路撒冷,身边拥有一支六百人的重装步兵队伍时,便召来此人,预付了他三个月的薪饷,命令他听从约拿单等人的调遣跟随行动;他们还拨给三百名本城公民银钱作为全军的口粮,吩咐他们随同使节出行。
πεισθέντων οὖν αὐτῶν καὶ πρὸς τὴν ἔξοδον εὐτρεπισθέντων ἐξῄεσαν οἱ περὶ τὸν Ἰωνάθην σὺν τούτοις ἐπαγόμενοι καὶ τὸν ἀδελφὸν τοῦ Ἰωάννου καὶ ὁπλίτας ἑκατόν,
在这些人被说服并为启程做好准备后,约拿单等人便带着他们,连同约翰的兄弟和一百名重装步兵一同出发了,
- 190τὴν ἀρχὴν ἀφελομένους ἐμὲ τῶν Γαλιλαίων
动词 ἀφαιρέω 在表示“剥夺某人的某物”时采用双宾格结构(被剥夺的人 ἐμέ 与被剥夺的事物 τὴν ἀρχήν)。分词 ἀφελομένους 采用阳性复数,与前文集体中性名词 τὸ κοινόν(耶路撒冷民众)按意义一致(constructio ad sensum),修饰不定式 ψηφίσασθαι 的逻辑主语。τῶν Γαλιλαίων 为依附于 τὴν ἀρχήν 的宾格性属格(“对加利利人的统帅权”)。
- 193μὴ καὶ φθάσας γνῶναι μετὰ πολλῆς ἐπέλθω τῇ πόλει δυνάμεως
由表示忧惧或防范的连词 μή(“以免”)引导并支配虚拟式 ἐπέλθω。分词 φθάσας(“抢先/提前”)与不定式 γνῶναι(“获悉/察觉”)连用,有别于古典时期常见的 φθάνω +分词句式,体现了后古典时期搭配不定式的变体,意为“免得我提前发觉,率大军进犯该城”。
- 198καὶ αὐτοὺς ἐξ ἐκείνων λέγειν ὑπάρχειν τοὺς τέσσαρας
间接引语中命令句的延续。不定式 λέγειν 承接前文统辖动词 ἐκέλευον(命令),作为条件从句(εἰ δὲ φαῖεν)的归结主节。αὐτοὺς ... τοὺς τέσσαρας 为宾格主语,ὑπάρχειν 则为依附于 λέγειν 所引述内容的不定式,意为“(吩咐他们)说他们四人本身也来自那里”。
