- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 4. Niese, Benedikt, editor. Berlin: Weidmann, 1890.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg002.humanitext-grc2:175-188
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
约瑟普斯在宴席上安抚并释放了被捕的提比利亚领袖,随后叙述了腓力离开加马拉与该城叛乱的经过,并详述了自己在加利利各地的防御工事。
ἐγὼ δὲ τοὺς ἐκ τῆς εἱρκτῆς μεταπεμψάμενος τοῦ πλήθους τῶν Τιβεριέων, ἦν δὲ σὺν αὐτοῖς Ἰοῦστος καὶ ὁ πατὴρ αὐτοῦ Πιστός, συνδείπνους ἐποιησάμην, καὶ παρὰ τὴν ἑστίασιν ἔλεγον, ὅτι τὴν Ῥωμαίων δύναμιν οὐδʼ αὐτὸς ἀγνοῶ πασῶν διαφέρουσαν, σιγῴην1 μέντοι περὶ αὐτῆς διὰ τοὺς λῃστάς.
我则将提比利亚民众中的那些人从监狱中召来——其中有尤斯图斯和他的父亲皮斯图斯——与他们共进晚餐。在宴席上,我对他们说,我自己并非不知道罗马人的力量远胜于一切〔力量〕,但由于强盗们的缘故,我对此保持沉默。
καὶ αὐτοῖς δὲ ταῦτα συνεβούλευον ποιεῖν τὸν ἐπιτήδειον περιμένουσι καιρὸν καὶ μὴ δυσανασχετεῖν ἐμοὶ στρατηγῷ· μηδενὸς γὰρ αὐτοὺς ἑτέρου δυνήσεσθαι ῥᾳδίως ἐπιεικοῦς ὁμοίως τυχεῖν.
我还建议他们也这样做,等待适当时机的到来,并且不要对我担任将领心怀怨忿;因为他们很难轻易找到另一位同样宽容的将领。
τὸν Ἰοῦστον δὲ καὶ ὑπεμίμνησκον, ὅτι πρόσθεν ἤ με παραγενέσθαι ἐκ τῶν Ἱεροσολύμων οἱ Γαλιλαῖοι τἀδελφοῦ τὰς χεῖρας ἀποκόψειαν αὐτοῦ2 πρὸ τοῦ πολέμου πλαστῶν αὐτῷ γραμμάτων κακουργίαν ἐπικαλέσαντες, καὶ ὅτι μετὰ τὴν ἀναχώρησιν τὴν Φιλίππου Γαμαλῖται πρὸς Βαβυλωνίους στασιάζοντες ἀνέλοιεν Χάρητα, συγγενὴς δʼ ἦν οὗτος τοῦ Φιλίππου, καὶ ὡς Ἰησοῦν τὸν ἀδελφὸν αὐτοῦ ἄνδρα τῆς ἀδελφῆς Ἰούστου σωφρόνως κολάσειαν. ταῦτα παρὰ τὴν ἑστίασιν διαλεχθεὶς τοῖς περὶ τὸν Ἰοῦστον ἕωθεν ἐκέλευσα πάντας τῆς φυλακῆς ἀπολυθῆναι.
我还提醒尤斯图斯,在我从耶路撒冷抵达之前,加利利人曾以战前伪造信件的罪行指控其兄弟并斩断其双手;而在腓力撤离之后,加马拉人反抗巴比伦人,杀死了卡雷斯——此人是腓力的亲戚——,并且他们克制地惩戒了他的兄弟赫苏斯,即尤斯图斯姐妹的丈夫。在宴席上与尤斯图斯等人谈完这些后,我在清晨便下令将所有人从监狱中释放。
Πρὸ δὲ τούτων συνέβη τὸν Ἰακίμου Φίλιππον ἀπελθεῖν ἐκ Γάμαλα τοῦ φρουρίου τοιαύτης αἰτίας γενομένης·
在这些事情之前,雅基姆之子腓力曾从加马拉堡垒撤离,事情起因如下:
Φίλιππος πυθόμενος μεθεστάναι μὲν Οὔαρον ὑπὸ τοῦ βασιλέως Ἀγρίππα, διάδοχον δὲ ἀφῖχθαι Μόδιον Αἴκουον ἄνδρα φίλον αὐτῷ καὶ συνήθη πάλαι, γράφει πρὸς τοῦτον τὰς καθʼ ἑαυτὸν τύχας ἀπαγγέλλων καὶ παρακαλῶν τὰ παρʼ αὐτοῦ πεμφθέντα γράμματα πρὸς τοὺς βασιλέας ἀποστεῖλαι.
腓力获悉阿格里帕王撤换了瓦鲁斯,而继任者是莫狄乌斯·埃库乌斯——此人是他长期的密友和熟人,便写信给他,报告自己的境遇,并恳请他将自己递送的信函转送给国王们。
καὶ Μόδιος δεξάμενος τὰς ἐπιστολὰς ἐχάρη σφόδρα σώζεσθαι τὸν Φίλιππον ἐξ αὐτῶν ἐπιγνούς, καὶ πρὸς τοὺς βασιλέας ἔπεμψε τὰ γράμματα περὶ Βηρυτὸν ὄντας.
莫狄乌斯收到信件后从中得知腓力安然无恙,十分欣喜,遂将信件送交身在贝鲁特附近的国王们。
ὁ δὲ βασιλεὺς Ἀγρίππας ὡς ἔγνω ψευδῆ τὴν περὶ Φιλίππου φήμην γενομένην, λόγος γὰρ διῆλθεν, ὡς στρατηγοίη τῶν Ἰουδαίων ἐπὶ τὸν πρὸς Ῥωμαίους πόλεμον, ἔπεμψεν ἱππεῖς τοὺς παραπέμψοντας τὸν Φίλιππον.
阿格里帕王一旦得知有关腓力的传闻是虚假的——因为此前有传言称他率领犹太人向罗马人开战——便派遣骑兵护送腓力。
καὶ παραγενόμενον ἀσπάζεταί τε φιλοφρόνως τοῖς τε Ῥωμαίων ἡγεμόσιν ἐπεδείκνυεν, ὅτι δὴ Φίλιππος οὗτός ἐστιν, περὶ οὗ διεξῄει λόγος ὡς Ῥωμαίων ἀποστάντος. κελεύει δʼ αὐτὸν ἱππεῖς τινας ἀναλαβόντα θᾶττον εἰς Γάμαλα τὸ φρούριον πορευθῆναι τοὺς οἰκείους αὐτῷ πάντας ἐκεῖθεν ἐξάξοντα καὶ τοὺς Βαβυλωνίους εἰς τὴν Βατανέαν πάλιν ἀποκαταστήσοντα.
当他抵达时,国王亲切地欢迎了他,并向罗马将领们引见,指出这就是传闻背叛了罗马人的腓力。国王命令他带上几名骑兵,火速前往加马拉堡垒,将那里的所有亲眷带出,并让巴比伦人重新安置到巴塔奈亚。
παρήγγειλε δὲ καὶ πᾶσαν ποιήσασθαι πρόνοιαν ὑπὲρ τοῦ μὴ γενέσθαι τινὰ νεωτερισμὸν παρὰ τῶν ὑπηκόων. Φίλιππος μὲν οὖν ταῦτα τοῦ βασιλέως ἐπιστείλαντος ἔσπευδε ποιήσων ἃ προσέταξεν.
国王还吩咐他采取一切防范措施,以免臣民中发生任何动乱。在国王如此吩咐之后,腓力便急忙去执行所受的命令。
Ἰώσηπος δὲ τῆς ἰατρίνης3 πολλοὺς νεανίσκους θρασεῖς προτρεψάμενος αὐτῷ συνάρασθαι καὶ ἐπαναστὰς τοῖς ἐν Γάμαλα πρώτοις ἔπειθεν αὐτοὺς ἀφίστασθαι τοῦ βασιλέως καὶ ἀναλαβεῖν τὰ ὅπλα ὡς διὰ τούτων τὴν ἐλευθερίαν ἀποληψομένους. καὶ τινὰς μὲν ἐβιάσαντο, τοὺς δὲ μὴ συναρεσκομένους αὐτῶν ταῖς γνώμαις ἀνῄρουν.
然而,女医之子约瑟普斯怂恿许多凶悍的青年加入自己,并起事反对加马拉的显贵们,劝说他们背叛国王并拿起武器,以为借此便能重获自由。他们强迫了一部分人,而将那些不赞同其意见的人处死。
κτείνουσι δὲ καὶ Χάρητα, καὶ μετʼ αὐτοῦ τινα τῶν συγγενῶν Ἰησοῦν καὶ Ἰούστου δὲ τοῦ Τιβεριέως ἀδελφὴν ἀνεῖλον, καθὼς ἤδη προείπομεν, γράφουσι δὲ καὶ πρός με παρακαλοῦντες πέμψαι καὶ δύναμιν αὐτοῖς ὁπλιτῶν καὶ τοὺς ἀναστήσοντας αὐτῶν τῇ πόλει τείχη.
他们还杀害了卡雷斯,以及他的一位亲戚赫苏斯,并且杀害了提比利亚人尤斯图斯的姐妹,正如我们先前所叙述的那样。他们还写信给我,恳求我向他们派遣重装步兵队伍以及为他们的城镇筑墙的人员。
κἀγὼ πρὸς οὐδέτερον ἀντεῖπον ὧν ἠξίωσαν. ἀφίσταται δὲ τοῦ βασιλέως καὶ ἡ Γαυλανῖτις χώρα μέχρι κώμης Σολύμης. Σελευκείᾳ δὲ καὶ Σωγάνῃ φύσει κώμαις ὀχυρωτάταις ᾠκοδόμησα τείχη, τάς τε κατὰ τὴν ἄνω Γαλιλαίαν κώμας καὶ πάνυ πετρώδεις οὔσας ἐτείχισα παραπλησίως.
对于他们的请求,我两样都没有拒绝。戈兰地区直到索吕马村也脱离了国王的统治。我在塞琉西亚和索加内这两个天然极险固的村落修筑了城壁,并同样为上加利利那些极其多石的村落筑造了城墙。
ὀνόματα δʼ αὐταῖς Ἰάμνια Ἀμηρὼθ Ἀχαράβη. ὠχύρωσα δὲ καὶ τὰς ἐν τῇ κάτω Γαλιλαίᾳ πόλεις μὲν Ταριχέας Τιβεριάδα Σέπφωριν, κώμας δὲ Ἀρβήλων σπήλαιον, Βηρσουβαί, Σελαμήν, Ἰωτάπατα, Καφαραθʼ κωμος1 σωγαναι παφα καὶ τὸ Ἰταβύριον ὄρος. εἰς ταύτας καὶ σῖτον ἀπεθέμην πολὺν καὶ ὅπλα πρὸς ἀσφάλειαν τὴν μετὰ ταῦτα.
它们的名字是雅姆尼亚、阿梅罗特、阿卡拉贝。我还加固了下加利利的多座城镇,包括塔里凯埃、提比利亚和塞普福里斯,以及诸村落:阿尔贝拉的洞窟、贝尔苏拜、塞拉梅、约塔帕塔、卡法拉特·科莫斯、索加内、帕法以及伊塔比里翁山。我向这些地方储备了大量谷物和武器,以备日后的安全防务。
- 175σιγῴην
由过去时主要动词(ἔλεγον)引导的 ὅτι 从句中的间接引语希求语气(斜格希求法)。它取代了直陈语气现在时(σιγῶ),用于转述间接陈述的内容。
- 177τἀδελφοῦ τὰς χεῖρας ἀποκόψειαν αὐτοῦ
人称代词属格 αὐτοῦ 赘述性地修饰 τἀδελφοῦ(“他的那位兄弟”)。动词 ἀποκόψειαν 则是受主句过去时动词(ὑπεμίμνησκον)支配的 ὅτι 从句中的间接引语希求语气,代替了直陈语气不定过去时。
- 185Ἰώσηπος δὲ τῆς ἰατρίνης
带冠词的阴性属格名词 τῆς ἰατρίνης(女医或助产士)在此充当母称(matronymic),省略了 υἱός(“女医[之子]约瑟普斯”)。
