← 弗拉维奥·约瑟夫斯

约瑟夫斯自传

§160-174

伪装船队巧取提比利亚与平息叛乱

约瑟夫斯在兵力不足且临近安息日的情况下,用大批空船伪装满载军队,成功震慑提比利亚人并迫使其投降,最终迫使叛乱头目克莱图斯自断一手,未流一滴血便平息了事端。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§160

ὁσάκις γοῦν ἐν αὐταῖς διέτριβον οὐδὲ τῆς περὶ τὸ σῶμα φυλακῆς ἐποιούμην πρόνοιαν, πεῖραν παρὰ τῶν ἐνοικούντων τῆς πρός με πίστεως λαβὼν πολλάκις.

事实上,每当我留在那里时,我甚至不曾为身边的警卫作打算,因为我已经多次领教并确信了当地居民对我的忠诚。

§161

μόνους δʼ ἔχων περὶ ἐμαυτὸν ἑπτὰ τῶν ὁπλιτῶν καὶ τοὺς φίλους ἠπόρουν, ὃ πράξω· μεταπέμψασθαι γὰρ τὴν ἐμὴν δύναμιν διὰ τὸ λήγειν ἤδη τὴν ἐνεστῶσαν ἡμέραν οὐκ ἐδοκίμαζον· οὐδὲ γὰρ ἀφικομένης αὐτῆς εἰς τὴν ἐπιοῦσαν ὅπλα λαβεῖν κωλυόντων ἡμᾶς τῶν νόμων,1 κἂν μεγάλη τις ἐπείγειν ἀνάγκη δοκῇ.

然而,由于身边只有七名重装步兵和我的朋友们,我不知该如何是好;因为当日已近黄昏,我认为不宜召集我的军队;即便军队在次日赶到,律法也禁止我们拿起武器,纵使有极大的急难逼迫也罢。

§162

εἰ δὲ τοῖς Ταριχεώταις καὶ τοῖς παρʼ αὐτοῖς ξένοις ἐπιτρέψαιμι τὴν πόλιν διαρπάζειν, ἑώρων οὐχ ἱκανοὺς ἐσομένους, τὴν ἐμὴν ὑπέρθεσιν ἑώρων μακροτάτην·2 φθήσεσθαι γὰρ καὶ τὴν παρὰ βασιλέως δύναμιν ἀφικομένην, καὶ ἐκπεσεῖσθαι τῆς πόλεως ᾠόμην.

而倘若我听凭塔里凯埃人和寄居在他们中间的异乡人去抢劫该城,我看出他们不足以成事,且我这边的拖延将极为漫长;因为我认为国王的军队也会先期赶到,而我将被驱逐出城。

§163

ἐβουλευόμην οὖν στρατηγήματι χρῆσθαί τινι κατʼ αὐτῶν. παραχρῆμα δὴ τοὺς πιστοτάτους τῶν φίλων ταῖς πύλαις τῶν Ταριχεῶν ἐπιστήσας φυλάξοντας μετʼ ἀσφαλείας τοὺς ἐξιέναι θέλοντας καὶ τοὺς πρώτους τῶν οἴκων προσκαλεσάμενος, αὐτῶν ἕκαστον ἐκέλευσα καθελκύσαντα πλοῖον ἐμβάντα συνεπαγόμενον τὸν κυβερνήτην ἕπεσθαί μοι πρὸς τὴν Τιβεριέων πόλιν.

因此,我决意对他们施用一条计策。随即,我指派我最忠诚的朋友们驻守在塔里凯埃的各处城门,稳妥地看守那些企图出城的人,并召来各户的头面人物,命令他们每人推下一艘船,登船并带上一名舵手,跟随我驶向提比利亚城。

§164

καὶ αὐτὸς δὲ μετὰ τῶν φίλων καὶ τῶν ὁπλιτῶν, οὓς ἔφην ἑπτὰ τὸν ἀριθμὸν εἶναι, ἐμβὰς ἔπλεον ἐπὶ τὴν Τιβεριάδα.

而我本人也与朋友们以及那些我说过人数为七名的重装步兵一同登船,向提比利亚驶去。

§165

Τιβεριεῖς δὲ τὴν παρὰ τοῦ βασιλέως δύναμιν ὡς ἔγνωσαν οὐχ ἥκουσαν αὐτοῖς, πλοίων δὲ τὴν λίμνην πᾶσαν ἐθεάσαντο πλήρη, δείσαντες περὶ τῇ πόλει καὶ καταπλαγέντες ὡς ἐπιβατῶν πλήρεις εἶναι νέας, μετατίθενται τὰς γνώμας.

提比利亚人一旦得知国王的军队并未赶来相助,又看见整个湖面布满了船只,便为本城感到恐惧,并因以为战船上满载着战士而大为惊恐,于是改变了主意。

§166

ῥίψαντες οὖν τὰ ὅπλα μετὰ γυναικῶν καὶ παίδων ὑπηντίαζον πολλὰς μετʼ ἐπαίνων εἰς ἐμὲ φωνὰς ἀφιέντες, εἴκαζον γὰρ οὐ προπεπύσθαι με τὴν διάνοιαν αὐτῶν, καὶ παρεκάλουν φείσασθαι τῆς πόλεως.

他们遂抛下武器,携妻子儿女前来迎接我,对我发出阵阵赞颂之声——因为他们推测我尚未预先获悉他们的企图——并恳求我宽恕该城。

§167

ἐγὼ δὲ πλησίον γενόμενος ἀγκύρας μὲν ἔτι πόρρω τῆς γῆς ἐκέλευον βαλέσθαι τοὺς κυβερνήτας ὑπὲρ τοῦ μὴ κατάδηλα τοῖς Τιβεριεῦσιν εἶναι τὰ πλοῖα κενὰ τῶν ἐπιβατῶν ὄντα, πλησιάσας δʼ αὐτὸς ἔν τινι πλοίῳ κατεμεμφόμην αὐτῶν τὴν ἄγνοιαν, καὶ ὅτι δὴ οὕτως εὐχερεῖς εἶεν πάσης δικαίας ἄνευ προφάσεως ἐξίστασθαι τῆς πρός με πίστεως.

当我临近时,我命令舵手们在离岸尚远之处抛锚,以免提比利亚人看破船上空无兵员。随后,我亲自乘一艘船靠近,斥责他们的无知,指责他们竟毫无正当借口便如此轻率地背弃对我的忠诚。

§168

ὡμολόγουν δʼ εἴς τε τὸ λοιπὸν αὐτοῖς συγγνώσεσθαι βεβαίως, εἰ πέμψειαν δέκα τοῦ πλήθους προεστῶτας. ὑπακουσάντων δʼ ἑτοίμως καὶ πεμψάντων ἄνδρας οὓς προεῖπον, ἐμβιβάσας ἀπέλυον εἰς Ταριχέας φυλαχθησομένους.

我答允他们,只要他们交出民众的十位领袖,今后定会宽恕他们。当他们顺从遵命并交出我先前指定的那些人后,我命人将他们带上船,押解回塔里凯埃看管起来。

§169

Τῷ στρατηγήματι δὲ τούτῳ τὴν βουλὴν πᾶσαν κατʼ ὀλίγους λαβὼν εἰς τὴν προειρημένην πόλιν καὶ μετʼ αὐτῶν τοὺς πολλοὺς τοῦ δήμου πρώτους ἄνδρας οὐκ ἐλάττους ἐκείνων ὄντας διεπεμψάμην.

凭借这一计策,我零星地将整个议会抓获后送往上述那座城市,并连同他们一起送去了不少于此数的众多平民显贵。

§170

τὸ δὲ πλῆθος, ὡς εἶδον εἰς οἷον κακῶν ἥκουσι μέγεθος, παρεκάλουν με τὸν αἴτιον τῆς στάσεως τιμωρήσασθαι. Κλεῖτος δʼ ἦν ὄνομα τούτῳ, θρασύς τε καὶ προπετὴς νεανίας.

民众见自己已陷入何等巨大的祸害之中,便恳求我惩处内讧的首恶。这人名叫克莱图斯,是一个凶悍鲁莽的青年。

§171

ἐγὼ δʼ ἀποκτεῖναι μὲν οὐχ ὅσιον ἡγούμενος ὁμόφυλον ἄνδρα, κολάσαι δʼ ἀνάγκην ἔχων, τῶν περὶ ἐμέ τινι σωματοφυλάκων Ληουεῖ προσέταξα προελθόντι κόψαι τοῦ Κλείτου τὴν ἑτέραν τῶν χειρῶν.

然而,我认为杀死本族同胞是不义的,却又不得不施以惩戒,便命令我身边的一名侍卫莱维上前斩断克莱图斯的一只手。

§172

δείσαντος δὲ τοῦ κελευσθέντος εἰς τοσοῦτο πλῆθος προελθεῖν μόνου, τὴν δειλίαν τοῦ στρατιώτου μὴ βουληθεὶς κατάδηλον γενέσθαι τοῖς Τιβεριεῦσιν, αὐτὸν Κλεῖτον φωνήσας ἐπειδὴ καὶ ἄξιος, εἶπον, ὑπάρχεις ἀμφοτέρας τὰς χεῖρας ἀποβαλεῖν οὕτως ἀχάριστος εἰς ἐμὲ γενόμενος, γενοῦ σαυτοῦ δημόσιος,3 μὴ καὶ ἀπειθήσας χείρονα τιμωρίαν ὑπόσχῃς.

但受命之人惧怕独自一人走向如此庞大的人群,我不愿让这名士兵的胆怯暴露在提比利亚人面前,便呼唤克莱图斯本人说道: “既然你对我如此忘恩负义,理当斩断双手,你就做你自己的行刑官吧,免得你抗命而遭受更严厉的惩罚。”

§173

τοῦ δὲ τὴν ἑτέραν αὐτῷ συγχωρῆσαι πολλὰ δεομένου μόλις κατένευσα. κἀκεῖνος ἄσμενος ὑπὲρ τοῦ μὴ τὰς δύο χεῖρας ἀποβαλεῖν λαβὼν μάχαιραν κόπτει τὴν ἀριστερὰν ἑαυτοῦ. καὶ τοῦτο τὴν στάσιν ἔπαυσεν.

当他苦苦哀求留下一只手时,我勉强应允了。他为了不失去双手,欣然拿起一把匕首砍下了自己的左手。这便平息了这场内讧。

§174

Τιβεριεῖς δέ, ὡς εἰς τὰς Ταριχέας ἀφικόμην γνόντες τὴν στρατηγίαν, ᾗ κατʼ αὐτῶν ἐχρησάμην, ἀπεθαύμαζον ὅτι χωρὶς φόνων ἔπαυσα τὴν ἀγνωμοσύνην αὐτῶν.

至于提比利亚人,当我抵达塔里凯埃后,他们得知了我对他们所施用的计策,无不惊叹我竟能在未流一滴血的情况下平息了他们的狂悖。

语法注3 条
  1. 161οὐδὲ γὰρ ἀφικομένης αὐτῆς εἰς τὴν ἐπιοῦσαν ὅπλα λαβεῖν κωλυόντων ἡμᾶς τῶν νόμων

    ἀφικομένης αὐτῆς 为属格独立结构,在此表让步(“即便军队在次日赶到”)。其后的 κωλυόντων ἡμᾶς τῶν νόμων 亦为属格独立结构,表原因(“因为律法禁止我们”)。不定式 ὅπλα λαβεῖν 承接上文 οὐκ ἐδοκίμαζον 所蕴含的情态判断。

  2. 162τὴν ἐμὴν ὑπέρθεσιν ἑώρων μακροτάτην

    接续前面的 ἑώρων οὐχ ἱκανοὺς ἐσομένους,动词 ἑώρων 再次支配宾语及宾语补足语结构:τὴν ἐμὴν ὑπέρθεσιν 为宾格主语,最高级形容词 μακροτάτην 为宾格表语(“我看出我的拖延将极为漫长”)。

  3. 172γενοῦ σαυτοῦ δημόσιος

    δημόσιος 作名词化用法,指城邦的“公奴”或专事行刑的“行刑官”。σαυτοῦ 为宾格性属格,意为“做你自己的行刑官”,即勒令克莱图斯自己切断自己的手臂。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0526.tlg002.humanitext-grc2:160-174