← 弗拉维奥·约瑟夫斯

约瑟夫斯自传

§146-159

击退暴民、搭救王室要人与提比利亚的叛变

约瑟夫斯严厉惩处袭击宅邸的暴民代表,借此吓退人群,随后将遭到民众追杀的王室要人秘密护送至湖对岸避难。其后,提比利亚人一面暗通国王,一面请求约瑟夫斯修建城墙,并在目睹临近的罗马骑兵后随即决意背叛约瑟夫斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§146

ἀπαγγελθείσης δέ μοι τῆς ἐφόδου φεύγειν μὲν ἀπρεπὲς ἡγησάμην, ἔκρινα δὲ παραβαλόμενος χρήσασθαί τι καὶ τόλμῃ.1 προστάξας οὖν ἀποκλεῖσαι τῆς οἰκίας τὰς θύρας αὐτὸς ἐπὶ τὸ ὑπερῷον ἀναβὰς παρεκάλουν εἰσπέμψαι τινὰς ληψομένους τὰ χρήματα· παύσεσθαι γὰρ οὕτως τῆς ὀργῆς αὐτοὺς ἔφην.

当我得知这一突袭时,我认为逃跑是有失体统的,于是决意甘冒风险,采取一些果敢的行动。因此,我下令将宅院的大门紧闭,自己登上楼顶,劝他们派几个人进来领取这笔钱财;因为我说,这样他们就能平息怒火。

§147

εἰσπεμψάντων δὲ τὸν θρασύτατον αὐτῶν μάστιξιν αἰκισάμενος τὴν ἑτέραν τε τῶν χειρῶν ἀποκόψαι κελεύσας καὶ κρεμάσαι ἐκ τοῦ τραχήλου τοιοῦτον ἐξέβαλον πρὸς τοὺς ἐξαποστείλαντας.

当他们把其中最鲁莽凶悍之人派进来后,我命人以皮鞭对他施以酷刑,斩断他的一只手并悬挂在他的脖子上,就让他以此等模样被扔回到那些派遣他的人面前。

§148

τοὺς δʼ ἔλαβεν ἔκπληξις καὶ φόβος οὔτι μέτριος. δείσαντες οὖν καὶ αὐτοὶ ταὐτὰ πείσεσθαι, εἰ μένοιεν, εἴκαζον γὰρ ἔνδον ἔχειν με πλείους αὐτῶν, εἰς φυγὴν ὥρμησαν. κἀγὼ τοιούτῳ στρατηγήματι χρησάμενος τὴν δευτέραν ἐπιβουλὴν διέφυγον.

极大的惊骇与恐惧顿时抓住了他们;他们惧怕如果继续留在此处,自己也会遭受同样的命运——因为他们推测我在屋内所拥有的士兵比他们还要多——于是拔腿奔逃。我运用如此计谋,逃脱了第二次图谋。

§149

Πάλιν δὲ τὸν ὄχλον τινὲς ἠρέθιζον τοὺς ἀφικομένους πρός με βασιλικοὺς μεγιστᾶνας οὐκ ὀφείλειν ζῆν λέγοντες μὴ μεταβῆναι θέλοντας εἰς τὰ παρʼ αὐτοῖς ἔθη, πρὸς οὓς σωθησόμενοι πάρεισι· διέβαλλόν τε φαρμακέας εἶναι λέγοντες τοὺς Ῥωμαίους παραγενέσθαι.2 ταχὺ δὲ τὸ πλῆθος ἐπείθετο ταῖς τῶν λεγομένων πρὸς χάριν αὐτοῖς πιθανότησιν ἀπατώμενοι.

然而,又有些人煽动人群,声称前来投靠我的王室要人既然不肯皈依他们这些被投靠者的风俗,就不配活命;他们还诽谤中伤,说那些人是巫师,罗马军团正是借由他们的法术而到来的。民众很快听信了这些话,被迎合自己心意的巧言巧辩所蒙骗。

§150

πυθόμενος δὲ περὶ τούτων ἐγὼ πάλιν τὸν δῆμον ἀνεδίδασκον μὴ δεῖν διώκεσθαι τοὺς καταφυγόντας πρὸς αὐτούς· τὸν δὲ φλύαρον τῆς περὶ τῶν φαρμάκων αἰτίας διέσυρον, οὐκ ἂν τοσαύτας μυριάδας στρατιωτῶν Ῥωμαίους λέγων τρέφειν, εἰ διὰ φαρμάκων ἦν νικᾶν τοὺς πολεμίους.

得悉此事后,我再次教导民众,不应迫害前来投靠他们的人;并且讥讽了关于巫术指控的荒谬,指出如果能凭借巫术战胜敌人,罗马人何必供养数以万计的士兵。

§151

ταῦτα λέγοντος ἐμοῦ πρὸς ὀλίγον μὲν ἐπείθοντο, πάλιν δʼ ἀναχωρήσαντες ὑπὸ τῶν πονηρῶν ἐξηρεθίζοντο κατὰ τῶν μεγιστάνων, καί ποτε μεθʼ ὅπλων ἐπὶ τὴν οἰκίαν αὐτῶν τὴν ἐν Ταριχέᾳ ἀπῆλθον ὡς ἀναιρήσοντες.

听我说完这些话,他们暂时被说服了,但退回去后,又被恶徒挑唆而敌视那些要人,甚至有一回手持武器前往他们在塔里凯埃的住所,企图将他们杀害。

§152

ἔδεισα δʼ ἐγὼ πυθόμενος, μὴ τοῦ μύσους τέλος λαβόντος ἀνεπίβατος γένηται τοῖς καταφυγεῖν εἰς αὐτὴν θέλουσιν.3

我得知后十分担忧,唯恐这一罪恶行径一旦得逞,此地将成为令想要前来避难之人望而却步之地。

§153

παρεγενόμην οὖν εἰς τὴν τῶν μεγιστάνων οἰκίαν μετά τινων ἑτέρων, καὶ κλείσας διώρυγά τε ποιήσας ἀπʼ αὐτῆς ἐπὶ τὴν λίμνην ἄγουσαν μεταπεμψάμενός τε πλοῖον καὶ σὺν αὐτοῖς ἐμβὰς ἐπὶ τὴν μεθόριον τῶν Ἱππηνῶν διεπέρασα, καὶ δοὺς αὐτοῖς τὴν τιμὴν τῶν ἵππων, οὐ γὰρ ἠδυνήθην αὐτοὺς ἐπαγαγέσθαι τοιαύτης γενομένης τῆς ἀποδράσεως, ἀπέλυσα πολλὰ παρακαλέσας τὴν προσπεσοῦσαν ἀνάγκην γενναίως ἐνεγκεῖν.

于是,我带着另外几个人赶到那些要人的宅院,将其封闭,并从宅院修凿了一条直通湖面的通道,唤来一艘船,同他们一起登船渡往希波斯人的边界;又将马匹的价银付给他们——因为在如此仓促的逃亡中,我未能带上马匹——在极力劝勉他们英勇忍受降临的厄运之后,便将他们送行离去。

§154

αὐτός τε μεγάλως ἠχθόμην βιασθεὶς τοὺς προσφυγόντας ἐκθεῖναι πάλιν εἰς τὴν πολεμίαν, ἄμεινον δὲ νομίσας παρὰ Ῥωμαίοις ἀποθανεῖν αὐτούς, εἰ συμπέσοι, μᾶλλον ἢ κατὰ τὴν ἐμὴν χώραν. οἱ δʼ ἄρα διεσώθησαν· συνεχώρησεν γὰρ αὐτοῖς βασιλεὺς Ἀγρίππας τὰ ἡμαρτημένα. καὶ τὰ μὲν περὶ ἐκείνους τοῦτʼ ἔσχε τὸ τέλος.

我自己对于被迫将前来投诚之人再次置于敌境深感痛心,但我认为,倘若难免一死,他们死在罗马人手里也比死在我的辖区内要好。然而他们终究保全了性命,因为阿格里帕王宽恕了他们的过失。关于那些人的事情便以此告终。

§155

Οἱ δὲ τὴν τῶν Τιβεριέων πόλιν κατοικοῦντες γράφουσιν πρὸς τὸν βασιλέα παρακαλοῦντες πέμψαι δύναμιν τὴν φυλάξουσαν αὐτῶν τὴν χώραν· θέλειν γὰρ αὐτῷ προστίθεσθαι. κἀκείνῳ μὲν ταῦτʼ ἔγραφον. ἀφικόμενον δέ με πρὸς αὐτοὺς παρεκάλουν τὰ τείχη κατασκευάζειν αὐτοῖς, ὡς ὑπεσχήμην· ἠκηκόεισαν δὲ τὰς Ταριχέας ἤδη τετειχίσθαι. κατανεύσας οὖν ἐγὼ καὶ πάντα τὰ πρὸς τὴν οἰκοδομίαν παρασκευασάμενος τοὺς ἀρχιτέκτονας ἐκέλευον ἐνεργεῖν.

另一方面,居住在提比利亚城的人们致信国王,恳求他派遣一支部队来护卫他们的土地,声称他们愿意归附于他。他们对国王写的是这些话;然而当我来到他们面前时,他们却恳求我如先前所诺言的那样为他们修建城墙,因为他们听闻塔里凯埃已筑有城墙。我应允下来,备齐了一切建筑所需的物资,并命令工匠们开工。

§157

μετὰ δὲ τρίτην ἡμέραν εἰς Ταριχέας ἀπερχομένου μου τῆς Τιβεριάδος ἀπεχούσας στάδια τριάκοντα, συνέβη τινὰς Ῥωμαίων ἱππεῖς οὐ πόρρωθεν τῆς πόλεως ὁδοιποροῦντας ὀφθῆναι, οἳ δόξαν παρέσχον τὴν παρὰ τοῦ βασιλέως δύναμιν ἥκειν.

三天之后,当我动身前往距提比利亚三十斯塔狄昂的塔里凯埃时,恰巧有几名罗马骑兵在离城不远处行进时被人看见,这使人们误以为是国王的军队赶到了。

§158

εὐθέως γοῦν εἰς μὲν τὸν βασιλέα μετὰ πολλῶν ἐπαίνων ἠφίεσαν φωνάς, κατʼ ἐμοῦ δὲ βλασφήμους. καὶ ἐπιδραμών τις ἀπήγγειλέν μοι τὴν διάνοιαν αὐτῶν, ὡς ἀφίστασθαί μου διεγνώκασιν.

于是他们立刻对国王大发赞美之声,却对我发出恶毒的咒骂。有人跑来向我报告他们的企图,说他们已决意背叛我。

§159

ἐγὼ δʼ ἀκούσας ἐταράχθην μὲν σφόδρα· τοὺς γὰρ ὁπλίτας ἔτυχον ἐκ τῶν Ταριχεῶν ἐπὶ τὰς αὐτῶν οἰκήσεις ἀφεικὼς διὰ τὸ τὴν ἐπιοῦσαν ἡμέραν σάββατον ὑπάρχειν· οὐ γὰρ ἐβουλόμην ὑπὸ τοῦ στρατιωτικοῦ πλήθους ἐνοχλεῖσθαι τοὺς ἐν ταῖς Ταριχέαις.

我听闻之后极度惊慌,因为正巧次日是安息日,我已将重装步兵从塔里凯埃遣散回各自的家中;我本是不愿让大群士兵骚扰塔里凯埃的居民。

语法注3 条
  1. 146παραβαλόμενος χρήσασθαί τι καὶ τόλμῃ

    中动分词 παραβαλόμενος 作不及物或反身意义使用,表示“冒险”、“置身于险境”。τι 作副词或内在宾格,修饰不定词短语 χρήσασθαι... τόλμῃ(其中 χρήσασθαι 支配与格 τόλμῃ),意为“采取若干大胆的行动”。

  2. 149διέβαλλόν τε φαρμακέας εἶναι λέγοντες τοὺς Ῥωμαίους παραγενέσθαι

    在由 λέγοντες 引导的“带不定式的宾格”结构中,并列了 φαρμακέας εἶναι(要人们是巫师)与 τοὺς Ῥωμαίους παραγενέσθαι(罗马军团赶到)。从上下文及随后约瑟夫斯的反驳(οὐκ ἂν... τρέφειν, εἰ διὰ φαρμάκων ἦν νικᾶν)可知,后一分句蕴含着因果关系,即“借由他们的法术(或因其法术之故)罗马军才得以到来”。

  3. 152ἀνεπίβατος γένηται τοῖς καταφυγεῖν εἰς αὐτὴν θέλουσιν

    虚拟语气 γένηται 由惧怕从句连词 μή 引导。形容词 ἀνεπίβατος(“不可踏入的”、“令人望而却步的”)支配与格 τοῖς... θέλουσιν(“对于想要……的人们”),而介词短语 εἰς αὐτήν 中的代词 αὐτήν 则指代避难事件发生的城市塔里凯埃(或该地区)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0526.tlg002.humanitext-grc2:146-159