- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 4. Niese, Benedikt, editor. Berlin: Weidmann, 1890.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg002.humanitext-grc2:1-14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者根据官方档案详述了自己显赫的祭司与王室世系,回顾了自己少时的过人天赋、在犹太三大派别及隐士班努斯门下的修道求学经历、最终归宗法利赛派,以及为营救被囚同胞祭司而前往罗马的缘由。
Ἐμοὶ δὲ γένος ἐστὶν οὐκ ἄσημον, ἀλλʼ ἐξ ἱερέων ἄνωθεν καταβεβηκός. ὥσπερ δʼ ἡ παρʼ ἑκάστοις ἄλλη τίς ἐστιν εὐγενείας ὑπόθεσις, οὕτως παρʼ ἡμῖν ἡ τῆς ἱερωσύνης μετουσία τεκμήριόν ἐστιν γένους λαμπρότητος.
我的出身并非微贱,而是自古便由祭司传承下来。正如各民族界定高贵身分的依据各有不同,在我们当中,分有祭司职位便是门第显赫的凭证。
ἐμοὶ δʼ οὐ μόνον ἐξ ἱερέων ἐστὶν τὸ γένος, ἀλλὰ καὶ ἐκ τῆς πρώτης ἐφημερίδος τῶν εἰκοσιτεσσάρων, πολλὴ δὲ κἀν τούτῳ διαφορά, καὶ τῶν ἐν ταύτῃ δὲ φυλῶν ἐκ τῆς ἀρίστης. ὑπάρχω δὲ καὶ τοῦ βασιλικοῦ γένους ἀπὸ τῆς μητρός· οἱ γὰρ Ἀσαμωναίου παῖδες, ὧν ἔγγονος ἐκείνη, τοῦ ἔθνους ἡμῶν ἐπὶ μήκιστον χρόνον ἠρχιεράτευσαν καὶ ἐβασίλευσαν.
我的家系不仅源于祭司,而且出自二十四班次的第一班——在这点上亦有极大的差别——更是出自该班中最优秀的家族。此外,从母系方面,我亦属于王族;因为作为她先祖的阿萨莫奈乌斯之子孙,曾在极长的时间内担任我们民族的大祭司并施行王治。
ἐρῶ δὲ τὴν διαδοχήν· ὁ πρόπαππος ἡμῶν Σίμων ὁ Ψελλὸς ἐπικαλούμενος. οὗτος ἐγένετο καθʼ ὃν καιρὸν ἠρχιεράτευσεν Σίμωνος ἀρχιερέως ὁ παῖς, ὃς πρῶτος ἀρχιερέων Ὑρκανὸς ὠνομάσθη.
我现在陈述世代的世系:我们的曾祖是被称为口吃的西蒙。他出生于大祭司西蒙之子担任大祭司的时期,该子是历任大祭司中首位被称作许尔卡努斯者。
γίνονται δὲ τῷ Ψελλῷ Σίμωνι παῖδες ἐννέα· τούτων ἐστὶν Ματθίας ὁ Ἠφαίου λεγόμενος· οὗτος ἠγάγετο πρὸς γάμον θυγατέρα Ἰωνάθου ἀρχιερέως τοῦ πρώτου ἐκ τῶν Ἀσαμωναίου παίδων γένους ἀρχιερατεύσαντος τοῦ ἀδελφοῦ Σίμωνος τἀρχιερέως, καὶ γίνεται παῖς αὐτῷ Ματθίας ὁ Κυρτὸς ἐπικληθεὶς ἄρχοντος Ὑρκανοῦ τὸν πρῶτον ἐνιαυτόν.
口吃西蒙生有九子;其中一位是被称为埃法亚斯之子的马提亚。此人娶了大祭司约拿单的女儿为妻,约拿单是阿萨莫奈乌斯之子孙中首位担任大祭司者,亦是大祭司西蒙的兄弟;在许尔卡努斯掌权的第一年,他得了一子,名为驼背马提亚。
τούτου γίνεται Ἰώσηπος ἐνάτῳ ἔτει τῆς Ἀλεξάνδρας ἀρχῆς, καὶ Ἰωσήπου Ματθίας βασιλεύοντος Ἀρχελάου τὸ δέκατον, Ματθία δὲ ἐγὼ τῷ πρώτῳ τῆς Γαΐου Καίσαρος ἡγεμονίας. ἐμοὶ δὲ παῖδές εἰσιν τρεῖς, Ὑρκανὸς μὲν ὁ πρεσβύτατος ἔτει τετάρτῳ τῆς Οὐεσπασιανοῦ Καίσαρος ἡγεμονίας, ἑβδόμῳ δὲ Ἰοῦστος, ἐνάτῳ δὲ Ἀγρίππας.
此子在亚历山德拉统治的第九年得子约瑟,约瑟在阿基劳斯统治的第十年得子马提亚,马提亚则在盖乌斯·凯撒即位的第一年得了我。我有三个儿子:长子许尔卡努斯生于韦斯伯芗·凯撒统治的第四年,犹斯都生于第七年,阿格里帕生于第九年。
τὴν μὲν τοῦ γένους ἡμῶν διαδοχήν, ὡς ἐν ταῖς δημοσίαις δέλτοις ἀναγεγραμμένην εὗρον, οὕτως παρατίθεμαι τοῖς διαβάλλειν ἡμᾶς πειρωμένοις χαίρειν φράσας.1
我们家族的世系传承,正是我在公共档案中所见记载的原貌,我谨将之陈列于此,并请那些企图诬蔑我们的人自便(对其置之不理)。
Ὁ πατὴρ δέ μου Ματθίας οὐ διὰ μόνην τὴν εὐγένειαν ἐπίσημος ἦν, ἀλλὰ πλέον διὰ τὴν δικαιοσύνην ἐπῃνεῖτο, γνωριμώτατος ὢν ἐν τῇ μεγίστῃ πόλει τῶν παρʼ ἡμῖν τοῖς Ἱεροσολυμίταις.
我的父亲马提亚不仅因出身高贵而闻名,更因公正而备受赞誉,在我们当中最大的城市耶路撒冷居民中享有极高声望。
ἐγὼ δὲ συμπαιδευόμενος ἀδελφῷ Ματθίᾳ τοὔνομα, γεγόνει γάρ μοι γνήσιος ἐξ ἀμφοῖν τῶν γονέων, εἰς μεγάλην παιδείας προύκοπτον ἐπίδοσιν μνήμῃ τε καὶ συνέσει δοκῶν διαφέρειν, ἔτι δʼ ἀντίπαις ὢν περὶ τεσσαρεσκαιδέκατον ἔτος διὰ τὸ φιλογράμματον ὑπὸ πάντων ἐπῃνούμην συνιόντων ἀεὶ τῶν ἀρχιερέων καὶ τῶν τῆς πόλεως πρώτων ὑπὲρ τοῦ παρʼ ἐμοῦ περὶ τῶν νομίμων ἀκριβέστερόν τι γνῶναι.2
我与一位名叫马提亚的兄弟一同受教育——他是我同父同母的亲兄弟——在学业上取得了巨大的进步,在记忆力与领悟力上被认为出类拔萃。甚至当我年仅十四岁左右尚为少年时,便因热爱学问而受到众人赞誉,大祭司们和城中的首要人物经常聚在一起,以便从我这里获得关于律法的更准确知识。
περὶ δὲ ἑκκαίδεκα ἔτη γενόμενος ἐβουλήθην τῶν παρʼ ἡμῖν αἱρέσεων ἐμπειρίαν λαβεῖν· τρεῖς δʼ εἰσὶν αὗται, Φαρισαίων μὲν ἡ πρώτη, καὶ Σαδδουκαίων ἡ δευτέρα, τρίτη δʼ Ἐσσηνῶν, καθὼς πολλάκις εἴπομεν· οὕτως γὰρ ᾤμην αἱρήσεσθαι τὴν ἀρίστην, εἰ πάσας καταμάθοιμι.
到了大约十六岁时,我决意亲身体验我们当中的各宗派。如我们多次提及的,共有三个宗派:第一是法利赛派,第二是撒都该派,第三是艾赛尼派;因为我认为,若把所有派别考察通透,便能选出最优秀的一派。
σκληραγωγήσας οὖν ἐμαυτὸν καὶ πολλὰ πονηθεὶς τὰς τρεῖς διῆλθον, καὶ μηδὲ τὴν ἐντεῦθεν ἐμπειρίαν ἱκανὴν ἐμαυτῷ νομίσας εἶναι πυθόμενός τινα Βάννουν ὄνομα κατὰ τὴν ἐρημίαν διατρίβειν, ἐσθῆτι μὲν ἀπὸ δένδρων χρώμενον, τροφὴν δὲ τὴν αὐτομάτως φυομένην προσφερόμενον, ψυχρῷ δὲ ὕδατι τὴν ἡμέραν καὶ τὴν νύκτα πολλάκις λουόμενον πρὸς ἁγνείαν, ζηλωτὴς ἐγενόμην αὐτοῦ.
于是我苦修自律,经历诸多辛劳,遍涉了这三个宗派;然而我认为由此得来的经验对我来说仍显不足,在得知一个名叫班努斯的人在旷野中度日,身着树木制成的衣物,以野生之物为食,且为求洁净日夜频繁以冷水沐浴后,我便成了他的热切追随者。
καὶ διατρίψας παρʼ αὐτῷ ἐνιαυτοὺς τρεῖς καὶ τὴν ἐπιθυμίαν τελειώσας εἰς τὴν πόλιν ὑπέστρεφον. ἐννεακαιδέκατον δʼ ἔτος ἔχων ἠρξάμην τε πολιτεύεσθαι τῇ Φαρισαίων αἱρέσει κατακολουθῶν, ἣ παραπλήσιός ἐστι τῇ παρʼ Ἕλλησιν Στωϊκῇ λεγομένῃ.
在他身旁度过了三年并实现了夙愿之后,我返回城中。年届十九岁时,我开始依循法利赛派的宗派行事为人并参与城邦生活,该派与希腊人中所谓的斯多亚派十分相似。
Μετʼ εἰκοστὸν δὲ καὶ ἕκτον ἐνιαυτὸν εἰς Ῥώμην μοι συνέπεσεν ἀναβῆναι διὰ τὴν λεχθησομένην αἰτίαν· καθʼ ὃν χρόνον Φῆλιξ τῆς Ἰουδαίας ἐπετρόπευεν ἱερεῖς τινας συνήθεις ἐμοὶ καλοὺς κἀγαθοὺς διὰ μικρὰν καὶ τὴν τυχοῦσαν αἰτίαν δήσας εἰς τὴν Ῥώμην ἔπεμψε λόγον ὑφέξοντας τῷ Καίσαρι.
二十六岁之后,由于下述原因,我得以启程前往罗马:当腓力斯担任犹太行省的总督时,他因微不足道且司空见惯的罪名,拘捕了几位与我相善、品行优良的祭司,并将他们解往罗马,向凯撒申辩交代。
οἷς ἐγὼ πόρον εὑρέσθαι βουλόμενος σωτηρίας, μάλιστα δὲ πυθόμενος ὅτι καίπερ ἐν κακοῖς ὄντες οὐκ ἐπελάθοντο τῆς εἰς τὸ θεῖον εὐσεβείας, διατρέφοιντο δὲ3 σύκοις καὶ καρύοις, ἀφικόμην εἰς τὴν Ῥώμην πολλὰ κινδυνεύσας κατὰ θάλασσαν.
我渴望为他们谋求一条得救之路,尤其在得知他们身陷厄境却未曾忘却对神明的虔敬,仅靠无花果和坚果维生之后,历经海上的诸多险阻,终于抵达了罗马。
- 6χαίρειν φράσας
成语表达“χαίρειν λέγω / φράζω + 与格”(向……道别、对……置之不理、不屑一顾)的用法。与格分词短语 τοῖς διαβάλλειν ἡμᾶς πειρωμένοις(企图诽谤我们的人)作其支配对象,表示“对毁谤者不予理睬、置之不顾”的态度。
- 9ὑπὲρ τοῦ παρʼ ἐμοῦ περὶ τῶν νομίμων ἀκριβέστερόν τι γνῶναι
介词 ὑπέρ 搭配属格冠词不定式(τοῦ ... γνῶναι)构成的目的句式(“为了……探知/求教”)。不定式 γνῶναι 的逻辑主语是紧接在前的独立属格结构 συνιόντων ... τῶν πρώτων 所指的大祭司和显贵们。παρʼ ἐμοῦ 则是表示来源的介词短语(“从我这里”)。
- 14διατρέφοιντο δέ
在依赖于过去语境(由分词 πυθόμενος 及历史主动词 ἀφικόμην 统辖)的间接引语从属句中,使用了斜格祈愿语气(optativus obliquus)。前一个并列从句在 ὅτι 后保留了直陈式不定过去时(οὐκ ἐπελάθοντο),而后一从句则转换为祈愿式(διατρέφοιντο),以间接转述的方式客观陈述他们靠野果维生的传闻事实。
