← 弗拉维奥·约瑟夫斯

约瑟夫斯自传

§133-145

萨皮塔之子耶稣的煽动与约瑟夫斯的申辩

提比利亚掌权者耶稣手捧摩西律法煽动民众诛杀约瑟夫斯,但约瑟夫斯身着丧服出现在赛马场,辩称留存战利品是为了修筑城墙,从而分化了群众,暂时化解了危机。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§133

πειθομένων δὲ τούτων καὶ συνελθόντων πολὺς ὄχλος ἤδη προσυνήθροιστο, μίαν τε πάντες ἐποιοῦντο φωνήν, κολάζειν τὸν προδότην πονηρὸν περὶ αὐτοὺς γεγενημένον.

当这些人应从劝告并聚集在一起时,已有大批群众事先聚集起来,众人齐声呼喊,要求严惩对他们犯下恶行的叛徒。

§134

μάλιστα δʼ αὐτοὺς ἐξέκαιεν ὁ τοῦ Σαπίθα παῖς Ἰησοῦς ἄρχων τότε τῆς Τιβεριάδος, πονηρὸς ἄνθρωπος καὶ ταράξαι μεγάλα πράγματα φύσιν ἔχων στασιοποιός τε καὶ νεωτεριστὴς ὡς οὐχ ἕτερος, καὶ δὴ τότε λαβὼν εἰς χεῖρας τοὺς Μωυσέως νόμους καὶ προελθὼν εἰς μέσον, εἰ μὴ καὶ ὑπὲρ αὑτῶν, ἔφη, πολῖται, μισεῖν δύνασθε Ἰώσηπον, εἰς τοὺς πατρίους ἀποβλέψαντες νόμους, ὧν ὁ πρῶτος ὑμῶν στρατηγὸς προδότης ἔμελλε γίνεσθαι, καὶ μισοπονηρήσαντες ὑπὲρ τούτων τιμωρήσασθε τὸν τοιαῦτα τολμήσαντα.

最煽动他们的是当时提比利亚的掌权者萨皮塔之子耶稣。此人品行恶劣,天性善于扰乱国家大局,是个无人能比的谋乱者和变法狂徒。就在那时,他手捧摩西律法,走到众人中间说道: “公民们,即便你们不能为了自己而怨恨约瑟夫斯,但请仰望你们祖宗的律法——你们的首位将领险些成了这律法的叛徒——为了律法嫉恶如仇,严惩胆敢行此暴行之人吧!”

§136

Ταῦτʼ εἰπὼν καὶ τοῦ πλήθους ἐπιβοήσαντος ἀναλαβών τινας ὁπλίτας ἐπὶ τὴν οἰκίαν, ἐν ᾗ κατηγόμην, ἔσπευδεν ὡς ἀναιρήσων. ἐγὼ δʼ οὐδὲν προαισθόμενος διὰ κόπον πρὸ τῆς ταραχῆς κατεσχήμην.

他说完这番话,伴随着人群的呼喊赞同,他率领若干重装步兵急忙冲向我所投宿的宅院,企图置我于死地。然而我对此事前毫无所知,在骚乱发生前因过度劳累而沉睡过去。

§137

Σίμων δʼ ὁ τοῦ σώματός μου τὴν φυλακὴν πεπιστευμένος, ὁ καὶ μόνος παραμείνας, ἰδὼν τὴν ἐπιδρομὴν τῶν πολιτῶν διήγειρέ με καὶ τὸν ἐφεστῶτά μοι κίνδυνον ἐξήγγειλεν, ἠξίου τε γενναίως θνήσκειν ὡς στρατηγὸν ὑπʼ αὐτοῦ1 πρὶν δὴ ἐλθεῖν τοὺς ἐχθροὺς ἀναγκάσοντας ἢ κτενοῦντας.

但受托负责护卫我人身安全、且是唯一留守的西蒙,看见市民们袭来,便唤醒了我,向我通报了眼前的危险,并恳求我在敌人赶来强迫或杀戮之前,作为将领慷慨死于他之手。

§138

ὁ μὲν ταῦτα ἔλεγεν, ἐγὼ δὲ τῷ θεῷ τὰ κατʼ ἐμαυτὸν ἐπιτρέψας εἰς τὸ πλῆθος ὡρμήθην προελθεῖν. μετενδὺς οὖν μέλαιναν ἐσθῆτα καὶ τὸ ξίφος ἀπαρτησάμενος ἐκ τοῦ αὐχένος καθʼ ὁδὸν ἑτέραν, ᾗ μηδένα μοι τῶν πολεμίων ὑπαντιάσειν ᾤμην, ᾔειν εἰς τὸν ἱππόδρομον, ἄφνω τε φανεὶς καὶ πρηνὴς πεσὼν καὶ τὴν γῆν δάκρυσιν φύρων ἐλεεινὸς ἔδοξα πᾶσιν.

就在他说这番话时,我将自己的命运托付给上帝,决心走向人群。于是,我换上一身黑衣,将宝剑挂在颈上,沿着另一条自认为不会遭遇任何敌人的道路前往赛马场。当我突然现身、伏倒在地并以泪水浸湿大地时,在所有人眼中显得惹人怜悯。

§139

συνεὶς δὲ τοῦ πλήθους τὴν μεταβολὴν διιστάναι τὰς γνώμας αὐτῶν ἐπειρώμην πρὸ τοῦ τοὺς ὁπλίτας ἀπὸ τῆς οἰκίας ὑποστρέψαι. καὶ συνεχώρουν μὲν ἀδικεῖν, ὡς αὐτοὶ νομίζουσιν, ἐδεόμην δὲ διδάξαι πρότερον, εἰς τίνα χρείαν ἐφύλαττον τὰ ἐκ τῆς ἁρπαγῆς κομισθέντα χρήματα καὶ τότε θνήσκειν, εἰ κελεύοιεν.

察觉到人群情绪的转变后,我试图在重装步兵从宅院返回之前分化他们的意志。我承认如他们所认为的那样犯下了过失,但请求先容我说明留存劫掠所得钱财究竟是为了何种需要,随后若他们下令,我甘愿领死。

§140

τοῦ δὲ πλήθους λέγειν κελεύοντος ἐπῆλθον οἱ ὁπλῖται καὶ θεασάμενοί με προσέτρεχον ὡς κτενοῦντες. ἐπισχεῖν δὲ τοῦ πλήθους κελεύοντος ἐπείσθησαν προσδοκῶντες, ἐπειδὰν ὁμολογήσω πρὸς αὐτοὺς τὰ χρήματα τῷ βασιλεῖ τετηρηκέναι, ὡς ὡμολογηκότα τὴν προδοσίαν ἀναιρήσειν.

当人群命我开口时,重装步兵赶到了,他们一看见我便冲上前来要取我性命。但人群喝令他们住手,他们便遵从了,指望着一旦我向众人招认是为国王保留这些财物,就能以已招认叛国罪为由将我诛杀。

§141

Σιγῆς οὖν παρὰ πάντων γενομένης, ἄνδρες, εἶπον, ὁμόφυλοι, θανεῖν μέν, εἰ δίκαιόν ἐστιν, οὐ παραιτοῦμαι. βούλομαι δʼ ὅμως πρὸ τοῦ τελευτῆσαι τὴν ἀλήθειαν φράσαι πρὸς ὑμᾶς·

众人安静下来之后,我说道: “同胞们,若是公道,我并不推辞一死。然而在离世之前,我希望向你们陈述实情:

§142

τὴν γὰρ πόλιν ταύτην φιλοξενωτάτην οὖσαν ἐπιστάμενος πληθύουσάν τε προθύμως τοσούτων ἀνδρῶν, οἳ τὰς ἑαυτῶν πατρίδας καταλιπόντες ἀφίκοντο κοινωνοὶ τῆς ἡμετέρας γενόμενοι τύχης, ἐβουλήθην τείχη κατασκευάσαι ἐκ τῶν χρημάτων, περὶ ὧν ἡ παρʼ ὑμῶν ἐστιν ὀργή, δαπανωμένων εἰς τὴν οἰκοδομίαν αὐτῶν.2 πρὸς ταῦτα παρὰ μὲν τῶν Ταριχεωτῶν καὶ ξένων ἐγείρεται φωνὴ χάριν ἔχειν ὁμολογούντων καὶ θαρρεῖν προτρεπομένων, Γαλιλαῖοι δὲ καὶ Τιβεριεῖς τοῖς θυμοῖς ἐπέμενον, καὶ γίνεται στάσις πρὸς ἀλλήλους τῶν μὲν κολάσειν ἀπειλούντων με τῶν δὲ καταφρονεῖν.3

我知道这座城市最是好客,热情地容纳了如此之多背井离乡、前来与我们同甘共苦的人们,我本是希望用那笔钱财来修建城墙——正是那笔钱引发了你们的愤怒——将它们花费在城墙的营建之上。” 对此,塔里凯埃人和外来者发出一片呼声,表示感激并激励我振作起来;然而加利利人与提比利亚人仍坚持怒火,双方发生了内讧,一方威胁要惩罚我,另一方则〔劝我〕不予理会。

§144

ἐπεὶ δʼ ἐπηγγειλάμην καὶ Τιβεριάδι κατασκευάσειν τείχη καὶ ταῖς ἄλλαις πόλεσιν αὐτῶν ταῖς ἀναγκαίαις, πιστεύσαντες ὑπεχώρουν ἕκαστος εἰς τὴν ἑαυτοῦ. κἀγὼ παρὰ πᾶσαν ἐλπίδα διαφυγὼν τὸν προειρημένον κίνδυνον μετὰ τῶν φίλων καὶ ὁπλιτῶν εἴκοσιν εἰς τὴν οἰκίαν ὑπέστρεψα.

但当我承诺也会为提比利亚以及他们其他有需要的城市修筑城墙时,他们相信了,各自退回自己的城镇。我超乎一切预料地逃脱了上述险境,与朋友们及二十名重装步兵一同返回了寓所。

§145

Πάλιν δʼ οἱ λῃσταὶ καὶ τῆς στάσεως αἴτιοι δείσαντες περὶ ἑαυτῶν, μὴ δίκας εἰσπραχθῶσιν ὑπʼ ἐμοῦ τῶν πεπραγμένων, ἀναλαβόντες ἑξακοσίους ὁπλίτας ἧκον ἐπὶ τὴν οἰκίαν ἔνθα διέτριβον ἐμπρήσοντες αὐτήν.

然而,那些强盗与叛乱的祸首因惧怕自己会因所作所为遭到我的惩处,便带领了六百名重装步兵,再次来到我寄宿的宅院,企图将它付之一炬。

语法注3 条
  1. 137ὑπʼ αὐτοῦ

    介词短语 ὑπʼ αὐτοῦ 修饰 θνήσκειν,在语境中具有间接反身含义,意为“死于他(西蒙自己)的手下”。这与下文的 πρὶν δὴ ἐλθεῖν τοὺς ἐχθροὺς(在敌人赶到之前)形成对比,西蒙恳请约瑟夫斯作为统帅,宁可由自己这位忠诚的侍卫将其了结,也不要落入敌手受辱被杀。

  2. 143δαπανωμένων εἰς τὴν οἰκοδομίαν αὐτῶν

    独立属格结构,其逻辑主语承接前文的 ἐκ τῶν χρημάτων(从那笔钱财中)。现在分词 δαπανωμένων 表示预期的目的或附带情况(“使资金花费在其营造上”)。末尾的代词属格 αὐτῶν 指代前文的城墙(τείχη)。

  3. 143τῶν μὲν κολάσειν ἀπειλούντων με τῶν δὲ καταφρονεῖν

    独立属格结构,将人群分为两个阵营:τῶν μὲν 指加利利人与提比利亚人(“一方威胁要惩罚我”),τῶν δὲ 指塔里凯埃人和外来宾客。不定词 καταφρονεῖν 受由前文 ἀπειλούντων 经轭式搭配(zeugma)省并补出的劝诫类分词(如 κελευόντων 或 προτρεπομένων)支配,以 με 为逻辑主语,意为“(劝我)不予理会”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0526.tlg002.humanitext-grc2:133-145