- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 4. Niese, Benedikt, editor. Berlin: Weidmann, 1890.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg002.humanitext-grc2:121-132
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
吉斯卡拉的约翰嫉妒约瑟夫斯的成功,策动加利利诸城叛离,并拉拢了加巴拉。此外,约瑟夫斯试图保全从国王管事托勒密之妻处掠夺来的财物,却被诬陷勾结罗马,激起了民众与卫兵的愤怒与骚动。
ἦν δὲ Νεοπολιτανὸς ἴλης μὲν ἔπαρχος, παρειλήφει δὲ τὴν Σκυθόπολιν εἰς φυλακὴν τὴν ἀπὸ τῶν πολεμίων. τοῦτον οὖν κωλύσας ἐπὶ πλέον τὴν Τιβεριέων κακοῦν περὶ τὴν τῆς Γαλιλαίας πρόνοιαν ἐγινόμην.
尼奥波利塔努斯是一名骑兵队队长,负责把守斯库托波利斯以防范敌人。因此,我阻止了他进一步蹂躏提比利亚人的土地,并致力于加利利全地的治理与防务。
Ὁ δὲ τοῦ Λευεῖ παῖς Ἰωάννης, ὃν ἔφαμεν ἐν τοῖς Γισχάλοις διατρίβειν, πυθόμενος πάντα κατὰ νοῦν μοι προχωρεῖν, καὶ διʼ εὐνοίας μὲν εἶναί με τοῖς ὑπηκόοις, τοῖς πολεμίοις δὲ διʼ ἐκπλήξεως,1 οὐκ εὖ τὴν γνώμην ἐτέθη, κατάλυσιν δʼ αὐτῷ τὴν ἐμὴν εὐπραγίαν φέρειν νομίζων εἰς φθόνον ἐξώκειλεν οὔτι μέτριον.
然而,我们曾提及驻留吉斯卡拉的莱维之子约翰得知一切都在按照我的心愿推进,并且我深得臣民爱戴、令敌人闻风丧胆,便心生不快,认为我的成功会给他带来毁灭,因而陷入了极大的嫉妒之中。
καὶ παύσειν με τῆς εὐτυχίας ἐλπίσας, εἰ παρὰ τῶν ὑπηκόων μῖσος ἐξάψειεν, ἔπειθεν τοὺς τὴν Τιβεριάδα κατοικοῦντας καὶ τοὺς τὴν Σέπφωριν [νομίζων] πρὸς τούτοις δὲ καὶ τοὺς Γάβαρα, πόλεις δʼ εἰσὶν αὗται τῶν κατὰ τὴν Γαλιλαίαν αἱ μέγισται, τῆς πρός με πίστεως ἀποστάντας αὐτῷ προστίθεσθαι· κρεῖττον γὰρ ἐμοῦ στρατηγήσειν αὐτῶν ἔφασκεν.
他指望通过在臣民中点燃仇恨来剥夺我的好运,便劝说提比利亚的居民、塞佛里斯的居民以及加巴拉的居民(这些是加利利地区最大的城市)背弃对我的忠诚并转而归附他;因为他宣称自己能成为比我更出色的将领。
καὶ Σεπφωρεῖς μέν, οὐδετέρῳ γὰρ ἡμῶν προσεῖχον διὰ τὸ Ῥωμαίους ᾑρῆσθαι δεσπότας, οὐκ ἐπένευον αὐτῷ, Τιβεριεῖς δὲ τὴν μὲν ἀπόστασιν οὐκ ἐδέχοντο, αὐτοῦ δὲ συγκατένευον γενέσθαι φίλοι, οἱ δὲ Γάβαρα κατοικοῦντες προστίθενται τῷ Ἰωάννῃ· Σίμων δʼ ἦν ὁ παρακαλῶν αὐτούς, πρωτεύων μὲν τῆς πόλεως, ὡς φίλῳ δὲ καὶ ἑταίρῳ τῷ Ἰωάννῃ χρώμενος.
塞佛里斯人并未答应他,因为他们早已选定罗马人为主人,对我们二人都置之不理;提比利亚人虽未接受背叛之举,却同意与他结为朋友;而加巴拉的居民则归附了约翰。出面敦促他们的是西蒙,此人是该城的首要人物,与约翰是知心好友与同伙。
ἐκ μὲν οὖν τοῦ φανεροῦ τὴν ἀπόστασιν οὐχ ὡμολόγουν· σφόδρα γὰρ ἐδεδοίκεσαν τοὺς Γαλιλαίους ἅτε δὴ πεῖραν αὐτῶν τῆς πρὸς ἡμᾶς πολλάκις εὐνοίας λαβόντες· ἐκ τοῦ λεληθότος δὲ καιρὸν παραφυλάσσοντες ἐπιτήδειον ἐπεβούλευον, καὶ δὴ ἀφικόμην εἰς κίνδυνον τὸν μέγιστον διὰ τοιαύτην αἰτίαν.
于是他们并未公开承认叛离,因为他们深知加利利人多次向我们表达好意,因而非常畏惧加利利人;但他们暗中窥伺适当时机,策划阴谋。事实上,由于以下的原因,我陷入了极大的危险之中。
Νεανίσκοι τινὲς θρασεῖς Δαβαριττηνοὶ γένος ἐπιτηρήσαντες τὴν Πτολεμαίου γυναῖκα τοῦ βασιλέως ἐπιτρόπου μετὰ πολλῆς παρασκευῆς καί τινων ἱππέων ἀσφαλείας χάριν ἑπομένων διὰ τοῦ μεγάλου πεδίου τὴν πορείαν ποιουμένην ἐκ τῆς τοῖς βασιλεῦσιν ὑποτελοῦς χώρας εἰς τὴν Ῥωμαίων ἐπικράτειαν, ἐπιπίπτουσιν αὐτοῖς ἄφνω.
几个达巴里塔出身的胆大包天的青年,盯上了国王的管事托勒密的妻子——她带着大量行装和几名随行护卫的骑兵,穿过大平原,正从隶属于诸王的地区前往罗马辖区——,便出其不意地袭击了他们。
καὶ τὴν μὲν γυναῖκα φυγεῖν ἠνάγκασαν, ὅσα δʼ ἐπεφέρετο πάντα διήρπασαν, καὶ ἧκον εἰς Ταριχέας πρός με τέσσαρας ἡμιόνους καταφόρτους ἄγοντες ἐσθῆτος καὶ σκευῶν· ἦν δὲ καὶ ἀργυρίου σταθμὸς οὐκ ὀλίγος καὶ χρυσοῖ πεντακόσιοι.
他们迫使该女子逃跑,抢光了她所携带的全部物品,随后带着四匹满载衣物器具的骡子来到塔里凯埃投奔我;此外还有重量可观的白银和五百枚金币。
ταῦτʼ ἐγὼ βουλόμενος διαφυλάξαι τῷ Πτολεμαίῳ, καὶ γὰρ ἦν ὁμόφυλος, ἀπηγόρευται δʼ ἡμῖν ὑπὸ τῶν νόμων μηδὲ τοὺς ἐχθροὺς ἀποστερεῖν, πρὸς μὲν τοὺς κομίσαντας ἔφην φυλάττειν αὐτὰ δεῖν, ἵνʼ ἐκ τῆς πράσεως αὐτῶν ἐπισκευασθῇ τὰ τείχη τῶν Ἱεροσολύμων, οἱ δὲ νεανίαι χαλεπῶς ἔσχον οὐ λαβόντες μοῖραν ἐκ τῶν λαφύρων, καθάπερ προσεδόκησαν, καὶ πορευθέντες εἰς τὰς πέριξ τῆς Τιβεριάδος κώμας προδιδόναι μέλλειν με Ῥωμαίοις τὴν χώραν αὐτῶν ἔλεγον· κεχρῆσθαι γὰρ σοφίσματι πρὸς αὐτοὺς λέγοντα2 τὰ ἐκ τῆς ἁρπαγῆς κομισθέντα φυλάττειν εἰς τὴν ἐπισκευὴν τῶν τειχῶν τῆς Ἱεροσολυμιτῶν πόλεως, ἐγνωκέναι δὲ πάλιν τῷ δεσπότῃ ἀποδοῦναι [τὰ ἡρπασμένα].
我想要为托勒密保全这些财物——因为他毕竟是同胞,而且律法禁止我们掠夺财物,即便是对敌人也是如此——,便对押送财物的人说,必须将这些留存起来,以便用变卖所得来修缮耶路撒冷的城墙。但那些青年因未能如所期望的那样分得战利品而心怀怨恨,便前往提比利亚周边的各村落,扬言我打算将他们的土地出卖给罗马人;他们声称,我对他们施展了诡计,说保留劫掠得来的物资是为了修缮耶路撒冷城墙,实际上却已决定将掠夺物归还原主。
καὶ κατὰ τοῦτό γε τῆς ἐμῆς γνώμης οὐ διήμαρτον· ἀπαλλαγέντων γὰρ αὐτῶν μεταπεμψάμενος δύο τοὺς πρώτους Δασσίωνα καὶ Ἰανναῖον τὸν τοῦ Ληουῖ, φίλους ἐν τοῖς μάλιστα τοῦ βασιλέως καθεστῶτας, τὰ ἐκ τῆς ἁρπαγῆς σκεύη λαβόντας διαπέμψασθαι πρὸς ἐκεῖνον ἐκέλευον, θάνατον ἀπειλήσας αὐτοῖς τὴν ζημίαν, εἰ πρὸς ἕτερον ταῦτα ἀπαγγελοῦσιν.
在这一点上,他们对我意图的猜测倒丝毫不差;因为在他们离开后,我召来了两位首要人物达西翁与莱维之子扬奈乌斯(他们是国王极其亲近的朋友),命令他们接收劫掠来的器物并送交给他,同时警告他们若向他人泄露此事便处以死刑。
Ἐπισχούσης δὲ φήμης τὴν Γαλιλαίαν ἅπασαν, ὡς τῆς χώρας αὐτῶν μελλούσης ὑπʼ ἐμοῦ τοῖς Ῥωμαίοις προδίδοσθαι καὶ πάντων παροξυνθέντων ἐπὶ τὴν ἐμὴν τιμωρίαν, οἱ τὰς Ταριχέας κατοικοῦντες καὶ αὐτοὶ τοὺς νεανίσκους ἀληθεύειν ὑπολαβόντες πείθουσι τοὺς σωματοφύλακας καὶ τοὺς ὁπλίτας κοιμώμενόν με καταλιπόντας παραγενέσθαι θᾶττον εἰς ἱππόδρομον, ὡς ἐκεῖ βουλευσομένους μετὰ πάντων περὶ τοῦ στρατηγοῦ.3
随着关于他们的土地将被我出卖给罗马人的谣言传遍整个加利利,人人都被激怒要求惩罚我,塔里凯埃的居民自身也以为那些青年所说属实,便劝说我的卫兵和重装步兵扔下熟睡中的我,迅速前往赛马场,托词要在那里同众人一起商议处置将军之事。
- 122διʼ εὐνοίας μὲν εἶναί με τοῖς ὑπηκόοις, τοῖς πολεμίοις δὲ διʼ ἐκπλήξεως
介词 διά 支配属格与不定式 εἶναι 连用,构成表示状态的谓语性表达。与格名词(τοῖς ὑπηκόοις 与 τοῖς πολεμίοις)作关涉与格,意为“在臣民中处于爱戴之中(=备受臣民爱戴),在敌人中处于惊恐之中(=令敌人闻风丧胆)”。
- 130κεχρῆσθαι γὰρ σοφίσματι πρὸς αὐτοὺς λέγοντα
在接续 ἔλεγον 的间接引语中,现在分词 λέγοντα 呈阳性单数宾格,与不定式 κεχρῆσθαι 隐含的逻辑主语(即“我”,ἐμέ)保持一致。它表达了青年们对我的指控:“我向他们用了诡计,嘴上说……”。
- 132ὡς ἐκεῖ βουλευσομένους μετὰ πάντων περὶ τοῦ στρατηγοῦ
连词 ὡς 连同将来分词(阳性复数宾格 βουλευσομένους)修饰主动词 πείθουσι 的直接宾语(卫兵与重装步兵),表示其目的或向他们提出的借口:“托词/目的是要在那里同大家一起商议处置将军之事”。
