- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 1-4. Niese, Benedikt, editor. Berlin: Weidmann, 1885-1890.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg001.humanitext-grc2:2.arg-2.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在列出第2卷目录后,记述了以扫与雅各分地、以扫的谱系,以及雅各的兴盛和他对约瑟的偏爱。
α. Ὡς Ἡσαῦς καὶ Ἰάκωβος Ἰσάκου παῖδες ὄντες, διείλοντο τὴν οἴκησιν καὶ Ἡσαῦς μὲν τὴν Ἰδουμαίαν κατέσχεν, Ἰάκωβος δὲ τὴν Χαναναίαν. β. ὡς Ἰώσηπος ὁ νεώτατος τῶν Ἰακώβου παίδων ὀνειράτων αὐτῷ προδεικνύντων τὴν μέλλουσαν εὐδαιμονίαν ὑπὸ τῶν ἀδελφῶν ἐφθονήθη. γ. ὡς αὐτὸς οὗτος εἰς Αἴγυπτον πραθεὶς ὑπὸ τῶν ἀδελφῶν διὰ τὸ πρὸς αὐτὸν μῖσος καὶ γενόμενος ἐπίσημος ἐκεῖ καὶ λαμπρότατος τοὺς ἀδελφοὺς ἔσχεν ὑποχειρίους. ἡ τοῦ πατρὸς αὐτοῦ μετὰ τῆς γενεᾶς πάσης πρὸς αὐτὸν μετάβασις διὰ τὸν γενόμενον λιμόν. ε. ὅσα τοῖς Ἑβραίοις ἐν Αἰγύπτῳ συνέβη κακοπαθοῦσιν ἐπ' ἔτη τετρακόσια. ϛ. ὡς Μωσέως ἡγουμένου τὴν Αἴγυπτον ἐξέλιπον. ζ. ἡ Μωσέως γένεσις καὶ ἀνατροφή. η. ὡς ἡ θάλασσα τοῖς Ἑβραίοις διωκομένοις ὑπὸ τῶν Αἰγυπτίων ἀνακοπεῖσα φυγὴν δι' αὐτῆς παρέσχεν. .
一、作为以撒之子的以扫和雅各如何分居,以扫占有了以土买,而雅各占有了迦南。 二、雅各众子中最年轻的约瑟,在梦境向其预示未来的福乐时,如何为兄弟们所嫉妒。 三、此人本身如何因对他的仇恨而被兄弟们卖至埃及,在当地成为显贵与极显赫之人,并使兄弟们受制于己。 [四]其父率全族因饥荒发生而前往投奔于他。 五、希伯来人在埃及受苦四百年间所遭遇的诸般事迹。 六、在摩西领导下他们如何离开埃及。 七、摩西的出生与抚养。 八、被埃及人追赶的希伯来人面前,大海如何被击退而为他们提供穿行其中的逃遁之路。
Μετὰ δὲ τὴν Ἰσάκου τελευτὴν οἱ παῖδες αὐτοῦ μερισάμενοι τὴν οἴκησιν πρὸς ἀλλήλους οὐχ ἣν ἔλαβον ταύτην κατέσχον,1 ἀλλʼ Ἡσαῦς μὲν τῆς Νεβρωνίας πόλεως ἐκχωρήσας τῷ ἀδελφῷ ἐν Σαειρᾷ διητᾶτο καὶ τῆς Ἰδουμαίας ἦρχεν οὕτω καλέσας τὴν χώραν ἀπʼ αὐτοῦ· Ἄδωμος γὰρ ἐπωνομάζετο κατὰ τοιαύτην αἰτίαν τυχὼν τῆς ἐπικλήσεως.
以撒死后,其子们虽彼此划分了居所,却并未固守各自所分得的这一份,而是以扫将希伯伦城让给兄弟,自己居住在西珥并统治以土买,且按自己的名字如此称呼该地;因为他是由于如下缘故得到这一别称而被唤作“阿多莫斯”的。
ἀπὸ θήρας ποτὲ καὶ πόνου τοῦ περὶ τὸ κυνήγιον λιμώττων ἐπανῆκεν, ἔτι δὲ ἦν παῖς τὴν ἡλικίαν, ἐπιτυχὼν δὲ τἀδελφῷ φακῆν ἐσκευακότι πρὸς ἄριστον αὑτῷ ξανθὴν σφόδρα τὴν χροιὰν καὶ διὰ τοῦτʼ ἔτι μᾶλλον ὀρεχθεὶς ἠξίου παρασχεῖν αὐτῷ πρὸς τροφήν.
有一次,他打猎归来,因猎捕之辛劳而饥饿不堪——那时按年纪他还只是个孩童——偶遇兄弟为自己的午餐烹调了颜色极黄红的扁豆羹,因此益发垂涎,请求分给自己作为食物。
ὁ δὲ ἀποδόσθαι τὸ πρεσβεῖον αὐτῷ τοῦ φαγεῖν συνεργῷ χρησάμενος τῇ πείνῃ τὸν ἀδελφὸν ἠνάγκαζε,2 κἀκεῖνος ὑπὸ τοῦ λιμοῦ προαχθεὶς παραχωρεῖ τῶν πρεσβείων αὐτῷ μεθʼ ὅρκων. ἔνθεν διὰ τὴν ξανθότητα τοῦ βρώματος ὑπὸ τῶν ἡλικιωτῶν κατὰ παιδιὰν Ἄδωμος ἐπικληθείς, ἄδωμα γὰρ Ἑβραῖοι τὸ ἐρυθρὸν καλοῦσι, τὴν χώραν οὕτως προσηγόρευσεν· Ἕλληνες γὰρ αὐτὴν ἐπὶ τὸ σεμνότερον Ἰδουμαίαν ὠνόμασαν.
雅各遂以饥饿为帮手,强迫兄弟将长子之权出卖给自己以换取食物;而以扫在饥饿驱使下,便发誓将长子之权让给了他。自此,因食物之红黄,他在玩笑间被同辈们称为“阿多莫斯”——希伯来人称红色为“阿多玛”——他便如此称呼该地域;希腊人为了显得更为雅致,将其命名为以土买。
Γίνεται δὲ καὶ πατὴρ παίδων πέντε τὸν ἀριθμόν, ὧν Ἰάους μὲν καὶ Ἰόλαμος καὶ Κορῆος ἐκ γυναικὸς μιᾶς Ἀλιβάμης τοὔνομα, τῶν δὲ λοιπῶν Ἀλιφάζης μὲν ἐξ Ἀδάσης, Ῥαουῆλος δὲ ἐκ Βασαμάθης ὑπῆρξαν αὐτῷ γεγονότες.
他又成为五个孩子的父亲,其中雅乌斯、约拉穆斯和可拉出自一位名叫阿里巴梅的妻子,其余诸子中,阿里法泽斯出自阿达色,拉威勒则出自巴撒玛特。
καὶ Ἡσαῦ μὲν οὗτοι παῖδες ἦσαν· Ἀλιφάζῃ δὲ γίνονται γνήσιοι πέντε Θημανὸς Ὄμερος Ὄφους Ἰόθαμος Καναζός· Ἀμαλῆκος γὰρ νόθος ἦν ἐκ παλλακῆς αὐτῷ γεγονὼς Θαμνάης ὄνομα.
这些是以扫的儿子;阿里法泽斯则生有五个嫡子:帖玛诺斯、奥梅罗斯、奥弗斯、约塔莫斯、加纳佐斯;因为亚玛力是他由一名叫他姆奈的妾所生的庶子。
οὗτοι κατῴκησαν τῆς Ἰδουμαίας τὴν Γοβολῖτιν λεγομένην καὶ τὴν ἀπὸ Ἀμαλήκου κληθεῖσαν Ἀμαληκῖτιν· πολλὴ γὰρ γενομένη ποτὲ ἡ Ἰδουμαία τό τε πάσης αὐτῆς ἀπέσωζεν ὄνομα καὶ τοῖς μέρεσι τὰς ἀπὸ τῶν οἰκητόρων προσηγορίας διεφύλαξεν.
这些人居住在以土买被称为戈波利提斯的地区,以及因亚玛力而被称为亚玛力提斯的地区;因为以土买曾经变得广阔,既保留了其整体的名称,又为各部分维持了源自定居者的称呼。
Ἰακώβῳ δὲ συνέβη παρελθεῖν εἰς εὐδαιμονίας μέγεθος, οἷον οὐκ ἄλλῳ τινὶ ῥᾳδίως· πλούτῳ τε γὰρ ὑπερέβαλλε τοὺς ἐπιχωρίους καὶ παίδων ἀρεταῖς ζηλωτὸς καὶ περίβλεπτος ἦν· οὐδενὸς γὰρ ὅλως ὑστέρουν, ἀλλὰ καὶ πρὸς ἔργα χειρῶν καὶ πόνων ὑπομονὴν ἦσαν εὔψυχοι καὶ δεινοὶ συνιέναι.
至于雅各,他所达到的幸福盛况,实非他人所易比拟;因为他不仅在财富上超越本地人,而且因众子的德性令人羡慕与瞩目;他们全然不逊色于任何人,不仅对体力劳作和辛劳隐忍充满毅力,而且精于领悟。
τοσαύτην δʼ ἄρα τὸ θεῖον αὐτοῦ πρόνοιαν ἔσχε καὶ τῆς εὐδαιμονίας ἐπιμέλειαν, ὡς κἀκ τῶν λυπηρῶν αὐτῷ δοξάντων τὴν ὑπερβολὴν τῶν ἀγαθῶν παρασχεῖν καὶ ποιῆσαι τῆς ἀπʼ Αἰγύπτου τῶν ἡμετέρων προγόνων ἀναχωρήσεως αἴτιον αὐτόν τε καὶ τοὺς ἐξ αὐτοῦ γεγονότας3 ὑπὸ τοιαύτης αἰτίας· Ἰώσηπον ἐκ Ῥαχήλας πεπαιδοποιημένος Ἰάκωβος διά τε τὴν τοῦ σώματος εὐγένειαν καὶ διὰ ψυχῆς ἀρετήν, φρονήσει γὰρ διέφερε, τῶν ἄλλων πλέον υἱῶν ἠγάπα.
神明对他怀有如此深切的眷顾与对幸福的关照,以致即使从那些看似令他悲痛的事情中,也赐予了极大的美善,并因如下原因,使他和他的后裔成为我们先祖离开埃及的起因: 雅各与拉结生了约瑟,因他形体之俊美,也因其灵魂之德性——因为他在心智上超群拔萃——故而比其余诸子更为钟爱他。
- 2.1οὐχ ἣν ἔλαβον ταύτην κατέσχον
倒装的关系从句结构,关系代词从句 ἣν ἔλαβον 置于指示代词 ταύτην 之前:“他们并未固守所分得的这一份”。这引出了下文 ἀλλʼ Ἡσαῦς μὲν ... ἐκχωρήσας 所陈述的领地重新调整,即以扫让出希伯伦而迁往西珥。
- 2.3τοῦ φαγεῖν συνεργῷ χρησάμενος τῇ πείνῃ τὸν ἀδελφὸν ἠνάγκαζε
带冠词不定词属格 τοῦ φαγεῖν 作代价属格,修饰动词 ἀποδόσθαι(“换取吃食/食物”)。在句式结构上,不定词短语 ἀποδόσθαι τὸ πρεσβεῖον αὐτῷ τοῦ φαγεῖν 与支配宾语 τὸν ἀδελφόν 的主要动词 ἠνάγκαζε 之间插入了分词短语 συνεργῷ χρησάμενος τῇ πείνῃ(“以饥饿为帮手”)。
- 2.8ποιήσει τῆς ἀπʼ Αἰγύπτου τῶν ἡμετέρων προγόνων ἀναχωρήσεως αἴτιον αὐτόν τε καὶ τοὺς ἐξ αὐτοῦ γεγονότας
在 ὡς 引导的结果从句中,不定词 ποιῆσαι 统辖双宾格结构:αὐτόν τε καὶ τοὺς ἐξ αὐτοῦ γεγονότας 为直接宾语,αἴτιον 为补足语宾格。名词短语 τῆς ἀπʼ Αἰγύπτου τῶν ἡμετέρων προγόνων ἀναχωρήσεως 则作形容词 αἴτιον 的宾格性属格(“离开的起因”)。
